ΜΘʹ. Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς· οὐδὲ τισὶ μὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον· οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ᾽ οὕτω τὸ πρᾶγμα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς διακείμεθα, ὥστε οἱ πλείους ἡμῶν, ἵνα μὴ λέγω πάντες, πρὶν ἀποθέσθαι σχεδὸν τὴν πρώτην τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελθεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων γνῶναι κἂν τὰ ὀνόματα, πρὶν Καινῆς καὶ Παλαιᾶς χαρακτῆρα γνωρίσαι καὶ τοὺς προστάτας· οὔπω γὰρ λέγω πρὶν ἢ τὸν βόρβορον ἀποπλύνασθαι, καὶ τὰ τῆς ψυχῆς αἴσχη ὅσα ἡ κακία ἡμῖν προσεμάξατο, ἂν δύο ἢ τρία ῥήματα τῶν εὐσεβῶν ἐξασκήσωμεν, καὶ ταῦτα ἐξ ἀκοῆς, οὐκ ἐντεύξεως, ἢ τῷ Δαβὶδ βραχέα καθομιλήσωμεν, ἢ τὸ τριβώνιον εὖ περιστειλώμεθα, ἢ μέχρι τῆς ζώνης φιλοσοφήσωμεν, εὐσεβείας τι πλάσμα καὶ ὄψιν ἡμῖν αὐτοῖς περιχρώσαντες· βαβαὶ τῆς προεδρίας καὶ τοῦ φρονήματος! Ἱερὸς καὶ ἐκ σπαργάνων ὁ Σαμουήλ· εὐθύς ἐσμεν σοφοὶ καὶ διδάσκαλοι, καὶ ὑψηλοὶ τὰ θεῖα, καὶ γραμματέων τὰ πρῶτα καὶ νομικῶν, καὶ χειροτονοῦμεν ἡμᾶς αὐτοὺς οὐρανίους, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ζητοῦμεν, καὶ οὐδαμοῦ τὸ γράμμα, καὶ πάντα δεῖ νοηθῆναι πνευματικῶς, καὶ λῆρος πλατὺς τὰ ὀνείρατα· καὶ ἀγανακτοίημεν ἂν, εἰ μὴ σφόδρα ἐπαινοίμεθα.