Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Ζητήματα πρὸς Μαρίνον

Εὐσέβιος Καισαρείας

Η μετάβαση και η στάση των μαθητών στο κενό μνημείο

Εναρμόνιση των ευαγγελικών διηγήσεων σχετικά με την άφιξη του Πέτρου και του Ιωάννη στον τάφο, τον χρόνο προσέλευσης, τη σημασία των οθονίων και την αρχική τους αντίδραση στο άγγελμα των γυναικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 4

Αʹ. Τοῦ φόβου τῶν Ἰουδαίων ἐπικειμένου τοῖς μαθηταῖς τοῦ Σωτῆρος, λέγει γοῦν ὁ Ἰωάννης ὡς ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ ἐν οἴκῳ ἑνὶ, τῶν θυρῶν κεκλεισμένων διὰ τὸν φόβον τῶν Ἰουδαίων. Πῶς ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀπήντων ἐπὶ τὸ μνῆμα;

Καὶ ταῦτα στρατιωτικῆς φρουρᾶς φυλαττούσης τὸν τόπον, ὡς ὁ Ματθαῖος ἐμαρτύρησεν· ἡ γὰρ κουστωδία στρατιωτικόν ἐστι τάγμα. Ἐροῦμεν δὲ πρὸς ταῦτα, θαρσαλέως τοὺς ἀποστόλους ἀπηντηκέναι ἐπὶ τὸ μνῆμα, προμεμαθηκότας παρὰ τῆς Μαγδαληνῆς μηδένα τῶν φυλαττόντων τὸν τόπον αὐτόθι παρεῖναι, ὅπως δῆλον ἦν ἀπὸ τοῦ τὸν λίθον ᾖρθαι τοῦ μνημείου· ᾖρτο δὲ οὐκ ἄλλως, ἢ τῷ τὸν ἐξ οὐρανοῦ ἄγγελον ἐξαστράψαι τὸν τόπον πολλῷ φωτὶ, καὶ αὐτὸν ἀποκυλίσαι τὸν λίθον, φοβῆσαί τε τοὺς φύλακας, ὡς μικροῦ δεῖν καὶ ἀπολιθωθῆναι αὐτοὺς τῷ φόβῳ· καὶ μετὰ ταῦτα ὡς εἰκὸς φυγῇ χρήσασθαι, ὡς μηδένα μὲν περιλειφθῆναι αὐτῶν, σχολάζειν δὲ τὸν τόπον τοῖς ἐπὶ τὴν θέαν ἀφικνουμένοις τῆς σωτηρίου ἀναστάσεως· αὕτη γὰρ ἦν μάλιστα ἡ αἰτία τῆς ἐπιφανείας τοῦ ἀγγέλου. Οὐ γὰρ δὴ τῆς ἀναστάσεως χάριν ἀπεκίνει τὸν λίθον, οὐδ᾽ ἕνεκεν τοῦ λίθου τοιόσδε ὤφθη, ἀλλ᾽ ἵνα τοὺς μὲν ἀπελάσῃ, τὰς δὲ ἐρχομένας ἐπὶ τὴν θέαν δεξιωσάμενος, τὴν ἀνάστασιν αὐταῖς καταγγείλειε. Τούτων οὖν μάρτυς ὁ Ματθαῖος λέγων, Ἀπὸ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί.

