Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Η ποιμαντική ως «τέχνη τεχνών» και η πνευματική θεραπευτική

Αντιπαραβολή της πνευματικής καθοδήγησης με την ιατρική των σωμάτων και την ποιμαντική των αλόγων ζώων, και ανάλυση της αναγκαιότητας για διάκριση και εξατομικευμένη μέριμνα των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 8

Ηʹ. Πρὸς δὲ τούτοις πρᾶγμα ἔπαθον, ἐκλαλήσω γὰρ πρὸς ὑμᾶς πᾶν τὸ ἀπόῤῥητον, οὐκ οἶδ᾽ εἴτε ἄγροικον εἴτε ἐλεύθερον, ἔπαθον δ᾽ οὖν· ᾐσχύνθην ὑπὲρ τῶν ἄλλων, ὅσοι, μηδὲν τῶν πολλῶν ὄντες βελτίους, μέγα μὲν οὖν, εἰ καὶ μὴ πολλῷ χείρους, ἀνίπτοις χερσὶν, ὃ δὴ λέγεται, καὶ ἀμυήτοις ψυχαῖς τοῖς ἁγιωτάτοις ἑαυτοὺς ἐπεισάγουσι· καὶ πρὶν ἄξιοι γενέσθαι προσιέναι τοῖς ἱεροῖς, μεταποιοῦνται τοῦ βήματος, θλίβονταί τε καὶ ὠθοῦνται περὶ τὴν ἁγίαν τράπεζαν, ὥσπερ οὐκ ἀρετῆς τύπον, ἀλλ᾽ ἀφορμὴν βίου τὴν τάξιν ταύτην εἶναι νομίζοντες, οὐδὲ λειτουργίαν ὑπεύθυνον, ἀλλ᾽ ἀρχὴν ἀνεξέταστον.

Καὶ εἰσὶ σχεδόν τι πλείους κατ᾽ ἀριθμὸν ἢ ὁπόσων ἄρχουσι· δείλαιοι τῆς εὐσεβείας, καὶ ἄθλιοι τῆς λαμπρότητος· ὥστε ἔμοιγε δοκοῦσι, προϊόντος τοῦ χρόνου καὶ τοῦ κακοῦ, μηδὲ ἔχειν λοιπὸν ὧν ἄρξουσι, πάντων διδασκόντων ἀντὶ τοῦ διδακτοὺς εἶναι Θεοῦ, ὥς φησιν ἡ ἐπαγγελία, καὶ πάντων προφητευόντων, ὥστε εἶναι καὶ Σαοὺλ ἐν προφήταις, κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ παροιμίαν. Οὐδὲν γὰρ οὕτω πολὺ κατ᾽ οὐδένα καιρὸν οὔτ᾽ ἐστὶν, οὔτ᾽ ἐγένετο, ἄλλοτε ἄλλων ἀκμασάντων τε καὶ ληξάντων, ὡς νῦν Χριστιανοῖς τὰ τοιαῦτα καὶ ὀνείδη καὶ ἁμαρτήματα.

Ὧν εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖσσον ἢ καθ᾽ ἡμᾶς, ἀλλὰ τό γε μισεῖν καὶ αἰσχύνεσθαι μέρος εὐσεβείας οὐ τὸ σμικρότατον. Θʹ. Ὃ δὲ τελευταῖον καὶ μεῖζον τῶν εἰρημένων, εἶμι γὰρ ἐπ᾽ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου, καὶ οὐ ψεύσομαι· οὐδὲ γὰρ θέμις τοῖς περὶ τηλικούτων ποιουμένοις τὸν λόγον· οὐκ ᾤμην ἴσον εἶναι, οὐδὲ νῦν οἴομαι, ποίμνης ἄρχειν ἢ βουκολίου, καὶ ἀνθρώπων ἐπιστατεῖν ψυχαῖς. Ἐκεῖ μὲν γὰρ ἐξαρκεῖν, ὅτι παχύτατον καὶ πιότατον ἀποδεῖξαι τὸ βουκόλιον ἢ τὸ ποίμνιον· καὶ πρὸς τοῦτο ὁρῶν ὅ τε βουκόλος καὶ ὁ ποιμὴν τῶν τε χωρίων ἐπισκέψεται τὰ ἔνυδρα καὶ ἐπίνομα, εἰσελάσει τε καὶ ἐξελάσει ἀπό τε νομῶν καὶ ἐπὶ νομὰς, ἀναπαύσει τε καὶ ἀποκινήσει καὶ ἀνακαλέσει, ὀλίγα μὲν τῇ βακτηρίᾳ, τὰ πολλὰ δὲ τῇ σύριγγι. Ἄλλο δὲ οὐδὲν ἔργον εἶναι τῷ ποιμένι ἢ τῷ βουκόλῳ πλὴν ὅσον βραχέα προσπολεμῆσαι τοῖς λύκοις, καὶ ποῦ τι καὶ ἀῤῥωστοῦν ἐπισκέψασθαι· τὰ πολλὰ δὲ αὐτῷ μελήσει δρῦς, καὶ σκιὰ, καὶ δόνακες, καὶ ἐν καλῷ τῆς πόας κατακλιθῆναι, καὶ παρὰ ψυχρὸν ὕδωρ, καὶ ὑπὸ ταῖς αὔραις σχεδιάσαι στιβάδα, καὶ ποῦ τι καὶ ἐρωτικὸν ᾆσαι μετὰ τοῦ κισσυβίου, καὶ προσλαλῆσαι ταῖς βουσὶν ἢ τῇ ποίμνῃ· καὶ τούτων αὐτῶν θοινήσασθαι ἢ ἀποδόσθαι τὸ πιότατον. Ἀρετῆς δὲ οὐδείς πω ποιμνίων ἢ βουκολίων ἐφρόντισε.

