ϟΗʹ. Τίς μήπω διὰ πασῶν ὁδεύσας τῶν τοῦ Χριστοῦ προσηγοριῶν καὶ δυνάμεων, καὶ ἔργῳ καὶ θεωρίᾳ, τῶν τε ὑψηλοτέρων καὶ πρώτων, καὶ τῶν δι᾽ ἡμᾶς ταπεινοτέρων καὶ τελευταίων, τοῦ Θεοῦ, τοῦ Υἱοῦ, τῆς Εἰκόνος, τοῦ Λόγου, τῆς Σοφίας, τῆς Ἀληθείας, τοῦ Φωτὸς, τῆς Ζωῆς, τῆς Δυνάμεως, τῆς Ἀτμίδος, τῆς Ἀποῤῥοίας, τοῦ Ἀπαυγάσματος, τοῦ Ποιητοῦ, τοῦ Βασιλέως, τῆς Κεφαλῆς, τοῦ Νόμου, τῆς Ὁδοῦ, τῆς Θύρας, τοῦ Θεμελίου, τῆς Πέτρας, τοῦ Μαργαρίτου, τῆς Εἰρήνης, τῆς Δικαιοσύνης, τοῦ Ἁγιασμοῦ, τῆς Ἀπολυτρώσεως, τοῦ Ἀνθρώπου, τοῦ Δούλου, τοῦ Ποιμένος, τοῦ Ἀμνοῦ, τοῦ Ἀρχιερέως, τοῦ Θύματος, τοῦ Πρωτοτόκου πρὸ κτίσεως, Πρωτοτόκου ἐκ τῶν νεκρῶν, τῆς Ἀναστάσεως· τίς τούτων τῶν ὀνομάτων τε καὶ πραγμάτων ἐπακούων εἰκῆ, καὶ μήπω κοινωνήσας τῷ Λόγῳ, μηδὲ μεταλαβὼν αὐτοῦ, καθ᾽ ὃ τούτων ἕκαστόν ἐστί τε καὶ κέκληται;