Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτόν, ὅτε ἐκ τοῦ ἀγροῦ ἐπανῆλθε, μετὰ τὰ κατὰ Μάξιμον γενόμενα

Γρηγόριος ὁ Ναζιανζηνός

Απόκρουση κατηγοριών και απόρριψη της φιλοπρωτίας

Ανασκευή των προσωπικών επικρίσεων, καταδίκη των φιλοδοξιών για εκκλησιαστικά αξιώματα που προκαλούν διαιρέσεις, και πνευματική αντιμετώπιση των κοσμικών απειλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 6

ΙΔʹ. Τί γὰρ δὴ καὶ λυπήσουσιν ἐπὶ πάντα ἐλθόντες; Ἴδωμεν ὅσα ἂν ἀδικηθείη παρὰ ἀνθρώπων ἄνθρωπος. Ἀπαίδευτον ὀνομάσουσιν; Μίαν σοφίαν οἶδα, τὸ φοβεῖσθαι Θεὸν (Ἀρχή τε γὰρ σοφίας, φόβος Κυρίου· καὶ τέλος λόγου, τὸ πᾶν ἄκουε, τὸν Θεὸν φοβοῦ. Ταῦτα Σολομὼν ὁ σοφώτατος. Δειξάτωσαν οὖν ἄφοβον, καὶ νικησάτωσαν· τῆς δὲ ἄλλης σοφίας, τὴν μὲν παρέδραμον, τὴν δὲ προσλαβεῖν εὔχομαι καὶ ἐλπίζω, θαῤῥῶν τῷ Πνεύματι. Πενίαν ἐγκαλέσουσι, τὴν ἐμὴν περιουσίαν; εἴθε γὰρ ἀποδυσαίμην καὶ τὰ ῥάκια ταῦτα, ἵνα γυμνὸς διαδράμω τὰς ἀκάνθας τοῦ βίου· εἴθε καὶ τὸν βαρὺν χιτῶνα τοῦτον ὡς τάχιστα, ἵνα λάβω κουφότερον.

Φυγόπατριν ἀποκαλέσουσιν; ὡς μικρὰ φρονοῦσι περὶ ἡμῶν ὄντως ὑβρισταὶ καὶ μισόξενοι! Ἔστι γάρ μοι πατρὶς, ὦ οὗτοι, περιγραπτὸς, ᾧ πᾶσα πατρὶς, καὶ οὐδεμία; Σὺ δὲ οὐ ξένος καὶ παρεπίδημος; Οὐκ ἐπαινῶ σου τὴν κατοικίαν, ἂν οὕτως ἔχῃς, μὴ τῆς ἀληθινῆς πατρίδος ἐκπέσῃς, εἰς ἣν ἀποτίθεσθαι χρὴ τὸ πολίτευμα. Γῆρας δὲ οὐκ ὀνειδίσαις ἡμῖν καὶ τὸ νοσῶδες; οὐχ ὅλον τοῦτο τῆς ὕλης καὶ τῆς φύσεως, ἵνα εἰδῇς τι τῶν ἐμῶν ἀποῤῥήτων· ἔστιν ὃ καὶ ὁ λογισμὸς ἐδαπάνησεν, ἵνα μικρόν τι καυχήσωμαι.

Οὐδὲ σὺ σφριγῶν μοι καὶ σαρκοτροφῶν, ἡδὺ θέαμα. Εἴθε τι καὶ πολιᾶς ἐπήνθει σοι καὶ ὠχρότητος, ἵνα πιστευθῇς γοῦν εἶναι συνετὸς καὶ φιλόσοφος. ΙΕʹ. Τί ἔτι; Θρόνων καθαιρήσουσιν; Τίνων ἆρ᾽ ὧν ἡδέως ἐπέβην, ἢ νῦν, ἢ πρότερον; μακαρίζω δὲ τοὺς ἐπιβαίνοντας; Σὺ δέ μοι τούτους ἡδεῖς ποιεῖς, οὕτως ἐπιβαίνων ἀναξίως; Οὐδὲ τὰ πρώην συμβάντα τὴν ἐμὴν γνώμην ὑμῖν ἐδήλωσεν; ἢ κἀκεῖνα θρύψις τις ἦν, καὶ τοῦ πόθου δοκιμασία;