Τίς γὰρ καὶ ἀρετὴ τούτων; ἢ τίς τὸ ἐκείνοις καλὸν πρὸ τῆς ἰδίας ἡδονῆς ἐσκέψατο; Ιʹ. Ἀνθρώπῳ δὲ χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει πολλῷ χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων, καὶ μάλιστα δὴ ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ, καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτος καὶ ὁ κίνδυνος τῷ γε νοῦν ἔχοντι. Ὅν γε πρῶτον μὲν δεήσει, καθάπερ ἄργυρον ἢ χρυσὸν, πανταχόθεν στρεφόμενον, καὶ ἐν παντοίοις καιροῖς καὶ πράγμασι, μηδαμοῦ κίβδηλον ἠχεῖν ἢ ὑπόχαλκον, μηδέ τι φέρειν ἐν ἑαυτῷ ὕλης τῆς χείρονος, καὶ θερμοτέρου πυρὸς ἀξίας· ἢ τοσούτῳ μεῖζον ἔσται κακὸν, ὅσῳ περ ἂν ἄρχῃ πλειόνων· εἴπερ καὶ μείζων τῆς περὶ ἕνα ἱσταμένης πονηρίας ἡ εἰς πολλοὺς ὁδεύουσα.

ΙΑʹ. Οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς μεταλαμβάνει ῥᾳδίως ὕφασμα, οὔτε δυσωδίας ἢ τοῦ ἐναντίου τὸ πλησιάσαν, οὔτε νοσερά τις οὕτως εὐκόλως ἀναχεῖται εἰς τὸν ἀέρα, καὶ διὰ τοῦ ἀέρος ὁμιλεῖ τοῖς ζώοις ἀτμὶς, ὃ δὴ λοιμός ἐστί τε καὶ ὀνομάζεται, ὡς φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτος κακίας ἀναπίμπλασθαι τὸ ὑπήκοον, καὶ πολλῷ γε ῥᾷον ἢ τοῦ ἐναντίου, τῆς ἀρετῆς. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα πλεονεκτεῖ τὴν καλοκαγαθίαν ἡ πονηρία, καὶ ὃ μάλιστα ἐγὼ δυσχεραίνω κατανοῶν, ὅτι εὐζήλωτον μέν τι καὶ πρόχειρον πρᾶγμα ἡ μοχθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον, ὡς τὸ γενέσθαι κακὸν, κἂν εἰ μὴ τύχοι πρὸς ταύτην ἡμᾶς ἄγων μηδείς· σπάνιον δὲ ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντες, κἂν εἰ πολὺ τὸ μεθέλκον εἴη καὶ προκαλούμενον.

Καὶ τοῦτό ἐστιν ὅ μοι δοκεῖ καὶ ὁ μακαριώτατος Ἀγγαῖος κατανοήσας ἐπὶ τὴν θαυμασίαν ἑκείνην ἐλθεῖν καὶ ἀληθεστάτην εἰκόνα· Ἐρωτήσατε, ἱερεῖς, νόμον, λέγων· Εἰ κρέας ἅγιον ἐν ἱματίῳ βρωτοῦ τινος, ἢ ποτοῦ, ἢ σκεύους ἀψάμενον εὐθὺς ἁγιάσει τὸ πλησιάσαν· τῶν δὲ ἀποφησάντων· Ἐρωτήσατε πάλιν εἰ καὶ ἀκαθαρσίᾳ τούτων τι προσομιλῆσαν, μὴ παραχρῆμα μετέλαβε τοῦ μιάσματος; ὡς ἐρούντων γε μεταλαμβάνειν, καὶ μὴ καθαρὸν μένειν τῇ κοινωνίᾳ.

ΙΒʹ. Τί τοῦτο λέγων· ὅπερ ὁ ἐμὸς λόγος· ὅτι δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ· ἕτοιμοι δὲ πρὸς τὴν τοῦ κακοῦ μετουσίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι, καλάμη τις πρὸς σπινθῆρα, οἶμαι, καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη καὶ δαπανωμένη διὰ ξηρότητα· θᾶττον γὰρ ἄν τις ὀλίγης κακίας μεταλάβοι πλουσίως ἢ ἀρετῆς βαθείας κατὰ μικρόν. Ἐπεὶ καὶ μέλιτι μὲν μικρὸν ἀψίνθιον ὡς τάχιστα μεταδίδωσι τοῦ πικροῦ· μέλι δὲ οὐδὲ τὸ διπλάσιον ἀψινθίῳ τῆς ἑαυτοῦ γλυκύτητος· καὶ μικρὰ μὲν ὑποσπασθεῖσα ψηφὶς ποταμὸν ὅλον ἑλκύσειεν ἂν ἐπὶ τὸ πρανές· ἐπισχεῖν δὲ ἢ ἀνακόψαι μόλις ἂν δυνηθείη καὶ τὸ καρτερώτατον ἔρυμα.

ΙΓʹ. Πρῶτον μὲν δὴ τοῦτο, ὧν εἴπομεν, εὐλαβεῖσθαι ἄξιον, μὴ φαινώμεθα τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι, μᾶλλον δὲ ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον· ἢ τῆς παροιμίας μὴ πόῤῥω θέωμεν, ἄλλους ἰατρεύειν ἐπιχειροῦντες αὐτοὶ βρύοντες ἕλκεσι.

