Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Προφητικοί έλεγχοι κατά των ανάξιων ποιμένων

Παράθεση προειδοποιήσεων και ελέγχων από τους προφήτες της Παλαιάς Διαθήκης εναντίον των αρχόντων και των ιερέων που παραμελούν το ποίμνιο και τα καθήκοντά τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 8

ΝϚʹ. Καὶ τί λέγω καθ᾽ ἕκαστον; ζῶν γὰρ οὐχ ἑαυτῷ, Χριστῷ δὲ καὶ τῷ κηρύγματι, καὶ κόσμον ἑαυτῷ σταυρώσας, καὶ σταυρωθεὶς κόσμῳ καὶ τοῖς ὁρωμένοις, πάντα ἡγεῖται μικρὰ καὶ τῆς ἐπιθυμίας ἐλάττονα· κἂν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃ τὸ Εὐαγγέλιον, κἂν ἐπὶ τὸν τρίτον οὐρανὸν φθάσῃ δι᾽ ἁρπαγῆς, κἂν τοῦ παραδείσου γένηται θεατὴς, κἂν τῶν ἀῤῥήτων ἡμῖν ῥημάτων ἀκροατής. Ταῦτα Παῦλος, καὶ εἴ τις κατ᾽ ἐκεῖνον τῷ πνεύματι. Ἡμεῖς δὲ δεδοίκαμεν παρὰ τούτους, μὴ μωροί τινες ὦμεν ἄρχοντες Τάνεως, ἢ πράκτορες καλαμώμενοι, ἢ μακαρίζοντες τὸν λαὸν ψευδῶς· προσθήσω δὲ, καὶ μακαριζόμενοι, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσοντες· ἢ ἐμπαῖκται κυριεύοντες, ἢ νεανίσκοι προστάται καὶ ἀτελεῖς τὴν φρόνησιν, μηδ᾽ ὅσον ἄρτου καὶ ἱματίου πρὸς τὸ καθηγεῖσθαί τινων εὐποροῦντες· ἢ προφῆται διδάσκοντες ἄνομα, ἢ ἄρχοντες ἀπειθοῦντες, καὶ κακῶς ἀκούειν μετὰ τῶν πατρίων ἄξιοι διὰ λιμοῦ σκληρότητα· ἢ ἱερεῖς τοῦ λαλεῖν εἰς τὴν καρδίαν Ἱερουσαλὴμ πλεῖστον ἀπέχοντες, ἃ δὴ πάντα ὁ τῷ Σεραφὶμ καὶ τῷ ἄνθρακι καθαρθεὶς Ἡσαΐας ὀνειδίζει καλῶς καὶ μαρτύρεται.

ΝΖʹ. Ἄρ᾽ οὖν τὸ μὲν ἔργον τοσοῦτον, καὶ οὕτως ἐπίπονον τῇ αἰσθητικῇ καρδίᾳ καὶ λυπηρᾷ, καὶ ὄντως σὴς ὀστέων τῷ γε νοῦν ἔχοντι. Μικρὸς δὲ ὁ κίνδυνος, ἢ τὸ πτῶμα εὐκαταφρόνητον; Ἀλλά μοι πολὺν ἐπανατείνεται φόβον ἔνθεν μὲν ὁ μακάριος Ὠσηὲ, πρὸς ἡμᾶς εἶναι τὸ κρίμα λέγων τοὺς ἱερεῖς καὶ τοὺς ἄρχοντας, ὅτι παγὶς ἐγενήθημεν τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ καταπεπῆχθαι ὑπὸ τῶν ἀνθρωπίνας ἀγρευόντων ψυχὰς, ἀποθερίζειν τε τοὺς φαύλους ἀπειλῶν προφήτας, καὶ πυρὶ καταναλίσκειν τοὺς κριτὰς αὐτῶν, ἐφέξειν τε μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας· ὅτι ἑαυτοῖς ἐβασίλευσαν, ἀλλ᾽ οὐ δι᾽ αὐτοῦ.

