Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Το ποιμαντικό πρότυπο του αποστόλου Παύλου

Προβολή της αυταπάρνησης, των δοκιμασιών και της θυσιαστικής αγάπης του αποστόλου Παύλου ως ύψιστου υποδείγματος για την επιμέλεια των ψυχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 8

ΝΑʹ. Τοῦτο δακρύων μὲν καὶ στεναγμῶν, εἴπερ τι ἄλλο, τὸ πάθος ἄξιον· ὃ καὶ πολλάκις ἐγὼ κατηλέησα, εὖ εἰδὼς, ὅτι τὸ οἴεσθαι τοῦ εἶναι τὸ πλεῖστον ἀφαιρεῖται, καὶ μέγα τοῖς ἀνθρώποις ἡ κενοδοξία πρὸς ἀρετὴν ἐμπόδιον· ἰάσασθαι δὲ καὶ στῆσαι τὴν νόσον Πέτρου ἂν εἴη τινὸς ἢ Παύλου, τῶν μεγάλων Χριστοῦ μαθητῶν, καὶ μετὰ τῆς ἐν λόγῳ καὶ ἔργῳ κυβερνήσεως εἰληφότων τὸ χάρισμα, καὶ πᾶσι πάντα γινομένων, ἵνα τοὺς πάντας κερδήσωσιν· ἡμῖν δὲ τοῖς ἄλλοις μέγα, κἂν εἰ καλῶς κυβερνοίμεθα καὶ ἀγοίμεθα πρὸς τῶν ἐπανορθοῦν τὰ τοιαῦτα καὶ διευθύνειν πεπιστευμένων.

ΝΒʹ. Ἀλλ᾽ ἐπειδή γε Παύλου καὶ τῶν κατ᾽ ἐκεῖνον ἐμνήσθημεν, ἀφέντες, εἰ δοκεῖ, τοὺς ἄλλους ἅπαντας, ὅσοι κατὰ νομοθεσίαν, ἢ προφητείαν, ἢ στρατηγίαν, ἤ τινα τοιαύτην ἄλλην οἰκονομίαν τοῦ λαοῦ προεβλήθησαν, οἷον τὸν Μωσῆν, τὸν Ἀαρὼν ἐκεῖνον, τὸν Ἰησοῦν, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τοὺς κριτὰς, τὸν Σαμουὴλ, τὸν Δαβὶδ, τῶν προφητῶν τὸ πλῆθος, τὸν Ἰωάννην, τοὺς δώδεκα μαθητὰς τοὺς ἐπ᾽ ἐκείνοις ὕστερον, οἳ πολλοῖς ἱδρῶσι καὶ πόνοις διεξῆλθον τὴν προστασίαν κατὰ τοὺς ἑαυτῶν χρόνους ἕκαστοι· τούτους ὑπερβάντες ἅπαντας, Παῦλον προστησώμεθα μόνον τοῦ λόγου συνίστορα, κἂν τούτῳ θεωρήσωμεν, ὅσον ἐστὶ καὶ ψυχῶν ἐπιμέλεια, καὶ εἰ βραχείας τῆς πραγματείας, ἢ μικρᾶς τῆς συνέσεως.

Ὡς ἂν δὲ ῥᾷστα τοῦτο γνοίημεν καὶ κατίδοιμεν, τί Παῦλος αὐτὸς περὶ Παύλου φησὶ, ἀκούσωμεν. ΝΓʹ. Ἐῶ λέγειν τοὺς πόνους, τὰς ἀγρυπνίας, τοὺς φόβους, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ ἐν γυμνότητι, τοὺς ἔξωθεν ἐπιβουλεύοντας, τοὺς ἔνδοθεν ἀντιπράττοντας. Ἀφίημι τοὺς διωγμοὺς, τὰ συνέδρια, τὰ δεσμωτήρια, τὰ δεσμὰ, τοὺς κατηγόρους, τὰ δικαστήρια, τοὺς καθ᾽ ἡμέραν καὶ ὥραν θανάτους, τὴν σαργάνην, τοὺς λιθασμοὺς, τοὺς ῥαβδισμοὺς, τὴν περίοδον, τοὺς κατὰ γῆν κινδύνους, τοὺς κατὰ θάλασσαν, τὸν βυθὸν, τὰ ναυάγια, κινδύνους ποταμῶν, κινδύνους λῃστῶν, κινδύνους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις, τὸν ἐκ χειρῶν βίον, τὸ ἀδάπανον Εὐαγγέλιον, ὡς θέατρον ἦν καὶ ἀγγέλοις καὶ ἀνθρώποις, μέσος Θεοῦ καὶ ἀνθρώπων ἱστάμενος· ὑπὲρ μὲν τῶν ἀγωνιζόμενος, τῷ δὲ προσάγων καὶ οἰκειῶν λαὸν περιούσιον, χωρὶς τῶν παρεκτός. Τούτων τίς ἂν ἀξίως διέλθοι τὴν καθ᾽ ἡμέραν ἐπιστασίαν, τὴν τῶν καθ᾽ ἕκαστον κηδεμονίαν, τὴν μέριμναν πασῶν τῶν Ἐκκλησιῶν, τὸ πρὸς πάντας συμπαθὲς καὶ φιλάδελφον; Προσέκοπτέ τις, καὶ Παῦλος ἠσθένει· καὶ ἄλλος ἐσκανδαλίζετο, καὶ Παῦλος ἦν ὁ φλεγόμενος.