ΙΔʹ. Δεύτερον δὲ, εἰ καί τις ἁγνὸν ἑαυτὸν ἀπὸ πάσης ἁμαρτίας τηρήσειεν, ἢ ὡς μάλιστα, οὐκ οἶδα μὲν, εἰ καὶ τοῦτο αὔταρκες τῷ μέλλοντι τοὺς ἄλλους παιδεύειν πρὸς ἀρετήν· οὐ γὰρ μὴ κακὸν εἶναι δεῖ μόνον τὸν τοῦτο πεπιστευμένον, τοῦτο μὲν γὰρ καὶ τῶν ὑπὸ χεῖρα τοῖς πολλοῖς αἴσχιστον, ἀλλὰ καὶ τῷ ἀγαθῷ διαφέροντα, κατὰ τὴν, ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθὸν, κελεύουσαν ἐντολήν· οὐδὲ τοὺς φαύλους ἐξαλεῖψαι τῆς ψυχῆς τύπους μόνον, ἀλλὰ καὶ τοὺς ἀμείνους ἐγγράψασθαι, ὡς πλέον κατ᾽ ἀρετὴν προέχειν, ἢ ὁπόσον περίεστιν ἀξιώματι· καὶ μηδὲν μέτρον εἰδέναι τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως, μηδὲ κέρδος μᾶλλον τὸ κρατηθὲν ἢ ζημίαν τὸ διαφεῦγον· ἀλλ᾽ ἐπίβασιν ἀεὶ ποιεῖσθαι τὸ ποσὶ τοῦ ἑξῆς· καὶ μὴ μέγα νομίζειν ἂν τῶν πολλῶν διαφέρωμεν, ἀλλὰ ζημίαν ἂν τῆς ἀξίας λειπώμεθα· καὶ τῇ ἐντολῇ παραμετρεῖν, ἀλλὰ μὴ τοῖς πέλας, τὸ κατορθούμενον, ἄν τε ὦσι κακοὶ, ἄν τε ἀρετῆς ἐπὶ ποσὸν ἥκοντες· καὶ μὴ μικροῖς σταθμοῖς ταλαντεύειν τὴν ἀρετὴν, τῷ μεγίστῳ, καὶ παρ᾽ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα χρεωστουμένην.

ΙΕʹ. Μηδὲ τὰ αὐτὰ πᾶσιν ἁρμόζειν οἴεσθαι, ὥσπερ οὐδὲ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐδὲ προσώπων χαρακτῆρες, οὐδὲ ζώων φύσεις, οὐδὲ γῆς ποιότητες, οὐδὲ κάλλη τε καὶ μεγέθη λαμπτήρων· ἀλλ᾽ ἡγεῖσθαι ἰδιώτου μὲν εἶναι κακίαν τὸ φαῦλα πράσσειν, καὶ ὅσα κολάσεως ἄξια, ὧν καὶ ὁ νόμος βαρὺς δεσπότης· ἄρχοντος δὲ ἢ προεστῶτος τὸ μὴ ὡς ἄριστον εἶναι, καὶ ἀεὶ τῷ καλῷ προβαίνοντα, εἴπερ μέλλοι τῷ περιόντι τῆς ἀρετῆς ἕλξειν τοὺς πολλοὺς εἰς τὸ μέτριον, καὶ μὴ βίᾳ κατάρξειν, ἀλλὰ πειθοῖ προσάξεσθαι. Τὸ μὲν γὰρ ἀκούσιον, πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ μόνιμον· φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ τὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸ πάλιν ἀφεθὲν ἀνατρέχειν· τὸ δ᾽ ἐκ προαιρέσεως ἐννομώτατόν τε ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον.

Ὅθεν δὴ καὶ μάλιστα ποιμαίνειν τὸ ποίμνιον ἑκουσίως, ἀλλὰ μὴ ἀναγκαστῶς, ὁ ἡμέτερος διακελεύεται νόμος καὶ νομοθέτης. ΙϚʹ. Ἀλλ᾽ ἔστω τις μήτε κακὸς, καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον· οὐχ ὁρῶ, τίνα λαβὼν ἐπιστήμην, ἢ ποίᾳ δυνάμει πιστεύσας, ταύτην ἂν θαῤῥοίη τὴν προστασίαν· τῷ ὄντι γὰρ αὕτη μοι φαίνεται τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν, τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον.

Γνοίη δ᾽ ἄν τις τῇ τῶν σωμάτων θεραπείᾳ, τὴν τῶν ψυχῶν ἰατρείαν ἀντεξετάσας· καὶ ὅσῳ μὲν ἐργώδης ἐκείνη καταμαθὼν, ὅσῳ δὲ ἡ καθ᾽ ἡμᾶς ἐργωδεστέρα προσεξετάσας, καὶ τῇ φύσει τῆς ὕλης, καὶ τῇ δυνάμει τῆς ἐπιστήμης, καὶ τῷ τέλει τῆς ἐνεργείας τιμιωτέρα. Ἡ μὲν γὰρ περὶ σώματα πονεῖται, καὶ τὴν ἐπίκηρον ὕλην καὶ κάτω ῥέουσαν, πάντως λυθησομένην καὶ πεισομένην τὸ ἑαυτῆς, κἂν νῦν τῇ συμμαχίᾳ τῆς τέχνης κατακρατήσῃ τῆς ἐν αὐτῇ στάσεως· ἢ γὰρ νόσος ἢ χρόνος ἔλυσεν, εἴξασαν τῇ φύσει, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερβαίνουσαν.