ΝΗʹ. Ἔνθεν δὲ ὁ θεῖος Μιχαίας οὐ φέρων οἰκοδομουμένην Σιὼν ἐν αἵμασιν, ὁποτέροις βούλει, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, τῶν ἡγουμένων αὐτῆς μετὰ δώρων κρινόντων, καὶ τῶν ἱερέων μισθοῦ ἀποκρινομένων, καὶ τῶν προφητῶν μετὰ ἀργυρίου μαντευομένων· ἀνθ᾽ ὧν τί γενήσεσθαι; Σιὼν ὡς ἀγρὸν ἀροτριαθήσεσθαι, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσεσθαι, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ λογισθήσεσθαι· θρηνῶν τε τὴν ἐρημίαν τῶν κατορθούντων, ὡς μόλις που καλάμην ὑπολείπεσθαι ἢ ἐπιφυλλίδα· ὁπότε καὶ τὸν ἄρχοντα αἰτεῖν, καὶ τὸν κριτὴν λόγους πρὸς χάριν λαλεῖν, καὶ σχεδὸν τὰ αὐτὰ τῷ μεγάλῳ Δαβὶδ φθεγγόμενος· Σῶσόν με, Κύριε, λέγοντι, ὅτι ἐκλέλοιπεν ὅσιος· ἐξ οὗ καὶ τὰ ἀγαθὰ ἐπιλείψειν αὐτοὺς, ὡς ὑπὸ σητὸς δαπανώμενα.

ΝΘʹ. Ἰωὴλ δὲ ἡμῖν καὶ θρῆνον διακελεύεται, καὶ κόπτεσθαι βούλεται τοὺς λειτουργοῦντας τῷ θυσιαστηρίῳ, λιμοῦ πιέζοντος· τοσοῦτον ἀπέχει τρυφᾷν ἐπιτρέπειν ἐν τοῖς τῶν ἄλλων κακοῖς· καὶ πρὸς τῷ ἁγιάζειν νηστείαν, καὶ κηρύσσειν θεραπείαν, συναγαγεῖν πρεσβυτέρους, νήπια, ἡλικίας ἐλεεινὰς, ἔτι καὶ αὐτοὺς τὸ ἱερὸν καταλαβόντας ἐν σποδῷ καὶ σάκκοις, καὶ λίαν ταπεινῶς κατὰ γῆς ἐῤῥιμμένους, διότι τεταλαιπωρήκει πεδία τῇ ἀκαρπίᾳ, καὶ ἐξῆρτο ἐξ οἴκου Κυρίου σπονδὴ καὶ θυσία, ἕλκειν τῇ ταπεινώσει τὸν ἔλεον.

Ξʹ. Τί δαὶ ὁ Ἀμβακούμ; Οὗτος μὲν καὶ θερμοτέρων ἅπτεται λόγων, καὶ πρὸς αὐτὸν ἀποδυσπετεῖ τὸν Θεὸν, καὶ οἷον καταβοᾷ τοῦ χρηστοῦ δεσπότου διὰ τὴν τῶν κριτῶν ἀδικίαν· Ἕως τίνος, Κύριε, κεκράξομαι, λέγων, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;

Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα. Εἶτα ἡ ἀπειλὴ, καὶ τὰ ἐπὶ τούτοις· Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφανίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι. Καὶ τί χρὴ πάντα ἐπιφέρειν τὰ τῆς ἀπειλῆς; Ἀλλὰ μικρὸν ἔμπροσθεν· τοῦτο γάρ μοι δοκεῖ βέλτιον εἶναι προσθεῖναι τοῖς εἰρημένοις· πολλοὺς ἀνακαλεσάμενος καὶ ἀποκλαυσάμενος τῶν περί τι ἀδίκων καὶ πονηρῶν, τέλος ἀνακαλεῖται καὶ τοὺς τῆς μοχθηρίας ἡγεμόνας καὶ διδασκάλους, ἀνατροπὴν μὲν θολερὰν τὴν κακίαν ἀποκαλῶν καὶ τοῦ νοῦ μέθην καὶ πλάνην· ποτίζεσθαι δὲ λέγων τούτοις ὑπ᾽ αὐτῶν τοὺς πλησίον, ὅπως ἐπιβλέπωσιν ἐπὶ τὸ σκότος αὐτῶν τῆς ψυχῆς, καὶ τὰ σπήλαια ἑρπετῶν καὶ θηρίων, λογισμῶν πονηρῶν οἰκητήρια. Οὗτοι μὲν δὴ τοιοῦτοι, καὶ μετὰ τοιούτων ἡμῖν διαλεγόμενοι τῶν παιδευμάτων.

