Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Το έργο της θεολογίας και οι κίνδυνοι από τους ανέτοιμους διδασκάλους

Οι δυσχέρειες της ορθής δογματικής διδασκαλίας, η ανάγκη προσαρμογής στους πιστούς και ο αυστηρός έλεγχος όσων αναλαμβάνουν τον ρόλο του διδασκάλου χωρίς πνευματική ωριμότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 8

ΛΕʹ. Αὐτὴν δὲ τὴν τοῦ λόγου διανομὴν, ἵνα τελευταῖον εἴπω τὸ πρῶτον τῶν ἡμετέρων, τοῦ θείου λέγω καὶ ὑψηλοῦ, καὶ ὃν νῦν πάντες φιλοσοφοῦσιν, εἰ μέν τις ἄλλος θαῤῥεῖ, καὶ πάσης διανοίας ὑπολαμβάνει, θαυμάζω τοῦτον ἐγὼ τῆς συνέσεως, ἵνα μὴ λέγω τῆς εὐηθείας· ἐμοὶ δ᾽ οὖν πρᾶγμα φαίνεται οὐ τῶν φαυλοτάτων, οὐδὲ ὀλίγου τοῦ πνεύματος, διδόναι κατὰ καιρὸν ἑκάστῳ τοῦ λόγου τὸ σιτομέτριον, καὶ οἰκονομεῖν ἐν κρίσει τὴν ἀλήθειαν τῶν ἡμετέρων δογμάτων· ὅσα περὶ κόσμων ἢ κόσμου πεφιλοσόφηται, περὶ ὕλης, περὶ ψυχῆς, περὶ νοῦ, καὶ τῶν νοερῶν φύσεων, βελτιόνων τε καὶ χειρόνων, περὶ τῆς τὰ πάντα συνδεούσης τε καὶ διεξαγούσης προνοίας, ὅσα τε κατὰ λόγον ἀπαντᾷν δοκεῖ, καὶ ὅσα παρὰ λόγον τὸν κάτω καὶ τὸν ἀνθρώπινον.

ΛϚʹ. Ἔτι τε ὅσα περὶ τῆς πρώτης ἡμῶν συστάσεως, καὶ τῆς τελευταίας ἀναπλάσεως, τύπων τε καὶ ἀληθείας, καὶ διαθηκῶν, καὶ Χριστοῦ παρουσίας πρώτης τε καὶ δευτέρας, σαρκώσεώς τε καὶ παθημάτων, καὶ ἀναλύσεως, ὅσα τε περὶ ἀναστάσεως, περὶ τέλους, περὶ κρίσεως καὶ ἀνταποδόσεως, σκυθρωποτέρας τε καὶ ἐνδοξοτέρας· καὶ τὸ κεφάλαιον ὅσα περὶ τῆς ἀρχικῆς καὶ μακαρίας Τριάδος ὑποληπτέον· ὅσπερ δὴ καὶ κινδύνων μέγιστος τοῖς φωτίζειν πεπιστευμένοις, ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον δέει πολυθεΐας, ψιλὰ καταλιπεῖν ἡμῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὑπολαμβάνουσι· μήτε εἰς τρεῖς, ἢ ἐκφύλους καὶ ἀλλοτρίας διαιρεθέντα, ἢ ἀτάκτους καὶ ἀνάρχους, καὶ οἷον εἰπεῖν, ἀντιθέους, πρὸς κακὸν ἴσον ἐκ τῶν ἐναντίων μεταπεσεῖν· ὥσπερ φυτοῦ διαστροφῆς ἐπὶ θάτερα πολὺ μετακλινομένης.

