Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτὸν καὶ εἰς τὸν πατέρα καὶ εἰς τὸν Μέγαν Βασίλειον

Γρηγόριος ὁ Ναζιανζηνός

Η αναζήτηση της ησυχίας και η επίδραση της φιλίας

Η εγκατάλειψη της αρχικής επιθυμίας για απομόνωση λόγω του σεβασμού προς το γήρας και της δύναμης της φιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 3

ΛΟΓΟΣ Ιʹ. Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασίλειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυγῆς. Αʹ. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογίας! οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν᾽ ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζήτουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ᾽ οἷς σκεπασθήσομαι.

Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλλων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχεδίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πολιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογισμὸς ἴσως, ἀλλ᾽ οὖν ἀσφαλεστέρων· ἴσον ἀπέχειν καὶ ὕψους καὶ πτώματος.