ΞΑʹ. Μαλαχίαν δὲ πῶς παριδεῖν ἄξιον; νῦν μὲν ἐγκαλοῦντα πικρῶς τοῖς ἱερεῦσι, καὶ ὀνειδίζοντα ὡς τὸ ὄνομα Κυρίου φαυλίζουσι· καὶ προστιθέντα ἐν τίσιν, ἐν τῷ προσάγειν πρὸς τὸ θυσιαστήριον ἄρτους ἠλισγημένους, βρώματα οὐκ ἀπάργματα, καὶ ἃ μηδ᾽ ἂν τῶν ἡγουμένων τινὶ προσενέγκοιεν, ἢ ἀτιμασθεῖεν ἂν προσενεγκόντες, ταῦτα προσφέρειν τῷ βασιλεῖ τῶν ὅλων εὐχὴν εὐξαμένους, χωλὰ, καὶ ἄῤῥωστα, καὶ διεφθαρμένα, καὶ βέβηλα παντελῶς, καὶ ἀπόπτυστα· νῦν δὲ τῆς πρὸς τοὺς Λευΐτας τοῦ Θεοῦ διαθήκης ὑπομιμνήσκοντα, (ἡ δὲ ἦν τῆς ζωῆς καὶ τῆς εἰρήνης), καὶ φόβῳ φοβεῖσθαι τὸν Κύριον, καὶ ἀπὸ προσώπου τοῦ ὀνόματος αὐτοῦ στέλλεσθαι.

Νόμος, φησὶν, ἦν ἀληθείας ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν τοῖς χείλεσιν αὐτοῦ. Ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ᾽ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἐξ ἀδικίας, ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ. Καὶ ἡ αἰτία ὡς τιμία τε ἅμα καὶ φοβερά! διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστι. Καὶ παραιτοῦμαι μὲν τῶν ἐπὶ τούτοις ἀρῶν τὸ βλάσφημον· φοβοῦμαι δὲ τὴν ἀλήθειαν· ἀλλ᾽ ὃ μέτριόν τε ἅμα εἰπεῖν καὶ συμφέρον· Εἰ ἔτι ἄξιον, φησὶν, ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν, ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; ὡς ἂν μάλιστα δυσχεραίνων, καὶ τὴν ἱερουργίαν αὐτῶν διὰ τὴν κακίαν ἀποπεμπόμενος.

ΞΒʹ. Ζαχαρίου μὲν γὰρ ὅτ᾽ ἂν μνησθῶ, φρίσσω τὸ δρέπανον, ὁμοίως καὶ ἃ κατὰ τῶν ἱερέων μαρτύρεται οὗτος· ἃ μὲν περὶ Ἰησοῦ τοῦ πάνυ, ἱερέως τοῦ μεγάλου, παραδηλοῖ, ὃν περιδύσας τῷ λόγῳ τὴν ῥυπαρὰν ἐσθῆτα καὶ ἀναξίαν, τὴν ἱερατικὴν καὶ λαμπρὰν περιτίθησιν· ὅσα τε ὁ ἄγγελος αὐτῷ λέγων πρὸς τὸν Ἰησοῦν καὶ ἐπισκήπτων πεποίηται· ταῦτα μὲν, εἰς μείζονα καὶ ὑψηλότερα ἴσως ἢ κατὰ τοὺς πολλοὺς ἱερέας ἀναφερόμενα, σιωπῇ τιμάσθω· πλὴν ὅτι καὶ τούτου ἐκ δεξιῶν ὁ διάβολος εἱστήκει τοῦ ἀντικεῖσθαι αὐτῷ· πρᾶγμα ἐμοὶ γοῦν οὐ μέτριον, οὐδὲ ὀλίγου φόβου καὶ φυλακῆς ἄξιον.