Φθάνει μὲν γὰρ καὶ τὸν ἄγγελον ἀναστὰς ὁ Σωτὴρ, οὐδὲ ἀναμένει τὴν ἀποκίνησιν τοῦ λίθου, ἀλλὰ καὶ τούτου πρὸ τὴν θύραν κειμένου, καὶ τοῖς τῶν ἀρχιερέων σημαντῆρσι κατεσφραγισμένου, τῶν τε φρουρῶν κυκλούντων τὸν τόπον, ἀφανὴς ἦν τοῦ μνήματος, τὴν ἐκ νεκρῶν ἀνάστασιν πεποιημένος θεϊκῇ δυνάμει, καθ᾽ ἣν ὥραν οὐδεὶς ἔγνω, καὶ καθ᾽ ὃν οὐδεὶς ἐπεσημήνατο τῶν εὐαγγελιστῶν καιρόν· ὥστ᾽ ἂν εἰπεῖν εὐκαίρως τινὰ καὶ ἐπ᾽ αὐτοῦ τοῦτο δὴ τὸ περὶ τῆς καθόλου συντελείας πρὸς αὐτοῦ λελεγμένον ἐν τῷ, «Περὶ δὲ τῆς ἡμέρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ.» Οὕτω γοῦν πρῶτος αὐτὸς ἀπαρχὴ τῆς ἀναστάσεως γεγονὼς ὁ Σωτὴρ, καθ᾽ ἣν ὥραν οὐδεὶς ἔγνω, ἐγήγερτο, λαθὼν τοὺς ἅπαντας, καὶ ἐγήγερτο τοῦ λίθου μεμενηκότος ἐπὶ σχήματος. Ἀγαθῶν δὲ ἄγγελος, ἀνθρώποις παρῆν ὁ ἄγγελος, οὐδὲν μὲν τῇ ἀναστάσει διὰ τῆς αὐτοῦ παρουσίας συμβαλλόμενος, τὰ μεγάλα δὲ τῇ τῶν ἀνθρώπων διακονούμενος σωτηρίᾳ· διὸ καὶ ἐξήστραπτε τὴν μορφὴν, λευχείμονα δεικνὺς ἑαυτὸν, καὶ πρῶτος τῆς σωτηρίου ἀναστάσεως ἀπαρχόμενος.

Καὶ ὥσπερ ἡλίου ἀνατολὰς ἑρπετὰ μὲν ἰοβόλα καὶ θηρίων ὅσα νυκτὸς καὶ σκότους εἰσὶ φίλα φεύγει, ἄνδρες δὲ ταύτας οἷα φωτὸς συγγενεῖς μεταδιώκουσι, κατὰ τὸν αὐτὸν δὴ τρόπον τοὺς μὲν τῆς ἀληθείας καὶ ζωῆς ἐχθροὺς, θανάτου δὲ οἰκείους καὶ φίλους, ταῖς τοῦ φωτὸς αὐτοῦ μαρμαρυγαῖς καταστράπτων, ἤλαυνεν ὁ ἄγγελος· τοῖς δὲ ποθοῦσι τὴν σωτήριον ἀνάστασιν, ταύτην εὐηγγελίζετο, σχολὴν αὐτοῖς εὐτρεπῆ διὰ τῆς τῶν φρουρῶν ἀπελάσεως παρέχων· δύο γοῦν γνωρίσματα τοῖς οἰκείοις παρεῖχεν ὁρᾷν, τὴν ἀποκίνησιν τοῦ λίθου, καὶ τῆς θύρας τοῦ μνήματος τὴν ἄνεσιν, τῶν τε φυλάκων τὴν δίωξιν· ἃ δὴ τεθεαμένη ἡ Μαγδαληνὴ τοῖς μαθηταῖς ἐπήγγειλεν· οἱ δὲ ταῦτα παρ᾽ αὐτῆς μεμαθηκότες, θαρσαλέως ἀπήντων δρομαῖοι, μηδενὸς αὐτοῖς ἐμποδὼν καθεστῶτος.

Βʹ. Καὶ πῶς σκοτίας οὔσης, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τὰ εἴσω τοῦ μνήματος ἑώρων οἱ δύο μαθηταί; Ὁ γὰρ αὐτὸς καὶ τὴν ὥραν ἐπεσημήνατο εἰπών· «Πρωῒ ἔτι σκοτίας οὔσης,» καὶ τοὺς δύο μαθητὰς τὰ εἴσω ἐν τῷ μνήματι τεθεαμένους· «Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἐπίστευσαν.» Ἀρχομένης μὲν κατ᾽ ἀρχὰς τῆς ἡμέρας, ἐπὶ τὸ μνῆμα ἐμαρτύρησεν ἡ Γραφὴ ἔτι τότε σκοτίαν εἶναι· πλὴν ἀλλ᾽ ἤδη πρωΐα ἦν· τοῦτο δὲ τὸ πρωῒ ἔτι σκοτίας οὔσης αὐτὴ καθ᾽ ἑαυτὴν ἰδοῦσα Μαρία ἐπάνεισι πρὸς τοὺς μαθητάς· εἶτ᾽ ἄγγελος αὐτοῖς παραγίνεται.

