Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτόν, ὅτε ἐκ τοῦ ἀγροῦ ἐπανῆλθε, μετὰ τὰ κατὰ Μάξιμον γενόμενα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αξία της ησυχίας και η καρτερία απέναντι στους πειρασμούς

Ανάδειξη της σημασίας της αναχωρήσεως για προσευχή και χρήση αλληγορικών εικόνων για την περιγραφή της πνευματικής σταθερότητας και αντοχής κατά τις δοκιμασίες του βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 6

Ζʹ. Ἃ μὲν οὖν ὑμᾶς ἀπαιτοῦμεν, ταῦτά ἐστι· καὶ οἶδ᾽, ὅτι οὐκ αἰσχύνεσθε, οὔτε παρ᾽ ἡμῶν ἀπαιτούμενοι λόγον, οὔτε παρὰ τῆς τελευταίας ἡμέρας, εἰς ἣν πάντα συνάγεται τὰ ἡμέτερα, κατὰ τὸ εἰρημένον· Κἀγὼ ἔρχομαι τὰ βουλεύματα καὶ τὰς πράξεις ὑμῶν συναγαγεῖν· καὶ, Ἰδοὺ ἄνθρωπος, καὶ τὸ ἔργον αὐτοῦ, καὶ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ. Τὰ δὲ ἡμέτερα, καὶ ἃ παρὰ τῆς ἐρημίας ὑμῖν κομίζομεν. Ἐπειδὴ καὶ Ἡλίας ἡδέως ἐνεφιλοσόφει τῷ Καρμήλῳ, καὶ Ἰωάννης τῇ ἐρήμῳ, καὶ Ἰησοῦς αὐτὸς, τὰς μὲν πράξεις τοῖς ὄχλοις, τὰς εὐχὰς δὲ τῇ σχολῇ καὶ ταῖς ἐρημίαις, ὡς τὰ πολλὰ, προσένεμεν. Τί νομοθετῶν; Ὡς οἶμαι, τὸ χρῆναί τι καὶ ἡσυχάζειν, ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἐπανάγειν τὸν νοῦν ἀπὸ τῶν πλανωμένων. Οὐ γὰρ αὐτὸς ἐδεῖτο ἀναχωρήσεως (οὐδὲ γὰρ εἶχεν εἰς ὅ τι συσταλῇ, Θεὸς ὢν, καὶ πάντα πληρῶν), ἀλλ᾽ ἵν᾽ ἡμεῖς μάθωμεν καὶ πράξεως καιρὸν, καὶ ἀσχολίας ὑψηλοτέρας. Τίνα οὖν τὰ τῆς ἐμῆς ἐρημίας; Βούλομαι γὰρ, ὡς ἀγαθὸς ἔμπορος καὶ πανταχόθεν κερδαίνων, κἀντεῦθέν τι προσενεγκεῖν ὑμῖν ἀγώγιμον.

Ηʹ. Ἐβάδιζον οὕτω κατ᾽ ἐμαυτὸν, ἤδη κλινούσης ἡμέρας. Ἀκτὴ δὲ ἦν ὁ περίπατος· καὶ γάρ πως εἴωθα τοὺς πόνους ἀεὶ ταῖς τοιαύταις διαλύειν ἀνέσεσιν· ἐπεὶ μηδὲ νευρὰ φέρει τὸ σύντονον ἀεὶ τεινομένη, καὶ δεῖταί τι μικρὸν τῶν γλυφίδων ἐκλύεσθαι, εἰ μέλλοι ταθήσεσθαι πάλιν, καὶ μὴ ἄχρηστος ἔσεσθαι τῷ τοξότῃ, μηδὲ ἀνόνητος ἐν καιρῷ χρήσεως. Ἐβάδιζον οὖν, καὶ οἱ μὲν πόδες ἐφέροντο, ἡ δὲ ὄψις εἶχε τὴν θάλασσαν. Ἡ δὲ ἦν θέαμα οὐχ ἡδὺ, καίτοιγε ἄλλως ἥδιστον οὖσα, ὅταν γαλήνῃ πορφύρηται, καὶ προσπαίζῃ ταῖς ἀκταῖς ἡδύ τι καὶ ἥμερον. Ἀλλὰ τί τότε (φθέγγομαι γὰρ ἡδέως καὶ τὰ ῥήματα τῆς Γραφῆς); Ἀνέμου μεγάλου πνέοντος, διηγείρετό τε καὶ ἐπωρύετο· τῶν δὲ κυμάτων, ὃ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις κινήμασι, τὰ μὲν πόῤῥωθεν ἀνιστάμενα, καὶ κατὰ μικρὸν κορυφούμενα, εἶτ᾽ ἐλαττούμενα, πρὸς ταῖς ἀκταῖς ἐλύετο· τὰ δὲ ταῖς γείτοσι πέτραις προσπίπτοντα καὶ ἀποκρουόμενα, εἰς ἄχνην ἀφρώδη καὶ ψιλὴν ἐσκορπίζετο.