ΞΓʹ. Ἃ δὲ τῶν λοιπῶν κατηγορεῖ ποιμένων ἐπιμελῶς καὶ καθάπτεται, τίς οὕτω τολμηρὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος, ὥστε μὴ τρέμειν ἀκούων, καὶ αὐτὸς ἑαυτοῦ γίνεσθαι μετριώτερος; Φωνὴ, φησὶ, θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλοσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τάδε πεπόνθασι. Μονονοὺ κἀκούει τῶν θρήνων ὡς ἤδη παρόντων, καὶ συνθρηνεῖ τοῖς πάσχουσιν.

Ἔτι δὲ μικρὸν ἔμπροσθεν πληκτικώτερον καὶ σφοδρότερον· Ποιμαίνετε, φησὶ, τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο· καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον. Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ᾽ αὐτοῖς.

Διὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος παντοκράτωρ· καὶ πάλιν· Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας, καὶ πατάξατε τοὺς ποιμένας, καὶ ἐκσπάσατε τὰ πρόβατα· καὶ, ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ ὠργίσθη ὁ θυμός μου ἐπὶ τοὺς ποιμένας, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· προστιθεὶς ἤδη τῇ ἀπειλῇ καὶ τοῦ λαοῦ τοὺς προέχοντας. Οὕτω φιλοπόνως προσκαθέζεται τῷ λόγῳ καὶ οὐδὲ ἀπαλλαγῆναι δύναται ῥᾳδίως τῶν ἀπειλῶν· ὥστε δέδοικα μὴ καὶ αὐτὸς ἀπευκτὸς ὦ οὕτως.

ΞΔʹ. Ἵνα δὲ τοὺς ἐν τῷ Δανιὴλ παραδράμωμεν πρεσβυτέρους· καὶ γὰρ παραδράμοιμεν, καὶ τὸ τῷ δεσπότῃ περὶ αὐτῶν καλῶς εἰρημένον καὶ προηγορευμένον, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν· πῶς οἴσομεν Ἰεζεκιὴλ, τὸν τῶν μεγάλων ἐπόπτην καὶ ἐξηγητὴν μυστηρίων καὶ θεαμάτων; Πῶς μὲν ἃ τοῖς σκοποῖς διακελεύεται, μὴ κατασιωπᾷν τὴν κακίαν, καὶ τὴν ἐπερχομένην ταύτῃ ῥομφαίαν; ὡς οὔτε αὐτοῖς τοῦτο λυσιτελοῦν, οὔτε τοῖς ἁμαρτάνουσι· τοῦ δὲ προϊδέσθαι καὶ προκηρῦξαι ἀμφοτέρους ὀνήσοντος, εἰ οἱ μὲν εἴποιεν, οἱ δὲ ἀκούσαιεν, ἢ πάντως γε τοὺς μηνύσαντας.

ΞΕʹ. Πῶς δὲ τὴν ἄλλην καταδρομὴν, ἣν ποιεῖται κατὰ τῶν ποιμαινόντων, νῦν μὲν ἐν τούτοις τοῖς ῥήμασιν· Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν, καὶ ἐκζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων· νῦν δὲ ἐν ἐκείνοις πάλιν· Υἱὲ ἀνθρώπου, εἶπον αὐτῇ· Σὺ εἶ γῆ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς· ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς, ὡς λέοντες ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ· καὶ μετ᾽ ὀλίγα· Οἱ ἱερεῖς αὐτῆς ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου· βεβήλοις τε καὶ ἁγίοις, φησὶν, οὐ διέστελλον, ἀλλὰ πάντα ἦν αὐτοῖς ἓν, καὶ ἀπὺ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν· συντελεῖν τε τὸν τοῖχον, καὶ τοὺς ἀλείφοντας αὐτὸν ἀπειλῶν· τὸ δέ ἐστι, τοὺς ἁμαρτάνοντας καὶ τοὺς συγκαλύπτοντας· ὅπερ εἶναι κακῶν ἀρχόντων καὶ ἱερέων, καὶ πλαγιαζόντων τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἐν τοῖς ἐπιθυμήμασιν αὐτῶν.