Ἐν δὴ οὖν τῷ μεταξὺ χρόνῳ μετὰ τὴν πρώτην ἄφιξιν ἀπιούσης αὐτῆς πρὸς τοὺς ἀποστόλους καὶ τὴν ὥραν προκόψαι εἰκὸς ἦν· κἀκείνων πάλιν ἐπὶ τὸν τάφον ἀφικνουμένων, ἔτι μᾶλλον αὐξῆσαι τὸν χρόνον, ὡς μηκέτι σκοτίαν εἶναι, ἀλλ᾽ ἤδη καθαρὰν ἡμέραν, καθ᾽ ἣν ἀπαντήσαντες οἱ εἰρημένοι, καὶ τοῦ μνημείου ἐκτὸς ἑστῶτες, διορᾷν τὰ εἴσω κείμενα ὀθόνια οἶοί τε ἦσαν· καὶ πολὺ μᾶλλον ἔνδον γενόμενοι, ὑπὸ λαμπρᾶς ἡμέρας ἤδη τοῦ τόπου κατηυγασμένου. Δοκεῖ δέ μοι τὰ ὀθόνια ἔνδον κείμενα ὁμοῦ μὲν καὶ δεῖγμα παρέχειν τοῦ μὴ ὑπὸ ἀνθρώπων ᾖρθαι τὸ σῶμα, ὅπερ Μαρία ὑπέλαβεν· οὐ γὰρ ἄν τινες τὸ σῶμα ὑφαιρούμενοι κατελίμπανον τὰ ὀθόνια· οὐδὲ ὁ κλέπτων ποτὲ περιέμεινεν ἕως ὅτε ἀναλύσῃ τὰ ὀθόνια καὶ καταλάβηται· ὁμοῦ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος εἶναι παραστατικά. Ὁ γὰρ μετασχηματίζων τὰ σώματα τῆς ταπεινώσεως ἡμῶν Θεὸς εἰς τὸ εἶναι σύμμορφα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ μὲν σῶμα ὡς ὄργανον τῆς ἐν αὐτῷ κατοικησάσης δυνάμεως ἠλλοίου, μεταβάλλων ἐπὶ τὸ θειότερον, τὰ δὲ ὀθόνια ὡς περιττὰ καὶ ἀλλότρια τῆς τοῦ σώματος οὐσίας ἠφίει. Δοκοῦσι δέ μοι κατὰ καιρὸν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπὶ τὸ μνημεῖον ἀπαντᾷν ἐν ἤδη καθαρᾷ ἡμέρᾳ καὶ φωτὶ λαμπρῷ, ὡς ἂν μὴ νυκτὸς καὶ σκοτίας ἐλθόντες τοῦτο ὑπονοηθεῖεν, ὃ δὴ καὶ κατεψεύσαντο αὐτῶν οἱ ἀρχιερεῖς, ὅτι νυκτὸς ἐλθόντες ἔκλεψαν.

Διόπερ οὐ νυκτὸς ἀπήντων οἱ ἄνδρες, ἀλλ᾽ οὐδὲ σκοτίας ἔτι οὔσης, ἀλλ᾽ ἤδη καταυγαζούσης λαμπρᾶς ἡμέρας. Εἰ δὲ λέγοι τὸ Εὐαγγέλιον ὡς ἄρα ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, εἶτα πρὸς τοῦτο ἀνθυποφέροι τις λέγων, Πῶς οὖν οἱ συγκεκλεισμένοι ἐφοίτων ἐπὶ τὸ μνημεῖον ἐν ἡμέρᾳ διαυγεῖ; ἐροῦμεν ὅτι τοὺς μὲν ἐν τῇ πόλει μέσους οἰκοῦντας τῶν Ἰουδαίων, εἰκὸς ἦν ἀποκεκλεῖσθαι ὁμοῦ τοὺς πάντας ἐν οἴκῳ ἑνὶ συνηγμένους· οἱ δὲ ἐπὶ τὸ μνῆμα ἀφικνούμενοι τῆς πόλεως ἐκτὸς ὄντες, μακρὰν ἐτύγχανον καὶ τοῦ τῶν Ἰουδαίων φόβου, ὡς ἐπὶ ἐρημίζοντα τόπον καὶ ἀνδρῶν ἐσχοληκότα παριόντες. Τάχα δὲ καὶ κρείττους φόβου γενόμενοι τῶν μαθητῶν ὅ τε Πέτρος καὶ Ἰωάννης τολμηρότερον ἐθάῤῥουν προϊέναι τοῦ οἴκου, τῶν ἄλλων μὴ τοῦτο πράττειν τολμώντων, ἢ μόνων δὴ τούτων, οἳ καὶ ἐν τοῖς ἄλλοις πλείονος ἠξιωμένοι τιμῆς παρὰ τοὺς λοιποὺς ἀποστόλους μεμαρτύρηνται.

