Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)

Γρηγόριος ὁ Ναζιανζηνός

Γ΄. Προς τον Βιταλιανό εκ μέρους των υιών του: Έλεγχος της πατρικής οργής

Οι υιοί του Βιταλιανού εκφράζουν το παράπονό τους για την απόρριψη και τη σκληρή στάση του πατέρα τους, παραθέτοντας παραδείγματα συμφορών και μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 10

Γʹ. Πρὸς Βιταλιανὸν παρὰ τῶν υἱῶν. Ὦ πάτερ, ὅν περ ἔμοιγε Θεὸς θεὸν ἐνθάδ᾽ ἔδωκεν, Οὐ γεγαὼς γεγαῶτα, καὶ οὐ φθινύθων φθινύθοντα, Ὥς κεν ἐπιχθονίοισι γέρας καὶ κῦδος ὀπάσσῃ Ὡς γὰρ ὁμοῦ πάντων γενέτης, νωμεύς τε φέριστος, Χριστὸς ἄναξ μεγάλοισι νοήμασι κόσμον ἑλίσσων, Ὥς ῥα καὶ οἷς τεκέεσσι πατὴρ θεός. Ἀλλ᾽ ἐπάκουσον Μῦθον ἐμὸν θείοισιν ἐνὶ σπλάχνοισιν ἄριστον· Καὶ τὸ Θεοῦ μεγάλοιο. Θεὸς βροτὸν οὐκ ἀθερίζει, ᾯ θάνεν, ὃν συνέγειρε, καὶ ᾧ Θεὸς ἵξεται αὖτις, Ἵξεται ὑστατίοισιν ἐν ἤμασι πάντας ἐλέγχων.

Τίπτε τόσον τεκέεσσι τεοῖς ἐπέβρισας ὀδόντα; Πῶς ποινὴ κακόχαρτος ἐνήλατο σοῖσι δόμοισι; Τίς δ᾽ Ἐρινὺς τόσον ὄλβον ἀτάσθαλος ἐξετίναξεν; Ἤτοι μὲν πατέρων ἀγαθῶν ἔφυς, οὐκ ὀλίγος δὲ Αὐτὸς ἐν ἡμερίοισι, Θεῷ δέ γε πάγχυ μέμηλας, Ὃς φιλέει φιλέοντας, ἀπεχθαίρει δὲ κακίστους.

Οὗτος μὲν τοπάροιθε Θεοῦ νόμος. Ἀλλὰ τέθηπα, Πῶς σὺ θεοστυγέεσσιν ὁμοίϊα κύδε᾽ ἀνέτλης, Δαμνάμενος πληγῇσιν, ὃ δὴ φάτις, αὐτὸς ἑῇσιν. Ἄλλοις ἀπροτίοπτα βίου φύσις ἄλγε᾽ ἀνεῦρε, Τῇ καὶ τῇ δονέουσα βροτῶν γένος. Οὐδέ τις οἶδε, Ποῖ λήξει μέγα κῦμα πολυπλανέος βιότοιο, Ἢ τίς νῆα μέλαιναν ἑὴν ὑποδέξεται ὅρμος.

Ἄλλον πόντος ὄλεσσεν ἀπείριτος, ἢ κλύσε χέρσῳ Ζωὸν, ἄτερ σπείροιο καὶ εἵματος, οἰκτρὸν ἀλήτην. Τὸν πρόσθεν πολύολβον· ἃ δ᾽ ἤγετο, κεύθεται ἅλμῃ Ἄλλον δηριόωντα μόθος κτάνεν, ἤ μιν ἔπεμψε Δουριαλῆ χείρεσσιν ὕπ᾽ ἀνδροφόνοισιν ἑλόντων.

Ἄλλον δ᾽ αὖ βασιλῆες ἐνόσφισαν, ὧνπερ ἔχεσκον, Αὐτῆμαρ χθαμαλόν τε καὶ ὄλβιον ἄνδρα τιθέντες· Καί τινα ληϊστῆρες ἀπηνέες, ἤ τινα φῶρες Ἠματίῃ κακότητι καὶ ὀρφναίοισι δόλοισιν. Ἄλλους δ᾽ αὖ μελέων κατεδάσσατο δάπτρια νοῦσος.

Σοὶ δ᾽ ὧν μὲν κατέλεξα, Θεὸς κατένευσε γαλήνην Πάντων, καὶ νεύσειεν ἔτ᾽ ὄμμασιν εὐμενέεσσι, Πάντα περιφράσσων τά τε ἔνδοθεν, ὅσσα τ᾽ ἔασιν Ἔκτοθεν; οὗ δέ τίς ἐστι δύη, καὶ κάρτος ὄπασσεν. Ἓν δὲ τόδ᾽ οὐ κατένευσε, τεοῖς τεκέεσιν ἀρήγειν Ὡς γλήνην βλεφάροισιν ὑπ᾽ εὐκύκλοισι φυλάσσων, Ὡς μή τις βιότοιο περῶν πλόον ὧδ᾽ ἀγορεύσῃ· «Μοῦνος ἐγὼ κακότητα βίου καὶ κύδε᾽ ἄλυξα.» Ὦ Σαμίων ποτ᾽ ἄναξ, σὺ Πολύκρατες, οἷον ἐμήσω;

Δείσας εὐτυχίης δρόμον ἄσχετον, ἔμβαλες ἅλμῃ Πόρκην, ὃν φιλέεσκες, ὅπως φθόνον ἐξαρέσαιο· Καὶ τὸν μὲν πάλιν εἶχες, ἀτὰρ μόρον οὐχ ὑπάλυξας. Ἡμῶν δ᾽ οὐδὲν ἄποινον ἔχει φθόνος. Οὐ μέγα θαῦμα, Εἴ τι δόμοις καὶ βαιὸν ἐπήχλυσεν ἡμετέροισιν.

