Ὃ γὰρ μή τις πέπονθεν, οὐδ᾽ ἂν ἑτέρῳ πιστεύσειεν· ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος, μάρτυς ἀόρατος ἀοράτου πάθους, μορφῆς ἀλλοτρίας οἰκεῖον ἔσοπτρον. Διὰ τοῦτο οὐδὲ ἠνεσχόμην ἀποφοιτῆσαι ὑμῶν μακρότερα, καίτοιγε ἱκανῶς τοῖς ἐνταῦθα δυσχεραίνων τε καὶ ἀχθόμενος· οὐχ οἷς αἱ πόλεις φέρουσι μόνον (δήμοις, θορύβοις, ἀγοραῖς, θεάτροις, πλησμοναῖς, ὕβρεσιν, ἄγουσι καὶ ἀγομένοις, ζημιοῦσι καὶ ζημιουμένοις, πενθοῦσι καὶ πενθουμένοις, κλαίουσι, χαίρουσι, γαμοῦσι, θάπτουσιν, εὐφημουμένοις, βλασφημουμένοις, ὕλῃ κακίας, κόσμου βράσματι, ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ὥσπερ ἐν Εὐρίπῳ καὶ πνεύμασιν), ἀλλὰ καὶ τούτοις ἤδη τοῖς σεμνοτέροις καὶ τιμιωτέροις, τοῖς περὶ τὸ βῆμα τοῦτο λέγω, καὶ τὴν ἁγίαν τράπεζαν· ὧν ἡμεῖς τὸ κράτος ἔχειν δοκοῦντες, καὶ τῶν ἐγγιζόντων ὄντες Θεῷ, δέδοικα μὴ κακῶς ἐγγίζωμεν, καὶ, ὡς καλάμη πυρὶ, πῦρ οὐ φέροντες.