Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και τα αίτια της φυγής

Εισαγωγή στην απολογία του συγγραφέα, η σημασία της ιεραρχίας στην Εκκλησία και ο βαθύς πόθος για τον αναχωρητικό βίο ως βασικό αίτιο της φυγής του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 8

ΛΟΓΟΣ Βʹ. Τοῦ αὐτοῦ ἀπολογητικὸς τῆς εἰς τὸν Πόντον φυγῆς ἕνεκεν, καὶ αὖθις ἐπανόδου ἐκεῖθεν, μετὰ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν, ἐν ᾧ τί τὸ τῆς ἱερωσύνης ἐπάγγελμα. Αʹ· Ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ· ὑπετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν· ὁ γάρ μοι μακαριώτατος Δαβὶδ ἀρχέτω τοῦ λόγου· μᾶλλον δὲ ὁ ἐν τῷ Δαβὶδ φθεγξάμενος, καὶ εἰσέτι καὶ νῦν δι᾽ αὐτοῦ φθεγγόμενος. Ἐπειδὴ καὶ τάξις ἀρίστη παντὸς ἀρχομένῳ καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι.

Τὸ δὲ αἴτιον ἢ τῆς πρωτοῦ στάσεως καὶ ὀλιγοψυχίας, δι᾽ ἣν ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἀφ᾽ ὑμῶν χρόνον οὐ μικρὸν ἴσως τοῖς γε ποθοῦσιν, ἢ τῆς νῦν ἡμερότητος καὶ μεταβολῆς, δι᾽ ἣν αὖθις ἐμαυτὸν ἔδωκα φέρων ὑμῖν, ἄλλος μὲν ἄλλο τι οἰέσθω τε καὶ λεγέτω τῶν ἢ μισούντων ἢ ἀγαπώντων ἡμᾶς· ὁ μὲν οὐκ ἀφιεὶς αἰτίας, ὁ δὲ καὶ προσαποδεχόμενος· οὐδὲν γὰρ οὕτως ἡδὺ τοῖς ἀνθρώποις ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ μάλιστα ἐὰν τύχωσιν ὑπ᾽ εὐνοίας τινὸς ἢ μίσους ἑλκόμενοι, ὑφ᾽ ὧν καὶ φιλεῖ κλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια.

Ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω, μηδὲν αἰσχυνθεὶς, καὶ διαιτήσω δικαίως ἀμφοτέροις τοῖς μέρεσιν, ὅσοι τε κατηγοροῦσιν ἡμῶν, καὶ ὅσοι ὑπεραπολογοῦνται προθύμως· τὸ μέν τι κατηγορήσας ἐμαυτοῦ, τὸ δὲ ὑπεραπολογησάμενος.

Βʹ. Καὶ ἵνα γε καθ᾽ ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶ τῆς δειλίας προτέρας οὔσης καὶ διαλέξομαι· οὐδὲ γὰρ ἀνέχομαι πλήττεσθαί τινας ἐν ἐμοὶ τῶν πάντα τηρούντων ἐπιμελῶς τὰ ἡμέτερα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα· ἐπειδή τι τὸ καθ᾽ ἡμᾶς εἶναι Χριστιανοῖς εὐδόκησεν ὁ Θεὸς, καὶ τοὺς ἤδη πεπληγότας, εἴπερ τινὲς εἰσὶ, διὰ τῆς ἀπολογίας ἰάσομαι· καλὸν γὰρ μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον, ἕως ἂν οἷόν τε ᾖ, καὶ ὁ λόγος αἱρῇ, τιθέναι πρόσκομμα τοῖς πολλοῖς ἢ σκάνδαλον· εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν ἴσμεν ὅπως ἀπαραίτητος καὶ βαρυτάτη παρὰ τοῦ ἀψευδοῦς ἡ τιμωρία.