ΙΖʹ. Τῇ δὲ περὶ ψυχὴν ἡ σπουδὴ, τὴν ἐκ Θεοῦ καὶ θείαν, καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, καὶ πρὸς ἐκείνην ἐπειγομένην, εἰ καὶ τῷ χείρονι συνεδέθη· τάχα μὲν καὶ δι᾽ ἄλλας αἰτίας, ἃς μόνος οἶδεν ὁ συνδήσας Θεὸς, καὶ εἴ τις ἐκ Θεοῦ τὰ τοιαῦτα ἐσοφίσθη μυστήρια· ὅσον δ᾽ οὖν ἐμὲ γινώσκειν καὶ τοὺς κατ᾽ ἐμὲ, δυοῖν ἕνεκεν· ἑνὸς μὲν, ἵνα δι᾽ ἀγῶνος καὶ πάλης, τῆς πρὸς τὰ κάτω, τῆς ἄνω δόξης κληρονομήσειεν, ὥσπερ χρυσὸς πυρὶ, τοῖς τῇδε βασανισθεῖσα, καὶ ἀρετῆς ἆθλον, ἀλλὰ μὴ Θεοῦ δῶρον μόνον ἔχῃ τὰ ἐλπιζόμενα· καὶ τοῦτο δὲ ἦν ἄρα τῆς ἄκρας ἀγαθότητος, ποιῆσαι τὸ ἀγαθὸν καὶ ἡμέτερον, οὐ φύσει μόνον κατασπειρόμενον, ἀλλὰ καὶ προαιρέσει γεωργούμενον, καὶ τοῖς ἐπ᾽ ἄμφω τοῦ αὐτεξουσίου κινήμασιν· ἑτέρου δὲ ὡς ἂν καὶ τὸ χεῖρον ἑλκύσειε πρὸς ἑαυτὴν καὶ ἄνω θείη, λύσασα κατὰ μικρὸν τῆς παχύτητος· ἵν᾽, ὅπερ ἐστὶ Θεὸς ψυχῇ, τοῦτο ψυχὴ σώματι γένηται παιδαγωγήσασα δι᾽ ἑαυτῆς τὴν ὑπηρέτιν ὕλην, καὶ οἰκειώσασα Θεῷ τὸ ὁμόδουλον.

ΙΗʹ. Χώρας, καὶ καιροὺς, καὶ ἡλικίας, καὶ ὥρας, καὶ τὰ τοιαῦτα ὁ ἰατρὸς ἐπισκέψεται· φαρμακεύσει τε καὶ διαιτήσει, καὶ τηρήσει τὰ βλαβερὰ, ὡς ἂν μὴ ἀντιβῆναι τῇ τέχνῃ τὰς τῆς ἀῤῥωστίας ἐπιθυμίας· καί που καὶ καύσεσι, καὶ τομαῖς, καὶ τοῖς αὐστηροτέροις τῆς θεραπείας, ἔστιν ὅτε καὶ ἐφ᾽ ὧν χρήσεται· ὧν οὔπω τοσοῦτον οὐδὲν, κἂν ἐπίπονα σφόδρα καὶ χαλεπὰ φαίνηται, ὅσον ἤθη, καὶ πάθη, καὶ βίους, καὶ προαιρέσεις, καὶ εἴ τι ἄλλο τοιοῦτο τῶν ἐν ἡμῖν, κατοπτεῦσαί τε καὶ ἰατρεῦσαι, καὶ πᾶν ὅσον θηριῶδες καὶ ἄγριον ἐξορίσαντας τῆς συζυγίας τῆς ἡμετέρας, πᾶν ὅσον ἥμερον καὶ Θεῷ φίλον ἀντεισαγαγεῖν τε καὶ βεβαιώσασθαι, καὶ βραβεῦσαι δικαίως ψυχῇ τε καὶ σώματι· μὴ τῷ χείρονι τὸ κρεῖττον δυναστεύεσθαι συγχωρήσαντας, ἥπερ ἀδικιῶν ἡ μεγίστη· τῷ δὲ ἄρχοντι καὶ ἡγεμονικῷ τὸ τῇ φύσει δεύτερον ὑποτάξαντας· ὥσπερ δὴ νόμος θεῖος, καὶ κάλλιστα ἔχων ἐπὶ πάσης αὐτοῦ τῆς κτίσεως, ὅση τε ὁρατὴ, καὶ ὅση ὑπὲρ τὴν αἴσθησιν.

ΙΘʹ. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι ἐκείνων μὲν ἕκαστον ὧν ἀπηριθμησάμην ὡς τῷ θεραπευτῇ τηρουμένων ὅπως ἔχει φύσεως, οὕτω μένει καὶ οὐδὲν ἀντιτεχνᾶται παρ᾽ ἑαυτοῦ πανούργως, οὐδ᾽ ἀντισοφίζεται τοῖς παρὰ τῆς τέχνης προσαγομένοις· ἀλλὰ καὶ περιΐστησι μᾶλλον τὴν ὕλην ἡ ἰατρεία· πλὴν εἴ που βραχεῖά τις παρεμπέσοι τοῦ κάμνοντος ἀταξία, ἣν καὶ φυλάξαι καὶ ἀνακόψαι οὐ χαλεπόν.

Ἡμῖν δὲ ἡ σύνεσις καὶ τὸ φίλαυτον, καὶ τὸ νικᾶσθαι ῥᾳδίως μήτ᾽ εἰδέναι, μήτ᾽ ἀνέχεσθαι, μέγιστον πρὸς ἀρετήν ἐστιν ἐμπόδιον, καὶ οἷόν τις παράταξις κατὰ τῶν συμμαχούντων γίνεται· καὶ ὅσην εἰσφέρειν ἔδει σπουδὴν γυμνοῦν τὴν νόσον τοῖς θεραπεύουσι, τοσαύτην ὥστε τὴν ἰατρείαν φεύγειν εἰσφερόμεθα, καί ἐσμεν ἀνδρεῖοι καθ᾽ ἑαυτῶν, καὶ κατὰ τῆς ὑγείας ἡμῶν ἐπιστήμονες.