Γʹ. Ἀλλὰ πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ, κἄπειτα ἐλθόντες εἰς τὸ μνημεῖον ἐπίστευσαν· παρὰ δὲ τῷ Λουκᾷ εἴρηται ὅτι ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς;

Ἡ μὲν παρὰ τῷ Ἰωάννῃ Μαρία τοῖς ἐκκρίτοις τῶν ἀποστόλων Πέτρῳ καὶ Ἰωάννῃ μόνοις ὡς ἀπόῤῥητον ἐκφαίνουσα ἐξεῖπε τὸ τεθεαμένον· οἱ δὲ πάλιν λαθόντες τοὺς λοιποὺς μαθητὰς μόνοι ἀπήντων ἐπὶ τὸ μνημεῖον δρομαῖοι, καὶ ἰδόντες ἐπίστευσαν· καὶ οὐδέν γε ἦν θαυμαστὸν τοὺς μὲν ἐκκρίτους τῶν ἀποστόλων ἰδόντας πεπιστευκέναι, τοὺς δὲ λοιποὺς οἷς αἱ γυναῖκες ἀπήγγελλον, ἅτε μὴ ὄψει παραλαβόντας, μὴ πιστεῦσαι αὐταῖς. Αὐτίκα γοῦν καὶ αὐτοῖς ὁμοῦ συνηγμένοις τοῖς μαθηταῖς ὀφθέντος τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, οἱ μὲν ἰδόντες ἐχάρησαν· Θωμᾶς δὲ, ἐπεὶ μὴ παρῆν μηδὲ εἶδεν, οὐκ ἐπείθετο. Εἰ δὲ οὗτος ἠπίστει τοῖς ἀποστόλοις, σχολῇ γ᾽ ἂν μέμψαιτό τις τοῖς λοιποῖς ὅτι μηδέπω τεθεαμένοι, ταῖς γυναιξὶν ἠπίστουν. Πολλὴν δὲ βάσανον καὶ ἀκρίβειαν τῶν μαθητῶν παρίστησιν ἡ Γραφὴ, οὐκ εὐχερῶς τοῖς τούτων λόγοις συγκατιθεμένων, ἀλλ᾽ ἐπεχόντων τὰ πρῶτα, εἰσότε πληρέστατα καὶ ἐναργῶς τἀληθὲς ἐπιγνόντες εἰπεῖν δυνηθεῖεν ὕστερον· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Ἔχοι δ᾽ ἂν καὶ ἑτέραν διάνοιαν ὁ τόπος.

Εἴποι γὰρ ἄν τις ὅτι ταῖς ἀπαγγελλούσαις γυναιξὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος, ὡς ἐξ ἀκοῆς τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν κατὰ τὸν Λουκᾶν οὐκ ἐπίστευσαν οἱ ἕνδεκα, ἐν οἷς ἦσαν καὶ ὁ· Πέτρος καὶ ὁ Ἰωάννης, μηδὲ αὐτοὶ πεπιστευκότες. Τῇ δὲ Μαρίᾳ κατὰ τὸν Ἰωάννην εἰπούσῃ ὅτι, «Ἦραν τὸν Κύριόν μου ἐκ τοῦ μνήματος,» οὐ πρότερον ἐπίστευσαν οἱ δύο μαθηταὶ τοῦτο αὐτὸ, τὸ ἦρθαι τὸν Σωτῆρα, πρὶν ἐλθεῖν εἰς τὸν τόπον καὶ ἔργῳ τοῦτο παραλαβεῖν.

