Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτόν, ὅτε ἐκ τοῦ ἀγροῦ ἐπανῆλθε, μετὰ τὰ κατὰ Μάξιμον γενόμενα

Γρηγόριος ὁ Ναζιανζηνός

Η επιστροφή του ποιμένα και η διάκριση της αληθινής ποιμαντικής μέριμνας

Έκφραση της αγάπης και του πνευματικού πόθου του ποιμένα προς το ποίμνιο μετά την επιστροφή του, και αντιδιαστολή της γνήσιας φροντίδας από τις ιδιοτελείς επιδιώξεις των ψευδοποιμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 6

ΛΟΓΟΣ ΚϚʹ. Εἰς ἐαυτὸν, ἐξ ἀγροῦ ἐπανήκοντα μετὰ τὰ κατὰ Μάξιμον. Αʹ. Ἐπόθουν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμην τοῖς ἴσοις μέτροις. Πείθομαι γὰρ, εἰ δεῖ καὶ πίστιν προσθεῖναι τῷ λόγῳ, Ναὶ νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Τοῦτον γάρ μοι πεποίηκε τὸν ὅρκον τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ πρὸς ὑμᾶς κεκινήμεθα, ἵνα κατασκευάσωμεν Κυρίῳ λαὸν περιούσιον. Σκοπεῖτε τὴν πίστιν ὅση· καὶ τὸ ἐμαυτοῦ πείθω, καὶ τὸ ὑπὲρ ὑμῶν διατείνομαι. Καὶ θαυμαστὸν οὐδέν. Ὧν γὰρ κοινὸν τὸ Πνεῦμα, κοινὸν καὶ τὸ πάθος· οἷς δὲ τὸ πάσχειν ἴσον, ἴσον καὶ τὸ πιστεύειν.

Ὃ γὰρ μή τις πέπονθεν, οὐδ᾽ ἂν ἑτέρῳ πιστεύσειεν· ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος, μάρτυς ἀόρατος ἀοράτου πάθους, μορφῆς ἀλλοτρίας οἰκεῖον ἔσοπτρον. Διὰ τοῦτο οὐδὲ ἠνεσχόμην ἀποφοιτῆσαι ὑμῶν μακρότερα, καίτοιγε ἱκανῶς τοῖς ἐνταῦθα δυσχεραίνων τε καὶ ἀχθόμενος· οὐχ οἷς αἱ πόλεις φέρουσι μόνον (δήμοις, θορύβοις, ἀγοραῖς, θεάτροις, πλησμοναῖς, ὕβρεσιν, ἄγουσι καὶ ἀγομένοις, ζημιοῦσι καὶ ζημιουμένοις, πενθοῦσι καὶ πενθουμένοις, κλαίουσι, χαίρουσι, γαμοῦσι, θάπτουσιν, εὐφημουμένοις, βλασφημουμένοις, ὕλῃ κακίας, κόσμου βράσματι, ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ὥσπερ ἐν Εὐρίπῳ καὶ πνεύμασιν), ἀλλὰ καὶ τούτοις ἤδη τοῖς σεμνοτέροις καὶ τιμιωτέροις, τοῖς περὶ τὸ βῆμα τοῦτο λέγω, καὶ τὴν ἁγίαν τράπεζαν· ὧν ἡμεῖς τὸ κράτος ἔχειν δοκοῦντες, καὶ τῶν ἐγγιζόντων ὄντες Θεῷ, δέδοικα μὴ κακῶς ἐγγίζωμεν, καὶ, ὡς καλάμη πυρὶ, πῦρ οὐ φέροντες.

Βʹ. Πλὴν ἐπανῆλθον ὑμῖν, βίᾳ μὲν ἀποδραμὼν, οὐ βίᾳ δὲ προσδραμὼν, ἀλλὰ καὶ μάλα προθύμως, καὶ αὐτομάτοις ποσὶ, τὸ τοῦ λόγου, τοῦ Πνεύματος οὕτως ἄγοντος, καθάπερ τι ῥεῦμα, πρὸς μὲν τὸ ἄναντες βιαζόμενον, εἰς δὲ τὸ πρανὲς ἐπειγόμενον. Ὄντως ἡμέρα μία, βίος ὅλος ἀνθρώπου, τοῖς πόθῳ κάμνουσιν.