ΛΖʹ. Τριῶν γὰρ ὄντων τῶν νῦν περὶ τὴν θεολογίαν ἀῤῥωστημάτων, ἀθεΐας, καὶ Ἰουδαϊσμοῦ, καὶ πολυθεΐας, ὧν τῆς μὲν Σαβέλλιος προστάτης ὁ Λίβυς ἐγένετο, τῆς δὲ Ἄρειος ὁ Ἀλεξανδρεὺς, τῆς δέ τινες τῶν ἄγαν παρ᾽ ἡμῖν ὀρθοδόξων. Τίς ὁ ἐμὸς λόγος; τῶν τριῶν ὅσον ἐστὶ βλαβερὸν διαφυγόντας, ἐν ὅροις μένειν τῆς εὐσεβείας, καὶ μήτε πρὸς τὴν Σαβελλίου ἀθεΐαν ἐκ τῆς καινῆς ταύτης ἀναλύσεως ἢ συνθέσεως ὑπαχθῆναι, μὴ μᾶλλον ἓν τὰ πάντα ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένους· φεύγει γὰρ εἶναι ὅπερ ἐστὶν εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταβαίνοντα· ἢ σύνθετόν τινα καὶ ἄτοπον ἡμῖν Θεὸν, ὥσπερ τὰ μυθώδη τῶν ζώων σκιαγραφοῦντας καὶ ἀναπλάττοντας· μήτε τὰς φύσεις τέμνοντας κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, εἰς Ἰουδαϊκὴν πενίαν κατακλεισθῆναι, καὶ φθόνον ἐπεισάγειν τῇ θείᾳ φύσει, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας, ὥσπερ δεδοικότας μὴ διαφθείροιτο ἡμῖν ὁ Θεὸς, Θεοῦ Πατὴρ ὢν ἀληθινοῦ καὶ ὁμοτίμου τὴν φύσιν· μήτε τρεῖς ἀρχὰς ἀλλήλαις ἀντεπεξάγοντας ἢ συντάσσοντας πολυαρχίαν εἰσάγειν Ἑλληνικὴν, ἣν πεφεύγαμεν.

ΛΗʹ. Δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν· τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν κεχωρισμένου καὶ ἀπεξενωμένου μετὰ τῆς κτίσεως; οὐ γὰρ τοῦτο Υἱὸς τὸ ἀλλότριον ἢ συναλειφομένου πρὸς τὸν Πατέρα, καὶ συγχεομένου, ἴσον δὲ εἰπεῖν, καὶ συγχέοντος· μήτε τοσοῦτον φιλοχρίστους, ὡς μήτε τούτῳ φυλάττειν τὸ εἶναι Υἱῷ· (τίνος γὰρ ἂν καὶ εἴη, μὴ πρὸς ἀρχὴν ἀναφερόμενος τὸν πατέρα;) μήτε τῷ Πατρὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τῆς ὡς πατρὶ καὶ γεννήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, μᾶλλον δὲ μικρῶς τε καὶ ἀναξίως, μὴ θεότητος ὢν ἀρχὴ καὶ ἀγαθότητος, τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης· τῷ μὲν ὡς Υἱῷ καὶ Λόγῳ, τῷ δὲ ὡς προόδῳ καὶ οὐ διαλύτῳ Πνεύματι· ἐπειδή γε ἀναγκαῖον καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος.

ΛΘʹ. Ταῦτ᾽ οὖν μακροτέρου μὲν ἢ κατὰ τὸν παρόντα καιρὸν, οἶμαι δὲ καὶ βίον, τοῦ λόγου καὶ νοῆσαι καὶ παραστῆσαι ἱκανῶς τε καὶ ὅσον ἄξιον· μᾶλλον δὲ καὶ νῦν καὶ ἀεὶ τοῦ Πνεύματος, ᾧ μόνῳ Θεὸς καὶ νοεῖται καὶ ἑρμηνεύεται καὶ ἀκούεται. Καθαρῷ γὰρ μόνον ἁπτέον τοῦ καθαροῦ καὶ ὡσαύτως ἔχοντος· οὗ δ᾽ εἵνεκα νῦν ἐν ὀλίγῳ διεληλύθαμεν, ἵν᾽ ἐκεῖνο δηλώσωμεν, ὅτι χαλεπὸν ἐν πλήθει μάλιστα, περὶ τηλικούτων διαλεγόμενον, ἐκ παντοδαπῆς συγκειμένῳ καὶ ἡλικίας καὶ ἕξεως, οἷον ὀργάνῳ τινὶ πολυχόρδῳ διαφόρων δεομένῳ καὶ τῶν κρουμάτων, εὑρεῖν τινα τὸν πάντας καταρτίσαι δυνάμενον λόγον, καὶ λαμπρῦναι τῷ φωτὶ τῆς γνώσεως· οὐ μόνον ὅτι ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος, διανοίᾳ καὶ λόγῳ καὶ ἀκοῇ, ἀναγκαῖον περὶ ἕν γέ τι τούτων, εἰ καὶ μὴ πάντα, προσπταῖσαι· ἢ γὰρ οὐκ ἐνελάμφθη νοῦς, ἢ λόγος ἠσθένησεν, ἢ οὐκ ἐχώρησεν ἀκοὴ μὴ κεκαθαρμένη· καὶ ὁμοίως ἐξ ἑνὸς τούτων καὶ πάντων χωλεύειν ἀνάγκη τὴν ἀλήθειαν· ἀλλ᾽ ὅτι καὶ ὃ τοῖς ἄλλο τι διδάσκειν ὑπισχνουμένοις ῥᾷστον ποιεῖ τὸν λόγον καὶ εὐπαράδεκτον, ἡ τῶν ἀκουόντων εὐλάβεια, τοῦτο ἐνταῦθα ἡ ζημία καθίσταται καὶ ὁ κίνδυνος.

