Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτὸν καὶ πρὸς τοὺς λέγοντας αὐτὸν ἐπιθυμεῖν τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως

Γρηγόριος ὁ Ναζιανζηνός

Η σχέση με το ποίμνιο και το γνήσιο ιερατικό ήθος

Ο συγγραφέας αναλύει τους λόγους της προσήλωσης του λαού, προκρίνοντας την άτεχνη ευσέβεια και το μετριοπαθές ήθος έναντι της εκκοσμικευμένης ιερωσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΛϚʹ. Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδείξαντο εἰς αὐτόν. Αʹ. Ἐγὼ θαυμάζω, τί ποτέ ἐστιν ὃ πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους, καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας φωνῆς, τῆς ὑπερορίου καὶ μικρᾶς ἴσως, καὶ οὐδὲν ἐχούσης ἐράσμιον, ὥστε ταυτόν μοι δοκεῖτε πρὸς ἡμᾶς πεπονθέναι, ὃ πρὸς τὴν μαγνῆτιν λίθον τὰ σιδήρια. Ἐμοῦ τε γὰρ κρέμασθε, καὶ ἀλλήλων εἷς τοῦ ἑνὸς ἐχόμενοι, καὶ Θεοῦ πάντες, ἐξ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα. Ὢ τῆς θαυμασίας ἁλύσεως, ἣν πλήκει τὸ Πνεῦμα τὸ ἅγιον δεσμοῖς ἀλύτοις συνηρτισμένην!

Τὸ δὲ αἴτιον, οὔτε τι οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον, ὅσα ἐμαυτῷ συνεπίσταμαι· εἰ μή τις τοῦτο αὐτὸ ἐμὴν σοφίαν ὑπολαμβάνει τὸ εἰδέναι, ὅτι μὴ σοφὸς εἴην, μηδὲ τῆς ἀληθινῆς καὶ πρώτης σοφίας ἐγγύς· ὃ πολλῷ δέουσι περὶ ἑαυτῶν ὑπολαμβάνειν οἱ νῦν σοφοί· ἐπειδὴ ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οὔτε πρῶτος ὑμῖν τὸν τῆς ὀρθοδοξίας λόγον ἐκήρυξα, οὗ μάλιστα περιέχεσθε, ἴχνεσι δὲ ἀλλοτρίοις ἐπηκολούθησα, καὶ τούτοις ὑμετέροις· εἰρήσεται γὰρ τἀληθές· εἴπερ ὑμεῖς Ἀλεξάνδρου μαθηταὶ τοῦ πάνυ, τοῦ μεγάλου τῆς Τριάδος ἀγωνιστοῦ τε καὶ κήρυκος, καὶ λόγῳ καὶ ἔργῳ τὴν ἀσέβειαν ἐξορίσαντος. Μέμνησθε γὰρ τῆς Ἀποστολικῆς ἐκείνης εὐχῆς, ἣ τὸν ἀρχηγὸν τῆς ἀσεβείας κατέλυσεν ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων, ἵν᾽ ὕβρις ὕβριν ἀμύνηται, καὶ στηλιτευθῇ θανάτῳ δικαίῳ θάνατος ψυχῶν ἄδικος.

Βʹ. Οὐ ξένην οὖν πηγὴν ὑμῖν ἐῤῥήξαμεν, ὥσπερ ἣν Μωϋσῆς ἀνέδειξεν ἐν ἀνύδρῳ τοῖς ἀπ᾽ Αἰγύπτου διωκομένοις, κεκρυμμένην δὲ καὶ συγκεχωσμένην ἀνεστομώσαμεν, κατὰ τοὺς παῖδας Ἰσαὰκ τοῦ μεγάλου, μὴ ὀρύσσοντας μόνον φρέατα ζῶντος ὕδατος, ἀλλὰ καὶ φρασσόμενα ὑπὸ τῶν Φυλιστιαίων ἀνακαθαίροντας.