Κʹ. Ἢ γὰρ δουλοπρεπῶς τὴν ἁμαρτίαν ἐκλέψαμεν, ὥσπερ τι πάθος ὕπουλον καὶ κακόηθες ἐν τῷ βάθει τῆς ψυχῆς συγκαλύπτοντες, ὡς καὶ τὸν μέγαν λήσοντες ὀφθαλμὸν τοῦ Θεοῦ καὶ τῆς δίκης, ἂν τοὺς ἀνθρώπους λάθωμεν· ἢ προφασιζόμεθα προφάσεις ἐν ἁμαρτίαις, λόγους συνηγόρους τοῖς πάθεσιν ἀνευρίσκοντες· ἢ τὰς ἀκοὰς ἀποφράξαντες ἀσπίδος κωφῆς καὶ τὰ ὦτα βυούσης τρόπον, μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων φιλονεικοῦμεν, μηδὲ φαρμακευθῆναι σοφίας φαρμάκοις, οἷς ἀῤῥωστία ψυχῆς θεραπεύεται· ἢ τὸ τελευταῖον, οἵ γε τολμηρότεροι ἡμῶν καὶ γενναιότεροι, καὶ φανερῶς ἀναισχυντοῦμεν πρός τε τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης θεραπευτὰς, γυμνῇ τῇ κεφαλῇ, τὸ δὴ λεγόμενον, χωροῦντες πρὸς πᾶσαν παρανομίαν· ὢ τῆς παραπληξίας, ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνομα! καὶ οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόμενοι· καὶ οἰόμεθα μᾶλλον πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι μάλιστα ἡμᾶς αὐτοὺς κακῶς δράσωμεν, ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόμενοι τὰς τῶν πέλας δαπανᾷν νομίζοντες.

ΚΑʹ. Ταῦτά ἐστιν, οἷς ἐγὼ τὴν καθ᾽ ἡμᾶς ἰατρικὴν τῆς περὶ τὰ σώματα ἐργωδεστέραν τίθεμαι μακρῷ, καὶ διὰ τοῦτο τιμιωτέραν· καὶ ὅτι ἐκείνῃ μὲν, ὀλίγα τῶν ἐν τῷ βάθει κατοπτευούσῃ, περὶ τὸ φαινόμενον ἡ πλείων τῆς πραγματείας· ἡμῖν δὲ περὶ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον ἡ πᾶσα θεραπεία τε καὶ σπουδὴ, καὶ πρὸς τὸν ἔνδοθεν ἡμῖν ἀντιπολεμοῦντα καὶ ἀντιπαλαίοντα ἡ μάχη, ὃς ἡμῖν αὐτοῖς ὅπλοις καθ᾽ ἡμῶν χρώμενος, τὸ δεινότατον, τῷ τῆς ἁμαρτίας θανάτῳ δίδωσι. Πρὸς οὖν ταῦτα πολλῆς μὲν καὶ παντελοῦς τῆς πίστεως, μείζονος δὲ τῆς παρὰ Θεοῦ συνεργίας, οὐκ ὀλίγης δὲ τῆς ἡμετέρας ἀντιτεχνήσεως (ὥς γε ἐμαυτὸν πείθω), χρεία, τῆς καὶ λόγῳ καὶ ἔργῳ θεωρουμένης, εἰ δεῖ καλῶς ἡμῖν θεραπεύεσθαι καὶ ἀποκαθαίρεσθαι, καὶ ὡς πλείστου ἀξίας εἶναι, τὸ τιμιώτατον ὧν ἔχομεν, τὰς ψυχάς.

ΚΒʹ. Τά γε μὴν ἀμφοτέρων τῶν θεραπειῶν τέλη, τοῦτο γὰρ ἡμῖν εἰς τὴν ἐξέτασιν ἔτι λείπεται, τῇ μὲν ὑγίειαν, ἢ εὐεξίαν σαρκὸς, ἢ οὖσαν φυλάξαι, ἢ ἀπελθοῦσαν ἀνακαλέσασθαι, ὧν οὔπω δῆλον, εἴ τι συνοίσει τοῖς κεκτημένοις· ἐπεὶ καὶ τὰ ἐναντία πολλάκις πλείω τοὺς ἔχοντας ὤνησεν, ὥσπερ πενίαι τε καὶ πλοῦτοι, δόξαι τε καὶ ἀδοξίαι, ταπεινότητες καὶ λαμπρότητες, καὶ ὅσα ἐν μέσῳ κείμενα κατὰ τὴν φύσιν, καὶ οὐδὲν μᾶλλον τῇδε ἢ τῇδε νεύοντα, τῇ χρήσει καὶ τῇ προαιρέσει τῶν κεκτημένων τὸ βέλτιον ἢ τὸ χεῖρον λαμβάνει· τῇ δὲ τὸ προκείμενον πτερῶσαι ψυχὴν, ἁρπάσαι κόσμου, καὶ δοῦναι Θεῷ, καὶ τὸ κατ᾽ εἰκόνα ἢ μένον τηρῆσαι, ἢ κινδυνεῦον χειραγωγῆσαι, ἢ διαῤῥυὲν ἀνασώσασθαι, εἰσοικίσαι τε τὸν Χριστὸν ἐν ταῖς καρδίαις διὰ τοῦ Πνεύματος· καὶ τὸ κεφάλαιον, Θεὸν ποιῆσαι, καὶ τῆς ἄνω μακαριότητος, τὸν τῆς ἄνω συντάξεως.