Μʹ. Ὡς γὰρ περὶ Θεοῦ καὶ τοῦ μεγίστου τῶν ὄντων ἔχοντες τὸν ἀγῶνα, καὶ τῆς σωτηρίας αὐτῆς, καὶ τῆς πρώτης πᾶσιν ἐλπίδος, ὅσῳ τὴν πίστιν εἰσὶ θερμότεροι, τοσούτῳ προσαντέστεροι τῷ λόγῳ, καὶ προδοσίαν τῆς ἀληθείας, οὐκ εὐσέβειαν τὴν εὐπείθειαν ὑπολαμβάνοντες, πάντα πρόοιντ᾽ ἂν πρότερον ἢ τοὺς οἴκοθεν λογισμοὺς, μεθ᾽ ὧν ἕρχονται, καὶ τῶν δογμάτων οἷς συνανεστράφησαν τὴν συνήθειαν· καὶ τοῦτο ἔτι λέγω τῶν μετριωτέρων καὶ οὐ πάντη κακῶν τὸ πάθος, οἳ κἂν τῆς ἀληθείας διαμαρτάνωσιν, ἀλλὰ τῷ γε δι᾽ εὐλάβειαν τοῦτο πάσχειν, καὶ ζῆλον μὲν ἔχειν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν, τυχὸν ἔσονται τῶν οὐ σφόδρα κατακρινομένων, οὐδὲ πολλὰς δερομένων, ὡς οἱ διὰ κακίαν καὶ πονηρίαν τοῦ δεσποτικοῦ θελήματος ἀποπίπτοντες.

Καὶ τάχα ἂν οὗτοι μεταπεισθεῖέν ποτε, καὶ μεταβληθεῖεν ὑπὸ τῆς αὐτῆς εὐλαβείας, ὑφ᾽ ἧς καὶ ἀντέβαινον, εἴ τις αὐτῶν ἅψαιτο λόγος, ἢ οἴκοθεν ἢ ἔξωθεν κρούσας καιρίως, ὥσπερ σίδηρος πυρῖτιν λίθον, τὴν ἐγκύμονα καὶ ἀξίαν φωτὸς διάνοιαν· ἐν ᾗ καὶ τάχιστα ἂν ἐκ μικροῦ σπινθῆρος ὁ τῆς ἀληθείας πυρσὸς ἐκλάμψειε.

ΜΑʹ. Τί δ᾽ ἂν εἴποι τις περὶ τῶν διὰ κενοδοξίαν ἢ φιλαρχίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, Ἰαννοῦ τινος ἢ Ἰαμβροῦ μεγαληγορίας, οὐ κατὰ Μωϋσέως, τῆς δ᾽ ἀληθείας ὁπλιζομένων, καὶ τῆς ὑγιαινούσης κατεξανισταμένων διδασκαλίας; ἢ τῆς τρίτης μοίρας τῶν δι᾽ ἀπαιδευσίαν καὶ τὴν ἐπομένην ταύτῃ θρασύτητα ὁμόσε παντὶ λόγῳ χωρούντων συώδει πάθει, καὶ καταπατούντων τοὺς καλοὺς μαργαρίτας τῆς ἀληθείας;