Ἀλλ᾽ οὐδὲ τῶν κομψῶν τις καὶ ἡδέων ἐγὼ, καὶ οἷος κολακείᾳ κλέπτειν τὴν εὔνοιαν· οἵους ὁρῶ πολλοὺς τῶν νῦν ἱερατεύειν ὑπισχνουμένων οἳ τὴν ἁπλῆν καὶ ἄτεχνον ἡμῶν εὐσέβειαν, ἔντεχνον πεποιήκασι, καὶ πολιτικῆς τι καινὸν εἶδος ἀπὸ τῆς ἀγορᾶς εἰς τὰ ἅγια μετενηνεγμένης, καὶ ἀπὸ τῶν θεάτρων ἐπὶ τὴν τοῖς πολλοῖς ἀθέατον μυσταγωγίαν· ὡς εἶναι δύο σκηνὰς, εἰ δεῖ τολμήσαντα τοῦτο εἰπεῖν, τοσοῦτον ἀλλήλων διαφερούσας, ὅσον τὴν μὲν πᾶσιν ἀνεῖσθαι, τὴν δὲ τισί· καὶ τὴν μὲν γελᾶσθαι, τὴν δὲ τιμᾶσθαι· καὶ τὴν μὲν θεατρικὴν, τὴν δὲ πνευματικὴν ὀνομάζεσθαι. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, φησὶν ὁ θεῖος Ἀπόστολος, ὡς οὐ ταύτης ἡμεῖς τῆς μερίδος, ἀλλ᾽ οἷοι σκαιότητος ἂν θᾶττον καὶ ἀγροικίας, ἢ θωπείας καὶ ἀνελευθερίας ἔγκλημα δέξασθαι· οἵ γε καὶ πρὸς τοὺς λίαν ἀντεχομένους ἡμῶν ἔστιν ὅτε καὶ ὅπου φαινόμεθα τραχυνόμενοι, ἄν τι μὴ κατὰ λόγον ἡμῖν ποιεῖν νομίζωνται. Καὶ τοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς καινοτομία, ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς, βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτον ἐθήκατε, τὸν οὐκ οἶδ᾽ εἴτε τυραννικὸν χρὴ λέγειν, εἴτε ἀρχιερατικόν· ἐθήκατε δ᾽ οὖν, διὰ τὸν πόθον παρανομήσαντες. Ἔνθα τοσοῦτόν τισι τῶν θερμοτέρων ἐδυσχεράναμεν, ὥστε ἀπεπήδησαν ἡμῶν, τὸ φίλτρον εἰς ἔχθραν τρέψαντες. Οὐ γὰρ ἐξ ὧν χαριούμεθα σκοποῦμεν μᾶλλον, ἢ ἐξ ὧν ὠφελήσομεν.

Γʹ. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πόθου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερον πάθος αὐτοὶ γνωρίσαι, ἢ δι᾽ ἡμῶν τοῦτο δημοσιεῦσαι, ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξηγηταῖς;

Ἡμέτερον οἶδ᾽ ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε, καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής. Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντες ἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειν τὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖον ἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτε λόγον, καὶ δι᾽ εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυτῶν προβλήμασιν. Δεύτερον δὲ, οὐδὲν οὕτως αἰδεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον, μήτε θεατρικόν τε καὶ πανηγυρικὸν, ἀλλ᾽ ὑποχωρητικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι, φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖν ἀνευρημένον, ἀλλ᾽ ἁπλῶς καὶ πνευματικῶς τετιμημένον.

Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ᾽ ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰς ὥρας μικρὸν προφαίνοντες, εἶθ᾽ ὑποστέλλοντες· ἀλλ᾽ ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴ μεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξωμεν.

Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶν ἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόντων· ἐπειδὴ, κατὰ τὸν Δανιὴλ, ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων ἐκ Βαβυλῶνος, οἳ ἐδόκουν κρίνειν τὸν Ἰσραήλ· σχετλιάζειν μὲν καὶ δυσχεραίνειν, καὶ οὐκ ἔχειν ὅπως ἐπαμύνητε τυραννουμένῳ, μόνον δὲ ἀντὶ πάντων εἰσφέρειν τὸν ἔλεον. Ὁ οὖν οἶκτος τῇ αἰδοῖ συγκραθεὶς φίλτρον ἐγένετο. Καὶ τοῦτο τῆς περὶ ἐμὲ τιμῆς τὸ μυστήριον.