ΚΓʹ. Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος· τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται· τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός· τοῦτο ἡ κενωθεῖσα θεότης· τοῦτο ἡ προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν, καὶ δι᾽ ἐνὸς ἀμφότερα.

Διὰ τοῦτο Θεὸς σαρκὶ διὰ μέσης ψυχῆς ἀνεκράθη, καὶ συνεδέθη τὰ διεστῶτα τῇ πρὸς ἄμφω τοῦ μεσιτεύοντος οἰκειότητι· καὶ πάντα ὑπὲρ πάντων ἦλθεν εἰς ἓν, καὶ ὑπὲρ ἑνὸς τοῦ προπάτορος· ἡ ψυχὴ διὰ τὴν παρακούσασαν, ἡ σὰρξ διὰ τὴν ὑπουργήσασαν καὶ συγκατακριθεῖσαν· ἡ μὲν ψυχὴν, ἡ δὲ σάρκα· ὁ Χριστὸς διὰ τὸν Ἀδὰμ τὸν γενόμενον ὑπὸ τὴν ἁμαρτίαν, ὁ κρείττων ἁμαρτίας καὶ ὑψηλότερος.

ΚΔʹ. Διὰ τοῦτο ἀντεισήχθη τῷ παλαιῷ τὸ νέον· καὶ διὰ πάθους ὁ παθὼν ἀνεκλήθη, καὶ ὑπὲρ ἑκάστου τῶν ἡμετέρων ἕκαστον τοῦ ὑπὲρ ἡμᾶς ἀντεδόθη· καὶ γέγονε καινὸν μυστήριον ἡ περὶ τὸν πεσόντα δι᾽ ἀπείθειαν ἐκ φιλανθρωπίας οἰκονομία. Διὰ τοῦτο γέννησις καὶ Παρθένος· διὰ τοῦτο φάτνη καὶ Βηθλεέμ· ἡ γέννησις ὑπὲρ τῆς πλάσεως· ἡ Παρθένος ὑπὲρ τῆς γυναικός· ἡ Βηθλεὲμ διὰ τὴν Ἐδέμ· ἡ φάτνη διὰ τὸν παράδεισον· τὰ μικρὰ καὶ φαινόμενα ὑπὲρ τῶν μεγάλων καὶ κρυπτομένων. Διὰ τοῦτο ἄγγελοι δοξάζοντες τὸν οὐράνιον, εἶτα ἐπίγειον· καὶ ποιμένες δόξαν ὁρῶντες ἐπὶ τῷ ἀμνῷ καὶ ποιμένι· καὶ ἀστὴρ ἠγούμενος, καὶ μάγοι προσπίπτοντες καὶ δωροφοροῦντες, ἵν᾽ εἰδωλολατρεία καταλυθῇ. Διὰ τοῦτο Ἰησοῦς βαπτιζόμενος, καὶ ἄνωθεν μαρτυρούμενος, καὶ νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν νικήσαντα.

Διὰ τοῦτο δαίμονες ἐλαυνόμενοι, καὶ νόσοι θεραπευόμεναι, καὶ τὸ μέγα κήρυγμα μικροῖς ἐγχειριζόμενον καὶ κατορθούμενον. ΚΕʹ. Διὰ τοῦτο ἔθνη φρυασσόμενα, καὶ λαοὶ μελετῶντες κενά· διὰ τοῦτο ξύλον κατὰ τοῦ ξύλου, καὶ κατὰ τῆς χειρὸς χεῖρες, τῆς ἀκρατῶς ἐκταθείσης αἱ γενναίως ταθεῖσαι· τῆς ἀνειμένης αἱ τοῖς ἥλοις δεθεῖσαι· τῆς ἐκβαλούσης Ἀδὰμ αἱ τὰ πέρατα οἰκειούμεναι. Διὰ τοῦτο ὕψος κατὰ τοῦ πτώματος· καὶ χολὴ κατὰ τῆς γεύσεως, καὶ στέφανος ἀκάνθινος κατὰ τοῦ πονηροῦ κράτους, καὶ θάνατος κατὰ τοῦ θανάτου, καὶ σκότος ὑπὲρ τοῦ φωτὸς, καὶ ταφὴ κατὰ τῆς εἰς γῆν ἀποστροφῆς, καὶ ἀνάστασις ὑπὲρ τῆς ἀναστάσεως. Ταῦτα πάντα παιδαγωγία τις ἦν περὶ ἡμᾶς τοῦ Θεοῦ, καὶ τῆς ἀσθενείας ἰατρεία τῆς ἡμετέρας, τὸν παλαιὸν Ἀδὰμ ὅθεν ἐξέπεσεν ἐπανάγουσα, καὶ τῷ ξύλῳ τῆς ζωῆς προσάγουσα, οὗ τὸ ξύλον ἡμᾶς τῆς γνώσεως, οὐ κατὰ καιρὸν, οὐδ᾽ ἐπιτηδείως μεταληφθὲν, ἠλλοτρίωσε.

