Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτὸν καὶ πρὸς τοὺς λέγοντας αὐτὸν ἐπιθυμεῖν τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως

Γρηγόριος ὁ Ναζιανζηνός

Ποιμαντικές προτροπές προς τις τάξεις των πιστών και κατακλείδα

Παραινέσεις προς το ποίμνιο, την κοσμική εξουσία, τους πλουσίους και τους κατοίκους της μεγάλης πόλης για ορθόδοξη ομολογία και αληθινή αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Ιʹ. Ἤδη δέ μοι πρὸς ὑμᾶς ὁ λόγος, τὸ ἐμὸν ποίμνιον. Ὑμεῖς γένεσθέ μοι, φησὶν ὁ Παῦλος, δόξα, καὶ χαρὰ, καὶ καυχήσεως στέφανος· ὑμεῖς ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν· ἵν᾽, ὥσπερ τοῖς τεκτονικοῖς ἢ γραφικοῖς ἀπαιτουμένοις λόγον, ἐξαρκεῖ δείξασι τὸ τεκτονηθὲν ἢ γραφὲν ἀπηλλάχθαι πραγμάτων (ἔργον γὰρ λόγου, φησὶν, ἰσχυρότερον), οὕτως καὶ αὐτὸς ὑμᾶς ἐπιδείξας, ὑπερέξω τὰς λοιδορίας. Ὑπερέξω δὲ πῶς; Πρῶτον μὲν, ἐὰν τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν ἀκλινῆ καὶ βεβαίαν φυλάττητε, μηδὲν προστιθέντες, μηδὲ ἀφαιροῦντες, μηδὲ σμικρύνοντες τῆς μιᾶς Θεότητος (τὸ γὰρ ἐλαττωθὲν, τοῦ παντός ἐστιν ἐλάττωσις)· τοὺς δὲ ἄλλο τι φρονοῦντας, ἢ λέγοντας, ἢ φύσεων μέτροις τὸ ἓν διαλύοντας, ἢ διατειχίζοντας, ὡς λύμην τῆς Ἐκκλησίας, καὶ τῆς ἀληθείας ἰὸν, ἀποπέμποισθε, μὴ μισοῦντες, ἀλλ᾽ ἐλεοῦντες τοῦ πτώματος. Δεύτερον δὲ, εἰ τὴν πολιτείαν ἀκόλουθον τῷ ὀρθῷ λόγῳ παρέχοιτε, ἵν᾽ ἦτε περιδέξιοι τὴν ἀρετὴν, ἀλλὰ μὴ τῷ ἑτέρῳ λείποντες.

ΙΑʹ. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα· νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε ὅσον τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω, μόνου Θεοῦ· τὰ κάτω δὲ, καὶ ὑμῶν. Θεοὶ γένεσθε τοῖς ὑφ᾽ ὑμᾶς, ἵν᾽ εἴπω τι καὶ τολμηρότερον.

Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πιστεύεται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Πιστοὶ μένετε τοῖς βασιλεῦσι, Θεῷ δὲ πρότερον, δι᾽ ὃν καὶ τούτοις οἷς ἐπιστεύθητε, καὶ οἷς παραδέδοσθε. Οἱ τὸ γένος κομπάζοντες, τὸν τρόπον ἐξευγενίσατε· ἢ φθέγξομαί τι τῶν ἀηδῶν μὲν, εὐγενῶν δέ. Τότε γὰρ ἀληθὲς εὐγενέστατον ἦν ἄν τι τὸ ὑμέτερον, εἰ μὴ καὶ δέλτοι τοὺς δυσγενεῖς ὑμῖν ἐνέγραφον.

ΙΒʹ. Οἱ σοφοὶ, καὶ φιλόσοφοι, καὶ σεμνοὶ τὴν ὑπήνην καὶ τὸ τριβώνιον, οἱ σοφισταὶ, καὶ γραμματισταὶ, καὶ τῶν δημοσίων θηρευταὶ κρότων, οὐκ οἶδα πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες. Οἱ περὶ τὸν πλοῦτον, ἀκούσατε τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· ἴστε θαῤῥοῦντες ἀβεβαίῳ πράγματι. Ἀποφόρτισαί τι τῆς νηὸς, ἵνα πλέῃς κουφότερος. Ἐχθροῦ τι τυχὸν ὑφαιρήσεις, εἰς ὃν τὰ σὰ περιστήσεται. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς γαστρὸς, δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης· τῇ νόσῳ βοήθησον· εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον.

Ὑμεῖς ἡ μεγάλη πόλις, οἱ πρῶτοι μετὰ τὴν πρώτην εὐθέως, ἢ μηδὲ τοῦτο παραχωροῦντες, φάνητέ μοι πρῶτοι, μὴ τὴν κακίαν, ἀλλὰ τὴν ἀρετήν· μὴ τὴν ἔκλυσιν, ἀλλὰ τὴν εὐνομίαν. Ὡς ἔστιν αἰσχρὸν, τῶν μὲν πόλεων κρατεῖν, τῶν δὲ ἡδονῶν ἡττᾶσθαι· ἢ τὰ μὲν ἄλλα σωφρονεῖν, περὶ δὲ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ στάδια, καὶ τὰ κυνηγέσια τοσοῦτον μεμηνέναι, ὥστε ταῦτα ποιεῖσθαι βίον, καὶ πόλιν εἶναι παιζόντων τὴν πρώτην ἐν πόλεσιν, ἣν καὶ ταῖς ἄλλαις τύπον εἶναι καλοῦ παντὸς πρεπωδέστερον. Ταῦτα διαπτύοιτε, Θεοῦ πόλις εἴητε. ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου ζωγραφηθείητε, καὶ παραστήσαισθε σὺν ἡμῖν τῷ μεγάλῳ πολιστῇ λαμπροὶ λαμπρῶς ὕστερον. Τοῦτο ὑμᾶς εὐαγγελίζομαι ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.