ΜΒʹ. Ἢ ὅσοι μηδεμίαν μὲν οἴκοθεν ὑπόληψιν φέροντες, μηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λόγοις καὶ διδασκάλοις, ὡς ἐξ ἁπάντων ἐκλεξόμενοι τὸ κρεῖττον καὶ ἀσφαλέστερον, καὶ κριταῖς οὐ καλοῖς τῆς ἀληθείας σφίσιν αὐτοῖς πιστεύσαντες· ἔπειτα ὑπὸ τῆς πιθανότητος ἄλλοτε ἄλλης περιφερόμενοι καὶ στρεφόμενοι, καὶ παντὶ λόγῳ καταπλυνθέντες καὶ πατηθέντες, πολλοὺς ἀμείψαντες διδασκάλους καὶ πολλὰ γράμματα, ὥσπερ χοῦν ἀνέμοις ῥᾳδίως ἀποβαλόντες, τέλος ἀποκαμόντες καὶ ἀκοὴν καὶ διάνοιαν, (ὢ τῆς ἀλογίας!) πρὸς πάντα λόγον ὁμοίως δυσχεραίνουσι, καὶ μοχθηρὸν τύπον ἑαυτοῖς ἐγγράφουσιν, αὐτῆς καταγελᾷν ἡμῶν καὶ καταφρονεῖν ὡς ἀστάτου καὶ οὐδὲν ὑγιὲς ἐχούσης τῆς πίστεως, μεταβαίνοντες ἀπαιδεύτως ἀπὸ τῶν λεγόντων ἐπὶ τὸν λόγον· ὥσπερ ἂν εἴ τις τοὺς ὀφθαλμοὺς κακῶς διακείμενος, ἢ τὰ ὦτα διεφθαρμένος, κατηγοροίη τοῦ ἡλίου ἢ τῶν φωνῶν, τοῦ μὲν ὡς ἀμαυροῦ καὶ οὐ στίλβοντος, τῶν δὲ ὡς ἐκμελῶν καὶ ἀτόνων.

ΜΓʹ. Καὶ διὰ τοῦτο ῥᾷον ἄρτι καινοτομεῖν ἀλήθειαν ψυχῇ, ὥσπερ κηρὸν οὔπω κεχαραγμένον, ἢ γράφειν κατὰ γραμμάτων, πονηρῶν λέγω διδαγμάτων τε καὶ δογμάτων, εὐσεβῆ λόγον, ὡς συγχεῖσθαι καὶ ἀτακτεῖν τοῖς προτέροις τὰ δεύτερα. Ὁδὸν μὲν γὰρ πατεῖν ἄμεινον τὴν λείαν καὶ τετριμμένην ἢ τὴν ἀτριβῆ καὶ τραχεῖαν, καὶ γῆν ἀροῦν ἣν πολλάκις ἄροτρον ἔτεμεν καὶ ἡμέρωσεν· ψυχὴν δὲ γράφειν, ἣν οὔπω λόγος ἐχάραξε μοχθηρὸς, οὐδὲ εἰς βάθος τὰ τῆς κακίας ἐνεσημάνθη γράμματα· δύο γὰρ ἂν οὕτω τὰ ἔργα γίνοιντο τῷ θεοσεβεῖ καλλιγράφῳ, ἐξαλείφειν τε τοὺς προτέρους τύπους, καὶ μετεγγράφειν τοὺς δοκιμωτέρους τε καὶ τοῦ μένειν ἀξιωτέρους. Τοσοῦτοι μὲν δὴ καὶ κατὰ τὰ λοιπὰ πάθη, καὶ κατὰ τὸν λόγον αὐτὸν, οἱ πονηροὶ καὶ τοῦ πονηροῦ τύποι καὶ χαρακτῆρες· τοσοῦτον δὲ τὸ ἔργον τῷ ταύτην πεπιστευμένῳ τὴν τῶν ψυχῶν παιδαγωγίαν καὶ προστασίαν· καὶ τὰ πλείω παρῆκεν ὁ λόγος, ἵνα μὴ περιττότερος ᾖ τοῦ δέοντος.