Γʹ. Ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαίδευτος καὶ ἀσύνετος, ἀλλὰ μᾶλλον, ἵνα καὶ μικρόν τι καυχήσωμαι, οὔτε ὡς ὑπερόπτης τῶν θείων νόμων καὶ διατάξεων. Ὅτι καθάπερ ἐν σώματι τὸ μέν τι ἄρχον ἐστὶ καὶ οἷον προκαθεζόμενον, τὸ δὲ ἀρχόμενον καὶ ἀγόμενον· οὕτω κἀν ταῖς Ἐκκλησίαις διέταξεν ὁ Θεὸς ἰσότητος νόμῳ τῆς ἐχούσης τὸ κατ᾽ ἀξίαν, ἢ καὶ προνοίας, ᾗ τὰ πάντα συνέδησε, τοὺς μὲν ποιμαίνεσθαί τε καὶ ἄρχεσθαι, ὅσοις τοῦτο λυσιτελέστερον, καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸ δέον ἰθυνομένους· τοὺς δὲ εἶναι ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς Ἐκκλησίας, ὅσοι τῶν πολλῶν εἰσιν ἀνωτέρω κατ᾽ ἀρετὴν καὶ τὴν πρὸς τὸν Θεὸν οἰκείωσιν, λόγον ψυχῆς πρὸς σῶμα, ἢ νοῦ πρὸς ψυχὴν ἐπέχοντας· ἵν᾽ ἀμφότερα συντεθέντα ἀλλήλοις καὶ συγκραθέντα, τό τε ὑστεροῦν καὶ τὸ πλεονάζον, ὥσπερ ἐν μέλεσι, καὶ τῇ ἁρμονίᾳ τοῦ πνεύματος συμβιβασθέντα καὶ συνδεθέντα ἓν ἄρτιον ἀποδειχθῇ σῶμα, καὶ αὐτοῦ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν ὄντως ἄξιον.

Δʹ. Οὔτε οὖν τοῖς ἄλλοις ἀναρχίαν καὶ ἀταξίαν λυσιτελεστέραν οἶδα τάξεως καὶ ἀρχῆς, οὔτε ἀνθρώποις· ἀλλὰ τούτοις καὶ πάντων οὐχ ἥκιστα, ὅσῳ καὶ περὶ μειζόνων αὐτοῖς ὁ κίνδυνος· οἷς μέγα, κἂν εἰ τὸ πρῶτον τοῦ λόγου μὴ σώζοιεν, τὸ μηδὲν ἁμαρτάνειν, ἀλλὰ τό γε δεύτερον ἐκείνου, τὸ ἁμαρτάνοντας ἐπανάγεσθαι. Ἐπειδὴ τοῦτο καλὸν ἐφάνη καὶ δίκαιον, ἴσον ἐμοὶ κακὸν καὶ ὁμοίως ἄτακτον, πάντας τε ἄρχειν ἐθέλειν, καὶ μηδένα δέχεσθαι· ὡς, εἴ γε πάντες φεύγοιεν ταύτην τὴν εἴτε λειτουργίαν χρὴ λέγειν, εἴτε ἡγεμονίαν, χωλεύοι ἂν τῷ μεγίστῳ μέρει, καὶ οὐδ᾽ ἂν καλὸν ἔτι μένοι τὸ καλὸν τῆς Ἐκκλησίας πλήρωμα. Ποῦ δ᾽ ἂν ἔτι καὶ παρὰ τίνων θρησκεύοιτο ἡμῖν ὁ Θεὸς τὰ μυστικὰ καὶ ἄνω φέροντα, ὃ δὴ μέγιστόν ἐστι τῶν ἡμετέρων καὶ τιμιώτατον, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐδὲ ἱερατείας, οὐδὲ θυσίας, οὐδ᾽ ὅσα ὡς μέγιστα ἐπὶ μεγάλοις τοῖς πταίσμασιν, οἱ πάλαι ἀπειθεῖς κατεκρίθησαν;

Εʹ. Ἀλλ᾽ οὐδὲ ξένον τι καὶ ἀπὸ τρόπου τοῖς πολλοῖς τὰ θεῖα φιλοσοφοῦσιν ἐπὶ τὸ ἄρχειν ἀναβαίνειν ἀπὸ τοῦ ἄρχεσθαι, οὐδὲ ἔξω τῶν νενομισμένων τῆς φιλοσοφίας ὅρων, καὶ φέρον εἰς ὄνειδος· ὥσπερ οὐδὲ ναύτῃ τῶν εὐδοκίμων τὸ πρωρατεῦσαι, καὶ πρωρεῖ καλῶς τοὺς ἀνέμους τηρήσαντι τὸ πιστευθῆναι τοὺς οἴακας· εἰ δὲ βούλει, στρατιώτῃ γενναίῳ τὸ ταξιαρχῆσαι, καὶ ταξιάρχῃ καλῷ τὸ στρατηγῆσαί τε καὶ πολέμου παντὸς ἡγεμονίαν ἐγχειρισθῆναι. Οὐ μὴν οὐδ᾽, ὅπερ ἂν ὑπολάβοι τις ἴσως τῶν πάντα ἀτόπων καὶ μοχθηρῶν, οἳ κρίνουσι τὰ τῶν ἄλλων τοῖς οἰκείοις πάθεσιν, ᾐσχύνθην τοῦ βαθμοῦ τὴν τάξιν ἐπιθυμίᾳ τῆς μείζονος· οὐχ οὕτως ἐγὼ ἢ τοῦ θείου μεγέθους, ἢ τῆς ἀνθρωπίνης ταπεινώσεως ἄπειρος, ὡς μὴ μέγα νομίζειν πάσῃ γενητῇ φύσει, καὶ ὁπωσοῦν πλησιάζειν Θεῷ τῷ μόνῳ φανοτάτῳ καὶ λαμπροτάτῳ, καὶ ὑπερέχοντι πάσης ὑλικῆς τε καὶ ἀΰλου φύσεως καθαρότητι.