Πάντα ἂν οἱ τεχνικοὶ περὶ ἄλλων, τὰ ἑαυτῶν, τὰ μὲν ὑπονοήσαιεν, τὰ δὲ εἴποιεν. Τί δαὶ ἡ συντριβή; τί δαὶ αἱ ἀραὶ, ἃς δημοσίᾳ καθ᾽ ἡμῶν αὐτῶν πεποιήμεθα; τί δαὶ τὰ δάκρυα, καὶ τὸ ἐλεεινοὺς γενέσθαι ὑμῖν μικροῦ, καὶ μισουμένους διὰ τὴν ἔνστασιν;

Προεδρίας ἀποστερήσουσιν; ἣν πότε καὶ τίς τῶν εὖ φρονούντων ἐθαύμασε; νῦν δὲ καὶ τὸ φεύγειν, ὡς γοῦν ἐμοὶ δοκεῖ, πρῶτον συνέσεως· δι᾽ ἣν πάντα δονεῖται καὶ σείεται τὰ ἡμέτερα· δι᾽ ἣν τὰ πέρατα τῆς οἰκουμένης ἐν ὑποψίᾳ, καὶ πολέμῳ κωφῷ τινι καὶ οὐδὲ ὄνομα ἔχοντι· δι᾽ ἣν κινδυνεύομεν ἀνθρώπων εἶναι, παρὰ Θεοῦ γεγονότες, καὶ τὸ μέγα καὶ καινὸν ἀποβαλεῖν ὄνομα. Ὡς ὄφελόν γε μηδὲ ἦν προεδρία, μηδέ τις τόπου προτίμησις, καὶ τυραννικὴ προνομία! ἵν᾽ ἐξ ἀρετῆς μόνης ἐγινωσκόμεθα.

Νῦν δὲ τὸ δεξιὸν τοῦτο, καὶ τὸ ἀριστερὸν, καὶ τὸ μέσον, καὶ τὸ ὑψηλότερον, καὶ τὸ χθαμαλώτερον, καὶ τὸ προβαδίζειν ἢ συμβαδίζειν, πολλὰ πεποίηκε τὰ συντρίμματα ἡμῶν διακενῆς, καὶ πολλοὺς εἰς βόθρον ὦσε, καὶ εἰς τὴν τῶν ἐρίφων χώραν ἀπήγαγεν· οὐ τῶν κάτω μόνον, ἀλλ᾽ ἤδη καὶ τῶν ποιμένων, οἳ διδάσκαλοι τοῦ Ἰσραὴλ ὄντες, ταῦτα ἠγνόησαν.

ΙϚʹ. Θυσιαστηρίων εἴρξουσιν; Ἀλλ᾽ οἶδα καὶ ἄλλο θυσιαστήριον, οὗ τύποι τὰ νῦν ὁρώμενα· ἐφ᾽ ὃ λαξευτήριον οὐκ ἀναβέβηκεν, οὐδὲ χεὶρ, οὐδὲ ἠκούσθη σίδηρος, ἤ τι τῶν τεχνιτῶν καὶ ποικίλων, ἀλλ᾽ ὅλον τοῦ νοῦ τὸ ἔργον, καὶ διὰ θεωρίας ἡ ἀνάβασις. Τούτῳ παραστήσομαι, τούτῳ θύσω δεκτὰ, θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώματα, κρείττονα τῶν νῦν προσαγομένων, ὅσῳ κρεῖττον σκιᾶς ἀλήθεια· περὶ οὗ μοι δοκεῖ καὶ Δαβὶδ ὁ μέγας φιλοσοφεῖν, λέγων· Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, τοῦ εὐφραίνοντος τὴν πνευματικήν μου νεότητα. Τούτου μὲν οὐκ ἀπάξει με τοῦ θυσιαστηρίου πᾶς ὁ βουλόμενος. Πόλεως ἀπελάσουσιν; ἀλλ᾽ οὐχὶ καὶ τῆς ἄνω κειμένης. Τοῦτο δυνηθήτωσαν οἱ μισοῦντες ἡμᾶς, καὶ ὄντως πεπολεμήκασιν· ἕως δ᾽ ἂν μὴ τοῦτο δύνωνται, ῥανίσι βάλλουσιν, ἢ αὔραις παίουσιν, ἢ παίζουσιν ἐνύπνια· οὕτως αὐτῶν ἐγὼ βλέπω τὸν πόλεμον.