ΜΔʹ. Ὥσπερ οὖν εἴ τις θηρίον ἐκ πολλῶν θηρίων συγκείμενον πολυειδὲς καὶ πολύμορφον, μειζόνων τε καὶ μικροτέρων, ἡμερωτέρων τε καὶ ἀγριωτέρων, ἄγειν ἐπιχειροίη καὶ τιθασσεύειν, πάντως ἂν ἦν ἔργον αὐτῷ, καὶ οὐ μικρὸν τὸ ἀγώνισμα, οὕτως ἀνωμάλου καὶ ἀλλοκότου προστατεῖν φύσεως, οὔτε φωναῖς ταῖς αὐταῖς, οὔτε τροφαῖς, οὔτε χειρὸς ἐπαφαῖς, οὔτε συρίγμασιν, οὔτε τοῖς τῆς ἄλλης ἀγωγῆς τρόποις ἑκάστου τῶν θηρίων χαίροντος, ἄλλων δὲ ἄλλοις ἡδομένων, ἢ ἀχθομένων, ὡς ἡ φύσις ἑκάστου καὶ ἡ συνήθεια· καὶ τί ἂν ἔδει ποιεῖν τὸν τοιούτου θηρὸς ἐπιστάτην; τί δ᾽ ἄλλο γε ἢ πολυειδῆ τε εἶναι καὶ ποικίλον τὴν ἐπιστήμην; καὶ κατάλληλον ἑκάστῳ προσάγειν τὴν θεραπείαν, ὡς ἂν ἄγοιτο καλῶς αὐτῷ τὸ θηρίον καὶ διασώζοιτο; οὕτως ἐκ πολλῶν καὶ διαφόρων καὶ ἠθῶν καὶ λόγων, καθάπερ ἑνὸς ζώου συνθέτου καὶ ἀνομοίου, τοῦ κοινοῦ τούτου τῆς Ἐκκλησίας συγκειμένου σώματος, πᾶσα ἀνάγκη καὶ τὸν προστάτην ἁπλοῦν τε εἶναι τὸν αὐτὸν κατὰ τὴν ἐν πᾶσιν ὀρθότητα· καὶ ὅτι μάλιστα παντοδαπὸν καὶ ποικίλον κατὰ τὴν πρὸς ἕκαστον οἰκείωσιν, καὶ τὸ τῆς ὁμιλίας πρὸς πάντας ἐπιτήδειόν τε καὶ πρόσφορον.

ΜΕʹ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμάτων, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς ἂν εἴποι τις, τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντες· ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα ἂν καταπιεσθέντες καὶ βαρηθέντες, οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκῦσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν ἂν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν· οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας χρῄζοντες καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στεῤῥοτέρας, τῷ πρὸς διάκρισιν ἀληθοῦς τε καὶ ψευδοῦς ἱκανῶς γεγυμνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέφοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν ἄν· καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος τελειῶν εἰς ἄνδρα, καὶ εἰς μέτρον ἡλικίας ἄγων πνευματικῆς, τὸν καλῶς τρεφόμενον.

ΜϚʹ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύειν δυνάμενοι τὸν λόγον τῆς ἀληθείας, καὶ ἀναμιγνύναι τὸν οἶνον ὕδατι· τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου λόγον τῷ πολλῷ καὶ εὐώνῳ καὶ χαμαὶ συρομένῳ καὶ ἐξιτήλῳ καὶ εἰκῆ ῥέοντι, ὥστε αὐτοί τι παρακερδαίνειν ἐκ τῆς καπηλείας, ἄλλο τε ἄλλως ὁμιλοῦντες τοῖς πλησιάζουσι καὶ πᾶσι πρὸς χάριν· ἐγγαστρίμυθοί τινες ὄντες καὶ κενολόγοι, τὰς ἑαυτῶν ἡδονὰς θεραπεύοντες λόγοις ἐκ γῆς φωνουμένοις καὶ δυομένοις εἰς γῆν· ὡς ἂν μάλιστα εὐδοκιμοῖμεν παρὰ τοῖς πολλοῖς, ὅτι μάλιστα ζημιοῦντες αὐτοὺς, ἢ ἀπολλύντες, καὶ αἷμα ἀθῶον ἁπλουστέρων ψυχῶν ἐκχέοντες ἐκ τῶν χειρῶν ἡμῶν ἐκζητηθησόμενον.