Τὸ γὰρ τοῦ Ἰακὼβ ἑτέρως ἔχειν μοι φαίνεται· ὃς ἔτη δεκατέσσαρα δουλεύων τῷ Σύρῳ Λάβαν ὑπὲρ τῶν δύο παρθένων οὐκ ἔκαμνεν· Ἦσαν γὰρ αὐτῷ, φησὶν, αἱ πᾶσαι ἡμέραι, ὡς ἡμέρα μία, διὰ τὸ ἀγαπᾷν αὐτάς. Ἴσως ὅτι ἐν ὄψεσιν ἦν τὸ ποθούμενον, ἢ ὅτι κοῦφον τὸ κάμνειν ἔρωτι, κἂν ἡ ἀναβολὴ τὸ λυπηρὸν ἔχῃ. Οὕτως τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν, ὥς τις ἔφη τῶν πρὸ ἡμῶν. Ἐγὼ γοῦν ἡνίκα μὲν παρήμην, ἐλάχιστα τοῦ πάθους ἐπαισθανόμενος, ἡνίκα δὲ ἐχωρίσθην, ἔγνων τὸν πόθον τὸν γλυκὺν τύραννον· καινὸν δὲ οὐδέν. Εἰ γὰρ τοσοῦτον ὀδύρεται καὶ βουκόλος μόσχον τῆς ἀγέλης ἀποφοιτήσαντα, καὶ ποιμὴν πρόβατον ἐλλεῖψαν δεκάδι, καὶ ὄρνεον νοσσιὰν, ἣν πρὸς ὀλίγον ἀπέλιπεν, ὥστε οἱ μὲν τὰς σύριγγας λαβόντες, ἐπί τινα σκοπιὰν ἀνελθόντες, πληροῦσι τῆς ἀθυμίας τοὺς δόνακας, καὶ ἀνακαλοῦνται, ὡς λογικὰ, τὰ πλανώμενα· κἂν ὑπακούσωσι, χαίρουσι μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, ὧν οὐκ ἐφρόντισαν· τὸ δὲ τρύζον ἐπὶ τὴν καλιὰν ἵεται, καὶ τρύζουσι προσπίπτει τοῖς νεοσσοῖς, καὶ περιέπει ταῖς πτέρυξι· πηλίκον ἂν εἴη δεξιῷ ποιμένι λογικὰ θρέμματα, καὶ ὧν τι προεκινδύνευσεν, ἐπεὶ καὶ τοῦτο τῷ φίλτρῳ προστίθησιν;

Γʹ. Ὡς ἐγὼ δέδοικα μὲν τοὺς βαρεῖς λύκους, μὴ τὴν σκοτόμαιναν ἡμῶν τηρήσαντες, τὴν ποίμνην σπαράξωσι λόγοις συναρπακτικοῖς τε καὶ βιαίοις· ἐπειδὴ τὰς ἀκαιρίας τηροῦσι, τὸ φανερῶς ἰσχύειν οὐκ ἔχοντες. Δέδοικα δὲ τοὺς λῃστὰς καὶ κλέπτας, μὴ διὰ τῆς αὐλῆς ὑπερβάντες, ἢ ἀναιδείᾳ συλήσωσιν, ἢ δι᾽ ἀπάτης κλέψωσιν, ὥστε θῦσαι, καὶ ἀποκτεῖναι, καὶ ἀπολέσαι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες, ὥς τις ἔφη τῶν προφητῶν. Δέδοικα δὲ τὴν παράθυρον, μή τις ἄκλειστον εὑρὼν τῶν χθὲς ἡμετέρων καὶ πρώην, εἶτα ὡς ἴδιος εἰσελθὼν, ἐπιβουλεύσῃ ὡς ἀλλότριος. Πολλαὶ γὰρ καὶ ποικίλαι τοῦ τὰ τοιαῦτα ἐνεργοῦντος αἱ μεθοδεῖαι· καὶ οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων, ὡς σοφιστὴς κακίας ὁ ἀντικείμενος. Δέδοικα δὲ ἤδη καὶ κύνας, ποιμένας εἶναι βιαζομένους, καὶ τὸ παράδοξον, οὐδὲν εἰς ποιμαντικὴν εἰσενεγκόντας, ἢ τὸ κεῖραι κόμας, ἃς κακῶς ἤσκησαν· οἳ μήτε κύνες ἔμειναν, μήτε ποιμένες γεγόνασι, πλὴν τοῦ σπαράξαι, καὶ διασπεῖραι, καὶ διαλῦσαι κόπον ἀλλότριον. Ἐπειδὴ ῥᾷον ἀεὶ τὸ διαφθείρειν τοῦ συντηρεῖν· καὶ γεννᾶται μὲν ἄνθρωπος κόπῳ, φησὶν ὁ Ἰὼβ, καὶ ναυπηγεῖται ναῦς, καὶ οἰκία συνίσταται· ἀποκτεῖναι δὲ, ἢ καταλῦσαι, ἢ ἐμπρῆσαι, τοῦ βουλομένου παντός.