ΚϚʹ. Ταύτης ἡμεῖς τῆς θεραπείας ὑπηρέται καὶ συνεργοὶ, ὅσοι τῶν ἄλλων προκαθεζόμεθα· οἷς μέγα μὲν τὸ τὰ ἴδια πάθη καὶ ἀῤῥωστήματα καὶ γινώσκειν καὶ θεραπεύειν· μᾶλλον δὲ οὔπω μέγα, πλὴν τοῦτο λέγειν ἡμᾶς ἡ τῶν πολλῶν κακία πεποίηκε, τῶν ἐπὶ ταύτης ὄντων τῆς τάξεως· πολλῷ δὲ μεῖζον τὸ τὰ τῶν ἄλλων ἰᾶσθαι δύνασθαι καὶ ἀνακαθαίρειν ἐπιστημόνως, καὶ ὡς ἂν ἀμφοτέροις λυσιτελοίη, τοῖς τε τῆς θεραπείας χρῄζουσι καὶ τοῖς ἰατρεύειν πεπιστευμένοις.

ΚΖʹ. Εἶτα οἱ μὲν τῶν σωμάτων θεραπευταὶ πόνους τε καὶ ἀγρυπνίας καὶ φροντίδας, ἃς ἴσμεν, ἕξουσι· καὶ τὸ ἐπ᾽ ἀλλοτρίαις συμφοραῖς ἰδίας καρποῦσθαι λύπας, ὡς ἔφη τις τῶν παρ᾽ ἐκείνοις σοφῶν· καὶ τὰ μὲν αὐτοὶ μοχθοῦντες καὶ ἀνευρίσκοντες, τὰ δὲ παρ᾽ ἄλλων ἐρανιζόμενοι καὶ συνεισφέροντες προσοίσουσι τοῖς δεομένοις· καὶ οὐδὲν οὕτω μικρὸν αὐτοῖς ἢ εὑρεθὲν ἢ διαφυγὸν, οὐδὲ τῶν ἐλαχίστων, ὡς μὴ μέγα πρὸς τὴν τῆς ὑγιείας ῥοπὴν, ἢ τοῦ κινδύνου τοὐναντίον ὑποληφθῆναι· καὶ ταῦτα ὑπὲρ τίνος; ἵν᾽ ἄνθρωπος ζήσῃ πλείους τὰς ἐπὶ γῆν ἡμέρας, καὶ οὗτος οὐδὲ τῶν ἐπιεικῶν ἴσως, ἀλλὰ καὶ τῶν μοχθηροτάτων, ᾧ τὸ πάλαι τεθνάναι ἴσως ἄμεινον ἦν, ὄντι κακῷ, ἵνα τοῦ μεγίστου τῶν ἀῤῥωστημάτων, τῆς κακίας, ἀπαλλαγῇ· εἰ δὲ καὶ τῶν καλῶν θείημεν, ἐπὶ πόσον βιωσομένῳ; τὸν ἅπαντα χρόνον; ἢ τί τῆς ἐνταῦθα κερδανοῦντι ζωῆς, ἧς τὸ λυθῆναι ζητεῖν, τῶν καλῶν τὸ πρῶτον καὶ ἀσφαλέστατον, καὶ ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος;

ΚΗʹ. Ἡμῖν δὲ, οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς, τῆς μακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα κολασθησομένης, ἢ ἐπαινεθησομένης, διὰ κακίαν ἢ ἀρετὴν, πόσον χρὴ δοκεῖν εἶναι τὸν ἀγῶνα, ἢ ὅσης δεῖν τῆς ἐπιστήμης ἰατρεῦσαι καλῶς, ἢ ἰατρευθῆναι, καὶ τὴν ζωὴν μεταθέσθαι, καὶ δοῦναι τὸν χοῦν τῷ πνεύματι; Οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτε ὁρμῶν, οὔτε τὸ θῆλυ τῷ ἄῤῥενι, οὔτε γήρᾳ νεότης, οὔτε πενίᾳ πλοῦτος, οὔτε εὐθυμῶν ἀθυμοῦντι, οὔτε ὁ κάμνων τῷ ὑγιαίνοντι, ἄρχοντές τε καὶ ἀρχόμενοι, σοφοί τε καὶ ἀμαθεῖς, δειλοί τε καὶ θρασεῖς, ὀργίλοι καὶ πρᾶοι, κατορθοῦντες καὶ πίπτοντες.

ΚΘʹ. Κἂν ἔτι ἀκριβῶς ἐξετάσῃς, ὅσον τὸ μέσον τῶν ἐν συζυγίαις πρὸς τοὺς ἀγάμους, κἂν τούτοις πάλιν τῶν τῆς ἐρημίας πρὸς τοὺς κοινωνικοὺς καὶ μιγάδας· τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ πρὸς τοὺς ἁπλῶς κατευθύνοντας, ἀστικῶν τε αὖ καὶ τῶν ἐκ τῆς ἀγροικίας, ἀκεραιοτέρων τε καὶ πανουργοτέρων, τῶν ἐν πράγμασι πρὸς τοὺς ἡσυχάζοντας, τῶν μεταβολῇ πληγέντων πρὸς τοὺς εὐδρομοῦντας καὶ ἀμαθεῖς τοῦ χείρονος· τούτων γὰρ ἕκαστοι πλεῖον ἀλλήλων ἔστιν ὅτε ταῖς ἐπιθυμίαις καὶ ταῖς ὁρμαῖς ἢ κατὰ τὰς τῶν σωμάτων ἰδέας διαφέροντες· εἰ δὲ βούλει, τὰς τῶν στοιχείων μίξεις καὶ κράσεις, ἐξ ὧν συνεστήκαμεν, οὐ ῥᾴστην ἔχουσι τὴν οἰκονομίαν.

Λʹ. Ἀλλ᾽ ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν τε καὶ τροφὴν προσφέρονται, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπεύονται. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη· τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς, καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον· οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ πνεύματι, καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ἂν ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος.