ΞϚʹ. Καὶ σιωπῶ λέγειν ὅσα περὶ τῶν βοσκόντων ἑαυτοὺς διαλέγεται, τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, ἀλλὰ μὴ ποιμαινόντων τὰ πρόβατα, τὸ ἠσθενηκὸς οὐκ ἐνισχυόντων, καὶ τὸ συντετριμμένον οὐ καταδεσμούντων, καὶ τὸ πλανώμενον οὐκ ἐπιστρεφόντων, καὶ τὸ ἀπολωλὸς οὐκ ἐκζητούντων, καὶ τὸ ἰσχυρὸν οὐ φυλαττόντων, ἀλλὰ μόχθῳ κατεργαζομένων, καὶ κατὰ σπουδὴν ἀπολλύντων· ὡς διεσπάρθαι τὰ πρόβατα κατὰ παντὸς πεδίου καὶ ὄρους, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ γενέσθαι κατάβρωμα πᾶσι πετεινοῖς καὶ θηρίοις, οὐκ ὄντος τοῦ ἐκζητοῦντος καὶ ἐπιστρέφοντος. Εἶτα τί; Ζῶ ἐγὼ, φησὶ, λέγει Κύριος, ἀντὶ τοῦ ταῦτα οὕτως ἔχειν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν, ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ τὰ μὲν συνάξω καὶ περιποιήσομαι· οἱ δὲ τὰ καὶ τὰ πείσονται, ἃ τοὺς κακοὺς ποιμένας εἰκός.

ΞΖʹ. Ἀλλ᾽ ἵνα μὴ, τὰ πάντων καὶ πάντας ἀπαριθμούμενος τοὺς προφήτας, μακρὸν ἀποτείνω λόγον, ἑνὸς ἐπιμνησθεὶς ἔτι τοῦ πρὸ τῆς πλάσεως ἐγνωσμένου, καὶ ἐκ μήτρας ἡγιασμένου (Ἱερεμίας ἦν οὗτος), τοὺς λοιποὺς ὑπερβήσομαι. Ζητεῖ μὲν οὗτος ὑπὲρ κεφαλῆς ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, ἵνα κλαύσῃ πρὸς ἀξίαν τὸν Ἰσραήλ· ὀδύρεται δὲ οὐχ ἧττον καὶ τῶν προεστώτων τὴν μοχθηρίαν.

ΞΗʹ. Λέγει μὲν αὐτῷ διελεγχόμενος πρὸς τοὺς ἱερεῖς ὁ Θεός· Οἱ ἱερεῖς οὐκ εἶπαν, ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Λέγει δὲ αὐτὸς πάλιν· Ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν, καὶ διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν. Ποιμένες τε, φησὶ, πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου· ἐμόλυναν τὴν μερίδα μου τὴν οὖσαν ἐπιθυμητὴν, δεδόσθαι εἰς τὴν ἔρημον ἄβατον. Εἶτα πρὸς αὐτοὺς πάλιν ἀποτείνεται τοὺς ποιμένας· Ὦ, οἱ ποιμένες οἱ ἀπολλύντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς μου· διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξεώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτά· ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ᾽ ὑμᾶς, κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. Ἀλαλάζειν τε βούλεται τοὺς ποιμένας, καὶ κόπτεσθαι τοὺς κριοὺς τῶν προβάτων, διότι ἐπληρώθησαν αἱ ἡμέραι αὐτῶν εἰς σφαγήν.