Χρημάτων περιαιρήσουσιν; Τίνων; Εἰ μὲν τῶν ἐμῶν, καὶ τῶν πτερύγων περικοπτέτωσαν, ὧν οὐκ ἐπιβέβλημαι· εἰ δὲ τῶν τῆς Ἐκκλησίας, τοῦτό ἐστιν ὑπὲρ οὗ πᾶς ὁ πόλεμος· δι᾽ ἃ ζηλοτυπεῖ τὸ γλωσσόκομον ὁ κλέπτης, καὶ τὸν Θεὸν προδίδωσι τριάκοντα ἀργυρίων, τὸ δεινότατον. Τοσούτου γὰρ, οὐχ ὁ προδιδόμενος, ἀλλ᾽ ὁ προδιδοὺς ἄξιος.

ΙΖʹ. Οἰκίας ἀποκλείσουσι; Τρυφὰς περικόψουσι; Φίλους ἀλλοτριώσουσι; Πάνυ γὰρ, ὡς ὁρᾷς, πλείστων κατεναρκήσαμεν, καίτοιγε προκαλουμένων (οὐ γὰρ ἀχαριστήσομεν)· εἰ δὲ καὶ κατεναρκήσαμεν, τῷ φείδεσθαι μᾶλλον ἢ τῷ προσίεσθαι. Τὸ δὲ αἴτιον, οἶκός τις ἀνέπαυσεν ἡμᾶς εὐσεβὴς καὶ φιλόθεος, καὶ οἷος τὸν Ἐλισσαῖον ὁ τῆς Σουναμίτιδος, συγγενῶν τὸ σῶμα, συγγενῶν τὸ πνεῦμα, πάντα φιλότιμος· παρ᾽ οἷς καὶ ὁ λαὸς οὗτος ἐπάγη, κλέπτων ἔτι τὴν διωκομένην εὐσέβειαν, οὐκ ἀδεῶς, οὐδὲ ἀκινδύνως. Ἀντιμετρήσαι αὐτῷ Κύριος ἐν ἡμέρᾳ ἀνταποδόσεως!

Τρυφὴν δὲ εἰ διώκομεν, τρυφήσαιεν καθ᾽ ἡμῶν οἱ μισοῦντες ἡμᾶς· οὐ γὰρ ἄλλο τι μεῖζον ἐμαυτῷ καταράσομαι. Φίλων δὲ, οἱ μὲν οὐδὲ πάσχοντες κακῶς, εὖ οἶδα, φεύξονται ἡμᾶς (τὸ γὰρ συναδικεῖσθαι, καὶ συναλγεῖν πεποίηκε)· τῶν δὲ ἤδη γεγυμνάσμεθα καὶ ὑπερορώμενοι φέρειν τὴν ὑπεροψίαν. Τῶν γὰρ φίλων καὶ τῶν πλησίον, οἱ μὲν καὶ φανερῶς ἐξ ἐναντίας ἤγγισαν καὶ ἔστησαν· οἱ δὲ, τὸ φιλανθρωπότατον, ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐν τῇ νυκτὶ ταύτῃ πάντες ἐσκανδαλίσθησαν. Μικροῦ καὶ Πέτρος ἠρνήσατό με· καὶ τυχὸν οὐδὲ κλαίει πικρῶς, ἵνα θεραπεύσῃ τὴν ἁμαρτίαν.