ΜΖʹ. Ἀλλ᾽ εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυτῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιόχους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι μᾶλλον εὐγνώμονα, ἢ γλῶσσαν κινεῖν ἀπαίδευτον· ταῦτα διαλεχθέντες ἡμῖν αὐτοῖς, καὶ ἴσως οὐ φαύλοις συμβούλοις, εἰ δὲ μή γε, ἀλλ᾽ οὖν εὔνοις, καὶ τὰ ῥητέα καὶ τὰ πρακτέα μαθεῖν οὐκ εἰδότες, μᾶλλον ἢ διδάσκειν ἀγνοοῦντες, ἐδοκιμάσαμεν. Ἀγαπητὸν γὰρ ὅτῳ κἂν εἰς βαθὺ γῆρας λόγος ἀφίκοιτο πολιὸς, καὶ ὠφελῆσαι νέαν ἐν εὐσεβείᾳ ψυχὴν δυνάμενος. Ὡς τό γε παιδεύειν ἄλλους ἐπιχειρεῖν, πρὶν αὐτοὺς ἱκανῶς παιδευθῆναι, καὶ ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν, τὸ δὴ λεγόμενον, ἐν ταῖς τῶν ἄλλων ψυχαῖς ἐκμελετᾷν τὴν εὐσέβειαν, λίαν εἶναί μοι φαίνεται ἀνοήτων ἢ τολμηρῶν· ἀσυνέτων μὲν, εἰ μηδὲ αἰσθάνοιντο τῆς ἑαυτῶν ἀμαθείας· θρασέων δὲ, εἰ καὶ συνιέντες, κατατολμῶσι τοῦ πράγματος.

ΜΗʹ. Ἑβραίων μὲν οὖν οἱ σοφώτεροι λέγουσιν, ὡς ἄρα ἦν τις πάλαι νόμος Ἑβραίοις, ἐν τοῖς μάλιστα εὖ ἔχων καὶ ἐπαινούμενος, μὴ πᾶσαν ἡλικίαν πάσῃ Γραφῇ ἐνδίδοσθαι· μηδὲ γὰρ εἶναι τοῦτο λυσιτελέστερον, ὅτι μηδὲ πᾶσαν εὐθέως εἶναι παντὶ ληπτὴν, καὶ τὰ μέγιστα ἂν τοὺς πολλοὺς κακῶσαι τῷ φαινομένῳ, τὴν βαθυτέραν· ἀλλὰ τὰς μὲν ἀπ᾽ ἀρχῆς ἀνεῖσθαι πᾶσι καὶ εἶναι κοινὰς, ὧν καὶ τὸ σωματικὸν οὐκ ἀδόκιμον· τὰς δὲ μὴ ἄλλοις ἢ τοῖς ὑπὲρ εἰκοστὸν καὶ πέμπτον γεγονόσιν ἔτος πιστεύεσθαι, ὅσαι δι᾽ εὐτελοῦς τοῦ ἐνδύματος τὸ μυστικὸν κάλλος περικαλύπτουσιν, ἆθλον φιλοπονίας καὶ λαμπροῦ βίου, μόνοις τοῖς κεκαθαρμένοις τὸν νοῦν ὑπαστράπτον καὶ φανταζόμενον, ὡς μόνης δυναμένης τῆς ἡλικίας ταύτης ὑπὲρ τὸ σῶμα γενέσθαι, καὶ ἀναβῆναι καλῶς ἐπὶ τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος.

ΜΘʹ. Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς· οὐδὲ τισὶ μὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον· οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ᾽ οὕτω τὸ πρᾶγμα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς διακείμεθα, ὥστε οἱ πλείους ἡμῶν, ἵνα μὴ λέγω πάντες, πρὶν ἀποθέσθαι σχεδὸν τὴν πρώτην τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελθεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων γνῶναι κἂν τὰ ὀνόματα, πρὶν Καινῆς καὶ Παλαιᾶς χαρακτῆρα γνωρίσαι καὶ τοὺς προστάτας· οὔπω γὰρ λέγω πρὶν ἢ τὸν βόρβορον ἀποπλύνασθαι, καὶ τὰ τῆς ψυχῆς αἴσχη ὅσα ἡ κακία ἡμῖν προσεμάξατο, ἂν δύο ἢ τρία ῥήματα τῶν εὐσεβῶν ἐξασκήσωμεν, καὶ ταῦτα ἐξ ἀκοῆς, οὐκ ἐντεύξεως, ἢ τῷ Δαβὶδ βραχέα καθομιλήσωμεν, ἢ τὸ τριβώνιον εὖ περιστειλώμεθα, ἢ μέχρι τῆς ζώνης φιλοσοφήσωμεν, εὐσεβείας τι πλάσμα καὶ ὄψιν ἡμῖν αὐτοῖς περιχρώσαντες· βαβαὶ τῆς προεδρίας καὶ τοῦ φρονήματος! Ἱερὸς καὶ ἐκ σπαργάνων ὁ Σαμουήλ· εὐθύς ἐσμεν σοφοὶ καὶ διδάσκαλοι, καὶ ὑψηλοὶ τὰ θεῖα, καὶ γραμματέων τὰ πρῶτα καὶ νομικῶν, καὶ χειροτονοῦμεν ἡμᾶς αὐτοὺς οὐρανίους, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ζητοῦμεν, καὶ οὐδαμοῦ τὸ γράμμα, καὶ πάντα δεῖ νοηθῆναι πνευματικῶς, καὶ λῆρος πλατὺς τὰ ὀνείρατα· καὶ ἀγανακτοίημεν ἂν, εἰ μὴ σφόδρα ἐπαινοίμεθα.