ΝΔʹ. Τὸ δὲ τῆς διδασκαλίας φιλόπονον; τὸ δὲ ποικίλον τῆς θεραπείας; ἡ φιλανθρωπία δέ; τὸ δὲ αὐστηρὸν πάλιν; ἡ δὲ ἐξ ἀμφοτέρων μίξις καὶ κρᾶσις; ὡς μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ χαλεπότητι. Νομοθετεῖ δούλοις καὶ δεσπόταις, ἄρχουσι καὶ ἀρχομένοις, ἀνδράσι καὶ γυναιξὶ, γονεῦσι καὶ τέκνοις, γάμῳ καὶ ἀγαμίᾳ, ἐγκρατείᾳ καὶ τρυφῇ, σοφίᾳ καὶ ἀμαθείᾳ, περιτομῇ καὶ ἀκροβυστίᾳ, Χριστῷ καὶ κόσμῳ, σαρκὶ καὶ πνεύματι.

Ὑπὲρ μὲν τῶν εὐχαριστεῖ, τῶν δὲ καθάπτεται. Τοὺς μὲν χαρὰν καὶ στέφανον ὀνομάζει, τοῖς δὲ ἄνοιαν ἐγκαλεῖ· τοῖς μὲν συνοδεύει καὶ συμπροθυμεῖται ὀρθοτομοῦσι, τοὺς δὲ ἀνακόπτει κακῶς ὁδεύοντας. Νῦν ἀφορίζει, νῦν ἀγάπην κυροῖ· νῦν θρηνεῖ· νῦν εὐφραίνεται· νῦν γάλα ποτίζει, νῦν μυστηρίων ἅπτεται· νῦν συγκατέρχεται, νῦν ἑαυτῷ συνυψοῖ· νῦν ῥάβδον ἀπειλεῖ, νῦν προτείνεται πνεῦμα πραότητος· νῦν ἐπαίρεται τοῖς ὑψηλοῖς, νῦν ταπεινοῦται τοῖς ταπεινοῖς· ἄρτι τῶν ἀποστόλων ἐστὶν ἐλάχιστος, ἄρτι δοκιμὴν ὑπισχνεῖται τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ· ἄρτι τὴν ἐκδημίαν ποθεῖ καὶ σπένδεται· ἄρτι παραμεῖναι τῇ σαρκὶ δι᾽ αὐτοὺς ἀναγκαιότερον δοκιμάζει· οὐ γὰρ ζητεῖ τὸ ἑαυτοῦ, ζητεῖ δὲ τὸ τῶν τέκνων, οὓς ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ᾽ ἑαυτὸν παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον.

ΝΕʹ. Ἐγκαυχᾶται ταῖς ἀσθενείαις καὶ ταῖς θλίψεσιν· ὡς ἄλλῳ τινὶ κόσμῳ, τῇ Ἰησοῦ νεκρώσει ἐγκαλλωπίζεται· ὑψηλός ἐστι τὰ σαρκικὰ, καὶ τοῖς πνευματικοῖς ἀγάλλεται· οὐκ ἰδιώτης τὴν γνῶσιν, καὶ βλέπειν φησὶ δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι.

Θαῤῥεῖ τῷ πνεύματι, καὶ ὑποπιάζει τὸ σῶμα καθαιρῶν ὡς ἀντίπαλον· τί διδάσκων ἡμᾶς ἐν τούτοις, καὶ τί παιδεύων; μὴ φρονεῖν τοῖς κάτω, μὴ φυσιοῦσθαι τῇ γνώσει, μὴ τὴν σάρκα ἐπεγείρειν τῷ πνεύματι. Πάντων ὑπερμαχεῖ, πάντων ὑπερεύχεται, ζηλοῖ πάντας, ἀνάπτεται ὑπὲρ πάντων, τῶν ἔξω νόμου, τῶν ὑπὸ νόμον· κήρυξ ἐθνῶν, Ἰουδαίων προστάτης. Ἐτόλμησέ τι καὶ μεῖζον ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν κατὰ σάρκα, ἵνα τολμήσω τι καὶ αὐτὸς οὕτω λέγων· ἀντεισαχθῆναι τούτους ἑαυτοῦ Χριστῷ διὰ τὴν ἀγάπην εὔχεται. Ὢ τῆς μεγαλονοίας! ὢ τῆς τοῦ πνεύματος ζέσεως! Μιμεῖται Χριστὸν, τὸν γενόμενον ὑπὲρ ἡμῶν κατάραν, τὸν τὰς ἀσθενείας ἡμῶν ἀναλαβόντα, καὶ τὰς νόσους βαστάσαντα· ἢ, τό γε μετριώτερον εἰπεῖν, παθεῖν τι ὑπὲρ αὐτῶν, καὶ ὡς ἀσεβὴς, δέχεται, πρῶτος ἀπὸ Χριστοῦ, μόνον εἰ οὗτοι σώζοιντο.