Ἦ γὰρ οὐκ, ἔφην ἐγὼ, θάλασσα μὲν ὁ ἡμέτερος βίος καὶ τὰ ἀνθρώπινα (πολὺ γὰρ κἀν τούτῳ τὸ ἁλμυρὸν καὶ ἄστατον), πνεύματα δὲ οἱ προσπίπτοντες πειρασμοὶ καὶ ὅσα τῶν ἀδοκήτων; Ὅ μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Δαβὶδ κατανοήσας, Σῶσόν με, Κύριε, λέγειν, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ, Ῥῦσαί με ἐκ τῶν βαθέων τῶν ὑδάτων· Ἦλθον δὲ εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Τῶν δὲ πειραζομένων οἱ μὲν ἐδόκουν μοι ὡς τὰ κουφότατα καὶ ἄπνοα παρασύρεσθαι, καὶ οὐδὲ μικρὸν ἀντέχειν πρὸς τὰς ἐπηρείας· οὐδὲ γὰρ ἔχειν ἐν ἑαυτοῖς στεῤῥότητα, καὶ βάρος λογισμοῦ σώφρονος, καὶ τοῖς προσπίπτουσιν ἀντιβαίνοντος· οἱ δὲ εἶναι πέτρα, τῆς πέτρας ἐκείνης ἄξιοι, ἐφ᾽ ἧς βεβήκαμεν, καὶ ᾗ λατρεύομεν, ὅσοι φιλοσόφῳ χρώμενοι λόγῳ, καὶ ὑπεραναβεβηκότες τὴν τῶν πολλῶν ταπεινότητα, πάντα φέρουσιν ἀσείστως καὶ ἀτινάκτως, καὶ διαγελῶσι μὲν, ἢ ἐλεοῦσι τοὺς σειομένους (τὸ μὲν ὑπὸ φιλοσοφίας, τὸ δὲ ὑπὸ φιλανθρωπίας)· αὐτοὶ δὲ τῶν αἰσχρῶν τίθενται, ἀπόντα μὲν τὰ δεινὰ περιφρονεῖν, μᾶλλον δὲ μηδὲ δεινὰ οἴεσθαι, παρόντων δὲ ἡττᾶσθαι, καὶ ταῦτα, τίνων;