Τοῦτο ἡμῶν οἱ χρηστότεροι καὶ ἁπλούστεροι· τί δὲ οἱ πνευματικοὶ μᾶλλον καὶ γενναιότεροι; Πολλὰ κατακρίναντες ἡμᾶς, ἂν οὕτω δόξῃ, καὶ βασανίσαντες, καὶ οὐδαμοῦ θέντες, ἀπῆλθον, καὶ τὴν κοινωνίαν ὡς οὐκ εὐσεβῶν διαπτύσαντες.

Νʹ. Ἂν δέ τινι αὐτῶν λέγωμεν οὑτωσὶ πράως καὶ λογικῶς προβιβάζοντες· Εἰπέ μοι, ὦ θαυμάσιε, καλεῖς τι τὸ ὀρχεῖσθαι, τό τε αὐλεῖν; Πάνυ γε εἴποιεν ἄν. Τί δαὶ σοφίαν τε καὶ σοφὸν εἶναι, τοῦθ᾽ ὃ δὴ θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην τιθέμεθα;

Καὶ τοῦτο δώσουσι. Πότερον δὲ κρεῖττον εἶναι καὶ ὑψηλότερον, ταῦτα σοφίας, ἢ τούτων μακρῷ τὴν σοφίαν; Καὶ πάντων εὖ οἶδ᾽ ὅτι φήσουσι· καὶ μέχρι τούτων εἰσὶν εὐγνώμονες. Ἆρ᾽ οὖν ὀρχήσεως μὲν καὶ αὐλήσεώς ἐστι διδασκαλία καὶ μάθησις, καὶ χρόνου πρὸς τοῦτο δεῖ, καὶ ἱδρώτων συχνῶν καὶ πόνων, καὶ μισθοὺς καταβαλεῖν ἔστιν ὅτε, καὶ προσαγωγῶν δεηθῆναι, καὶ ἀποδημῆσαι μακρότερα, καὶ τἄλλα τὰ μὲν ποιῆσαι πάντα, τὰ δὲ παθεῖν, οἷς ἐμπειρία συλλέγεται· τὴν δὲ σοφίαν, ἢ πᾶσιν ἐπιστατεῖ, καὶ πάντα ἐν ἑαυτῇ τὰ καλὰ συλλαβοῦσα ἔχει, ὡς καὶ τὸν Θεὸν αὐτὸν τοῦτο μᾶλλον ἤ τι ἄλλο χαίρειν ἀκούοντα, ἐπειδὴ καλεῖται πολλοῖς ὀνόμασιν, οὕτω κοῦφόν τι καὶ πεπατημένον πρᾶγμα ὑποληψόμεθα, ὥστε θελῆσαι δεῖν μόνον καὶ εἶναι σοφόν; Πολλῆς τοῦτο τῆς ἀμαθείας. Ἂν ταῦτα λέγωμεν αὐτοῖς, καὶ κατὰ μικρὸν τὴν πλάνην ἀνακαθαίρωμεν, ἤ τις ἄλλος τῶν εὐμαθεστέρων καὶ συνετωτέρων, τοῦτο ἐκεῖνο κατὰ πετρῶν σπείρειν, καὶ λαλεῖν εἰς ὦτα μὴ ἀκουόντων. Οὕτως οὐδ᾽ αὐτὸ τοῦτό εἰσι σοφοὶ, τὴν ἑαυτῶν γινώσκειν ἀπαιδευσίαν. Καί μοι δοκεῖ καλῶς ἔχειν τὸ τοῦ Σολομῶντος περὶ αὐτῶν εἰπεῖν· Ἔστι πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ἄνδρα δόξαντα παρ᾽ ἑαυτῷ σοφὸν εἶναι· καὶ ὃ τούτου πονηρότερον, παιδεύειν ἄλλους πεπιστευμένον τὸν μηδὲ τῆς οἰκείας ἀμαθείας ἐπαισθανόμενον.