Ὅτε γοῦν εἰσῆλθον οὗτοι εἰς τὸ μνῆμα, καὶ τὰ ὀθόνια εἶδον μόνα, τὸ δὲ σῶμα οὐδαμοῦ, τότε ἐπίστευσαν· τίνι δὲ ἐπίστευσαν, ἀλλ᾽ ἢ τῷ τῆς Μαρίας λόγῳ φήσαντι, «Ἦραν τὸν Κύριόν μου;» Διὸ ἐπιλέγει ἑξῆς· «Οὔπω γὰρ ᾔδεισαν τὴν Γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.»

Δʹ. Τὸ δὲ πῶς δύο παρὰ τὸν Ἰωάννην μαθητῶν ἐλθόντων εἰς τὸ μνημεῖον, Πέτρου καὶ Ἰωάννου, ὁ Λουκᾶς ἕνα μόνον φησὶν ἀπηντηκέναι, οὕτως ἂν λυθείη. Πολὺς ἦν ὁ Πέτρος ἀεὶ τῇ προθυμίᾳ, ὡς μόνον παρὰ τοὺς ἀποστόλους εἰπεῖν τῷ Σωτῆρι· «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι·» καὶ μόνον πάλιν ἐπιβῆναι τοῖς κύμασιν ἀξιῶσαι· καὶ μόνον ἀποκρίνασθαι καὶ εἰπεῖν αὐτῷ· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» διὸ καὶ μόνος τῶν μαθητῶν ἀκούει· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Διὸ καὶ πρῶτος τολμᾷ εἰσιέναι εἰς τὸ μνημεῖον, σὺν τῷ ἑτέρῳ μαθητῇ ὃν ἐφίλει ὁ Ἰησοῦς ἐλθὼν, κατὰ τὸν Ἰωάννην· ἀλλὰ τότε μὲν παρὰ τῆς Μαγδαληνῆς ἦρθαι τὸ σῶμα τοῦ Κυρίου ἀπὸ τοῦ μνημείου μεμαθηκὼς, ἀπήντα ἅμα τῷ ἑτέρῳ μαθητῇ· εἶτα ἀνεχώρει σὺν αὐτῷ, τὰ ὀθόνια εἴσω τοῦ μνήματος τεθεαμένος καὶ πιστεύσας.

Κατὰ δὲ Λουκᾶν, τῶν ἄλλων ἀπιστούντων μαθητῶν, μόνος αὐτὸς πάλιν πιστεύει ταῖς λεγούσαις ταῖς γυναιξὶν ἑωρακέναι τοὺς ὀφθέντας ἀγγέλους· οὐ γὰρ ἀπιστήσας δὲ ταῖς τῶν γυναικῶν μαρτυρίαις, παλινδρομαῖος ἐπὶ τὸ μνημεῖον μόνος παραγίνεται· καὶ αὖθις παρακύψας βλέπει τὰ ὀθόνια μόνα ὡς καὶ τὸ πρότερον· εἶτα ἀπῄει, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός· καὶ νῦν μὲν ἀπῄει θαυμάζων τὸ γεγονὸς, ἐπεὶ δὲ πολὺς ἦν τῇ προθυμίᾳ καὶ πλείονα σπουδὴν παρὰ πάντας ἐπεδείκνυτο, σπεύδων καὶ περιτρέχων, καὶ πάντη τὸν Σωτῆρα περιαθρῶν ἀνεωγόσι τοῖς τῆς ψυχῆς ὄμμασι, πανταχοῦ δὲ ζητῶν καὶ περιβλεπόμενος, οὐκ ἠτύχησε τῆς ἐλπίδος, ἀλλὰ καὶ αὐτὸς ἀξιοῦται τῆς αὐτοῦ θεοφανείας· τούτου μάρτυς ὁ αὐτὸς εὐαγγελιστὴς Λουκᾶς ὧδέ πη προϊὼν ἑξῆς καὶ λέγων ὅτι ὄντως ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι.

Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ ἱερὸς Ἀπόστολος ὧδε Κορινθίοις γράφων, ὅτι «Ὤφθη Κεφᾷ, εἶτα τοῖς ἔνδεκα.» Κεφᾶς δὲ αὐτὸς ἦν Σίμων ὁ καὶ Πέτρος, ᾧ καὶ πρὸ τῶν ἕνδεκα μόνος μόνῳ ὤφθη ὁ Σωτὴρ, τῆς παρὰ πάντας ὑπερβαλλούσης αὐτοῦ χάριν σπουδῆς.