Ϛʹ. Τί οὖν ἐστιν ὃ πέπονθα; καὶ τίς ὁ λόγος τῆς ἐμῆς ἀπειθείας; Οὐδὲ γὰρ ἔδοξα τοῖς πολλοῖς ἐν ἐμαυτῷ τότε μένειν, οὐδ᾽ εἶναι ὥσπερ ἐγινωσκόμην, ἀλλ᾽ ἕτερος ἐξ ἑτέρου τις γεγονέναι, καὶ πλέον ἢ καλῶς εἶχεν ἀντιτείνειν καὶ αὐθαδιάζεσθαι.

Τούτου δὴ τὰς αἰτίας ἀκούοιτ᾽ ἂν ἤδη πάλαι ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ πληγεὶς, ὥσπερ οἱ τοῖς αἰφνιδίοις τῶν ψόφων καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς· καὶ διὰ τοῦτο ἔλυσα τὴν αἰδῶ, πάντα τὸν χρόνον ταύτῃ συνειθισμένος. Ἔπειτά μέ τις ὑπεισῄει ἔρως τοῦ καλοῦ τῆς ἡσυχίας καὶ τῆς ἀναχωρήσεως· ἧς ἐραστὴς γενόμενος ἐξ ἀρχῆς, ὡς οὐκ οἶδ᾽ εἴ τις ἄλλος τῶν περὶ λόγους ἐσπουδακότων, καὶ ἣν ἐν τοῖς μεγίστοις καὶ χαλεπωτάτοις κινδύνοις καθυποσχόμενος τῷ Θεῷ, καί τι καὶ προσαψάμενος ταύτης, ὅσον ἐν προθύροις γενέσθαι, καὶ πλείονά μοι τὸν πόθον ἐξαφθῆναι διὰ τῆς πείρας, οὐκ ἤνεγκα τυραννούμενος καὶ εἰς μέσους τοὺς θορύβους ὠθούμενος, καὶ οἷον ἀπὸ ἱεροῦ τινος ἀσύλου τοῦ βίου τούτου πρὸς βίαν ἀποσπώμενος.

Ζʹ. Οὐδὲν γὰρ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, εἰς ἑαυτὸν συστραφέντα, μηδενὸς τῶν ἀνθρωπίνων προσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ τὰς θείας ἐμφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, ὄντως ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθὸν ταῖς ἐλπίσι καρπούμενον, καὶ συμπεριπολεῖν ἀγγέλοις, ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν, καὶ ὑπὸ τοῦ πνεύματος ἄνω τιθέμενον. Εἴ τις ὑμῶν τούτῳ τῷ ἔρωτι κάτοχος, οἶδεν ὃ λέγω, καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς οὐδ᾽ ἂν πείσαιμι λέγων ἴσως, ὅσοις καὶ ἐν γέλωτι τὸ πρᾶγμα δοκεῖ, κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς ἰδίας αὐτῶν ἀνοίας, εἴτε ὑπὸ τῶν ἀναξίων τοῦ ἐπαγγέλματος· οἳ πράγματι καλῷ κακὸν περιτεθείκασιν ὄνομα, τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν, συνεργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κακίαν πρὸς τὸ χεῖρον οὖσαν ἑτοιμοτέραν· ἵν᾽ ἕν γέ τι πάντως αὐτοῖς ἁμαρτάνηται, ἢ τὸ κακὸν ἐνεργούμενον, ἢ τὸ καλὸν ἀπιστούμενον.