Ὥστε μηδὲ νῦν μέγα φρονείτωσαν οἱ τῇ ποίμνῃ τοὺς κύνας ἐπαναστήσαντες, οἳ πρόβατον μὲν ἓν οὐκ ἂν ἔχοιεν εἰπεῖν, ὡς προσήγαγον, ἢ διέσωσαν· οὐ γὰρ ἔμαθον καλὸν ποιεῖν, πονηρίαν ἀσκήσαντες. Εἰ δὲ τὴν ποίμνην ταράσσουσι, τοῦτο καὶ ζάλη μικρὰ, τοῦτο καὶ νόσος ὀλίγη, τοῦτο καὶ θηρίον ἓν ἀθρόως ἐπιπεσόν. Στήτωσαν οὖν οἱ τῇ ἑαυτῶν αἰσχύνῃ μεγαλαυχούμενοι· καὶ παυσάμενοι τῆς κακίας, ἂν ἄρα δύνωνται, προσκυνησάτωσαν, καὶ προσπεσέτωσαν, καὶ κλαυσάτωσαν ἐναντίον Κυρίου τοῦ ποιήσαντος αὐτοὺς, καὶ τῇ ποίμνῃ μιχθήτωσαν, ὅσοι μὴ παντελῶς ἀνίατοι.

Δʹ. Ταῦτα ὁ δειλὸς ἐγὼ ποιμὴν καὶ περιεσκεμμένος, καὶ διὰ τοῦτο τὴν ἀσφάλειαν ὡς ῥᾳθυμίαν ἐγκαλούμενος. Οὐ γάρ εἰμι ποιμὴν ἐκείνων τις τῶν τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, καὶ μόχθῳ κατεργαζομένων, ἢ ἀπεμπωλούντων καὶ λεγόντων· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· ποιμαινόντων ἑαυτοὺς, οὐ τὰ πρόβατα, εἴ τι τῶν προφητικῶν φωνῶν μέμνησθε, δι᾽ ὧν ἐκεῖνοι τοὺς κακοὺς ποιμένας ἐλαύνουσιν· ἀλλ᾽ ἐκείνων μᾶλλον τῶν δυναμένων εἰπεῖν μετὰ Παύλου· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐμὴ πύρωσις, ἢ φροντίς; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ᾽ ὑμᾶς. Καί· Ἐγενόμην συγκαιόμενος τῷ καύσωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς πιεζόμενος· πατριάρχου φωνὴ ποιμένος, οὗ τὰ ἐπίσημα πρόβατα, καὶ ταῖς ἐκεῖθεν ληνοῖς ἐγκισσᾷν μελετήσαντα. Οὕτω μὲν οὖν, καὶ διὰ ταῦτα ἐπέστην ὑμῖν, καὶ οὕτως ἔχουσιν. Ἐπεὶ δὲ ἐπέστην, δῶμεν λόγον ἀλλήλοις, ὧν μεταξὺ κατωρθώσαμεν. Ἐπειδὴ καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Ὑμεῖς μὲν ἀπαγγείλατέ μοι τὴν ἐργασίαν τὴν ὑμετέραν· ἐγὼ δὲ εἰς μέσον θήσω, ἃ καθ᾽ ἡσυχίαν ἐμαυτῷ συγγενόμενος ἐφιλοσόφησα.