Ἔνθα κάχληκες μὲν, καὶ φυκία, καὶ κήρυκες, καὶ τῶν ὀστρέων τὰ ἐλαφρότατα ἐξωθεῖτο καὶ ἀπεπτύετο· ἔστι δὲ ἃ καὶ ἡρπάζετο πάλιν, ἀναχωροῦντος τοῦ κύματος. Αἱ δὲ ἦσαν ἄσειστοι καὶ ἀτίνακτοι, οὐδέν γε ἧττον ἢ διοχλοῦντος οὐδενὸς, πλὴν ὅσον τοῖς κύμασι βάλλεσθαι.

Θʹ. Ἐντεῦθεν οἶδά τι πρὸς φιλοσοφίαν ὠφεληθεὶς, καὶ (οἷος ἐγὼ πάντα συντείνων πρὸς ἐμαυτὸν, καὶ μάλιστα εἰ τύχοιμι πρός τι τῶν συμβαινόντων ἰλιγγιάσας, ὃ καὶ νῦν πέπονθα) οὐ παρέργως ἐδεξάμην τὸ ὁρώμενον· καί μοι τὸ θέαμα παίδευμα γίνεται.

Ἦ γὰρ οὐκ, ἔφην ἐγὼ, θάλασσα μὲν ὁ ἡμέτερος βίος καὶ τὰ ἀνθρώπινα (πολὺ γὰρ κἀν τούτῳ τὸ ἁλμυρὸν καὶ ἄστατον), πνεύματα δὲ οἱ προσπίπτοντες πειρασμοὶ καὶ ὅσα τῶν ἀδοκήτων; Ὅ μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Δαβὶδ κατανοήσας, Σῶσόν με, Κύριε, λέγειν, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ, Ῥῦσαί με ἐκ τῶν βαθέων τῶν ὑδάτων· Ἦλθον δὲ εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Τῶν δὲ πειραζομένων οἱ μὲν ἐδόκουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν πρὸς τὰς ἐπηρείας· οὐδὲ γὰρ ἔχειν ἐν ἑαυτοῖς στεῤῥότητα, καὶ βάρος λογισμοῦ σώφρονος, καὶ τοῖς προσπίπτουσιν ἀντιβαίνοντος· οἱ δὲ εἶναι πέτρα, τῆς πέτρας ἐκείνης ἄξιοι, ἐφ᾽ ἧς βεβήκαμεν, καὶ ᾗ λατρεύομεν, ὅσοι φιλοσόφῳ χρώμενοι λόγῳ, καὶ ὑπεραναβεβηκότες τὴν τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἀσείστως καὶ ἀτινάκτως, καὶ διαγελῶσι μὲν, ἢ ἐλεοῦσι τοὺς σειομένους (τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρωπίας)· αὐτοὶ δὲ τῶν αἰσχρῶν τίθενται, ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲ δεινὰ οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτα, τίνων;

τῶν παρερχομένων, ὡς ἱσταμένων· καὶ τοῦ καιροῦ μὲν ἔξω φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι· ὥσπερ ἂν εἴ τις ἄριστον ἑαυτὸν νομίζοι τῶν ἀθλητῶν, μηδὲ καταβαίνων εἰς στάδιον· ἢ κυβερνήτην τῶν εὐδοκίμων, ἐν μὲν ταῖς εὐδίαις τῇ τέχνῃ μέγα φρονοῦντα, ἐν δὲ ταῖς ζάλαις μεθιέντα τοὺς οἴακας.

Ιʹ. Ἐπεὶ δὲ ἅπαξ εἰς τούτους κατέστην τοὺς λόγους, καὶ πρὸς ἑτέραν ἦλθον εἰκόνα, σφόδρα τοῖς παροῦσι συμβαίνουσαν. Τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, ἂν καὶ ὑμῖν ταύτην γνωρίσω· γνωριστέον δ᾽ οὖν, ἐπεὶ καὶ τὴν Γραφὴν οἶδα πολλάκις τοιούτοις χρωμένην εἰς σαφεστέραν διήγησιν. Ἔστι τι μύθῳ φυτὸν, ὃ θάλλει τεμνόμενον, καὶ πρὸς τὸν σίδηρον ἀγωνίζεται· καὶ εἰ δεῖ παραδόξως εἰπεῖν περὶ παραδόξου πράγματος, θανάτῳ ζῇ, καὶ τομῇ φύεται, καὶ αὔξεται δαπανώμενον.

Ταῦτα μὲν οὖν ὁ μῦθος, καὶ ἡ αὐτονομία τοῦ πλάσματος· ἐμοὶ δὲ δοκεῖ σαφῶς τοιοῦτον εἶναί τι ὁ φιλόσοφος. Εὐδοκιμεῖ τοῖς πάθεσι, καὶ ὕλην ἀρετῆς ποιεῖται τὰ λυπηρὰ, καὶ τοῖς ἐναντίοις ἐγκαλλωπίζεται· μήτε τοῖς δεξιοῖς ὅπλοις τῆς δικαιοσύνης αἰρόμενος, μήτε τοῖς ἀριστεροῖς καμπτόμενος· ἀλλ᾽ ὁ αὐτὸς οὐκ ἐν τοῖς αὐτοῖς ἀεὶ διαμένων, ἢ καὶ δοκιμώτερος, ὥσπερ ἐν καμίνῳ χρυσὸς, εὑρισκόμενος.