ΛΑʹ. Τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ψόγος, ἀμφότερα μετὰ τοῦ καιροῦ· ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὕτη, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην νουθετουμένους.

Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίᾳ νουθετημάτων, πλήθους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ πρὸς τὴν ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπείθειαν.

ΛΒʹ. Τῶν μὲν πάντα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον μέχρι καὶ τῶν μικροτάτων, ὅσους τὸ οἴεσθαι λανθάνειν (ἐπειδὴ τοῦτο τεχνάζουσιν) ὡς σοφωτέρους ἐφύσησε· τῶν δ᾽ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν, κατὰ τὴν παροιμίαν, ἵνα μὴ πρὸς ἀπόνοιαν αὐτοὺς ἐρεθίζωμεν, τῷ φιλοπόνῳ τῶν ἐλέγχων καταβαπτίζοντες, καὶ τέλος πρὸς πάντα ποιήσωμεν τολμηροὺς, τὸ τῆς πειθοῦς φάρμακον τὴν αἰδῶ διαλύσαντες.

Καὶ μέντοι καὶ ὀργιστέον τισὶν, οὐκ ὀργιζομένους· καὶ ὑπεροπτέον, οὐχ ὑπερορῶντας· καὶ ἀπογνωστέον, οὐκ ἀπογινώσκοντας, ὅσων τοῦτο ἡ φύσις ἐπιζητεῖ. Καὶ ἄλλους ἐπιεικείᾳ θεραπευτέον καὶ ταπεινότητι, καὶ τῷ συμπροθυμεῖσθαι δὴ περὶ τὰς χρηστοτέρας ἐλπίδας. Καὶ τοὺς μὲν νικᾷν, τῶν δὲ ἡττᾶσθαι πολλάκις λυσιτελέστερον· καὶ τῶν μὲν εὐπορίαν καὶ δυναστείαν, τῶν δὲ πενίαν ἢ δυσπραγίαν, ἢ ἐπαινεῖν ἢ ἀπεύχεσθαι.

ΛΓʹ. Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἀρετῆς ἔχει καὶ τῆς κακίας, τὴν μὲν καλλίστην εἶναι καὶ ὠφελιμωτάτην ἀεὶ καὶ πᾶσι, τὴν δὲ χειρίστην τε καὶ βλαβερωτάτην· οὕτω καὶ τῆς φαρμακείας τῆς ἡμετέρας, ἕν τι καὶ τὸ αὐτὸ ὑγιεινότατον, ἢ ἐπισφαλέστατον ἀεὶ καὶ τοῖς αὐτοῖς ἀποδέδεικται· οἷον τὸ αὐστηρὸν, ἢ τὸ πρᾶον, ἢ τῶν ἄλλων ὧν ἀπηριθμησάμην ἕκαστον. Ἀλλὰ τοῖς μὲν τοῦτο καλὸν καὶ χρήσιμον, τοῖς δὲ τοὐναντίον πάλιν, ὅπως ἂν, οἶμαι, συμπίπτωσιν οἵ τε καιροὶ καὶ τὰ πράγματα, καὶ ὁ τῶν θεραπευομένων ἐπιδέχηται τρόπος. Ἃ πάντα μὲν διελέσθαι λόγῳ, καὶ συνιδεῖν ἐπὶ τὸ ἀκριβέστατον, ὥστε καὶ κεφαλαίῳ τὴν θεραπείαν περιλαβεῖν ἀμήχανον, κἂν ἐπὶ πλεῖστον ἐξίκηταί τις ἐπιμελείας τε καὶ συνέσεως· ἐπὶ δὲ τῆς πείρας αὐτῆς καὶ τῶν πραγμάτων τῷ θεραπευτῇ λόγῳ καὶ ἀνδρὶ καταφαίνεται.

ΛΔʹ. Καθόλου δὲ ἡμῖν ἐκεῖνο γνώριμον, ὅτι, καθάπερ τοῖς ἐπὶ κάλου μετεώρου καὶ ὑψηλοῦ βαίνουσι τῇδε ἢ τῇδε ἀποκλῖναι οὐκ ἀσφαλὲς, οὐδὲ εἰς μικρὸν φέρουσα ἡ ῥοπὴ, κἂν μικρὰ φαίνηται, ἀσφάλεια δὲ αὐτοῖς ἡ ἰσοῤῥοπία καθίσταται· οὕτω κἀν τούτοις ὁποτέρωσε νεύσῃ τις, εἴτε διὰ κακίαν, εἴτε δι᾽ ἀμάθειαν, κίνδυνος οὐχ ὁ τυχὼν αὐτῷ τε καὶ τοῖς ἀγομένοις τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀλλ᾽ ὁδῷ βασιλικῇ πορευτέον ὄντως, καὶ περισκεπτέον, μήτε εἰς δεξιὰ μήτε εἰς ἀριστερὰ, καθὼς αἱ Παροιμίαι φασὶν, ἐκκλίνοντας. Οὕτω μὲν δὴ τὰ τῶν παθῶν ἔχει τῶν ἡμετέρων, καὶ τοσοῦτον ἐνταῦθα τὸ ἔργον τῷ ἀγαθῷ ποιμένι, τῷ γνωστῶς γνωσομένῳ ψυχὰς ποιμνίου, καὶ ἀφηγησομένῳ κατὰ λόγον ποιμαντικῆς, τῆς γε ὀρθῆς καὶ δικαίας, καὶ τοῦ ἀληθινοῦ ποιμένος ἡμῶν ἀξίας.