Ἀχλὺς γὰρ τόδε γ᾽ ἐστὶν ἐτήτυμον, ἠέ τις ὄρφνη Ἱσταμένη τεκέων τε μέση καὶ πατρὸς ἀρίστου. Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός; Πῶς μῦθον προτέροισιν ἐδώκαμεν οἷς παθέεσσι; Μορφῆς μέν τις ἑῆς ποτ᾽ ἐράσσατο, καὶ κατὰ πηγῆς Ἥλατο, καί μιν ἔσοπτρον ἀπώλεσεν εἴδεος ἐσθλοῦ.

Σάρκας δ᾽ οὔ ποθ᾽ ἑάς τις ἀπέστυγε. Κεῖνο δ᾽ ἄκουσα, Ὡς μήτηρ φίλον υἷα κατέκτανε μαργοσύνῃσι· Κτεῖνε μὲν, ὥς τινα θῆρα, τὸ δέρκετο· ὡς δ᾽ ἐνόησε, Μύρατο οὐκέτι θῆρα, πάϊν δ᾽ ὑπὸ χερσὶ δαμέντα. Καὶ μήτηρ τεκέεσσιν ἑοῖς ἐνὶ φάσγανον ἧκεν, Ἀμφιχολωσαμένη λεχέων καὶ πατρὸς ἔρωτος.

Καί τινα θηρητῆρα κατ᾽ οὔρεος, ἀντ᾽ ἐλάφοιο Ὠκείης, ἐδάσαντο θοαὶ κύνες, ἃς φιλέεσκε. Μή σε, πάτερ, τούτων τιν᾽ ἀριθμήσειεν ἀοιδὸς Μνωόμενος πατέρων κακίης καὶ πήματ᾽ ἀείδων Ἐνδήμου πολέμοιο, καὶ αἵματος ἀντιβίοιο.

Ἅζομ᾽ ἐγῶ. Κακίη μὲν ἐμὴ, κακίη δέ τε πατρὸς, Πατρὸς δ᾽ εἰσέτι μᾶλλον, ἐπεὶ καὶ φέρτερός ἐστιν Ἀμφότερον πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν· Εἴ τοι μὴ κακίη γε, δυσωνυμίη δ᾽ ἀλεγεινὴ, Ἥ τε καὶ ἐσθλὸν ἐόντα χαμαὶ βάλε πολλάκι φῶτα.

Πολλοὶ μὲν γὰρ ἴσασιν ἀληθέα, οὐκ ὀλίγοι δὲ Δόξαν ἐποπτεύουσι, τό σε φράζεσθαι ἄνωγα. Καὶ γὰρ ἅπαντ᾽ ἐθέλω πάντων κρατέειν γενετῆρα, Καὶ μάλα χωόμενός περ, ἐπεὶ φύσις ὧδε κελεύει, Καὶ κλέος ἐσθλὸν ἔχοντα μετ᾽ ἀνδράσιν, ὕψι φέρεσθαι.

Πῶς σε, πάτερ, ξείνῳ τις ἐνηέα φῶτα δοκήσει, Τοσσάτιον τεκέεσσι χολούμενον, οὓς ἐφύτευσας, Οὓς ἤρω ποτ᾽ Ἄνακτι τεοῖς ἐπὶ γούνασι θεῖναι, Καὶ κλεινῇσι γέρηρας ἐπωνυμίῃσι φανέντας; Πέτρος ἐγὼ, Φωκᾶς δὲ κάσις, Χριστοῖο μαθητῶν Κλήσιες. Αὐτὰρ ἔπειτα χόλος, καὶ πάντα λέλασται, Τίς, πάτερ, ὡς σὺ, φέριστε, τόσον τεκέεσσιν ἑοῖσιν Ἤπιος ἀρτιγόνοισιν, ἀεξομένοισι δ᾽ ἀπηνής;

Εἰ μὲν δὴ θέμις ἠὲ Θεῷ βροτὸν ἀντιφερίζειν, Ἢ παῖδας τοκέεσσι, τάχ᾽ ἄν τινα μῦθον ἀνεῦρον Ἡμετέροις παθέεσσιν ἀρηγόνα· νῦν δὲ τόδ᾽ οἶον Ῥήξομεν ἡμετέρων στομάτων ἔπος. Εἴτε κάκιστοι, Σοὶ, πάτερ, εἴτ᾽ ἀγαθοί· τοῦ σπέρματος ὁ στάχυς ἔστω.

Σὸν κλέος οὗτος, ἔγωγε, μακάρτατε, σὸν δέ τ᾽ ὄνειδος, Ἢ καλὸς, ἠὲ κάκιστος ἐών. Τόδε πᾶσι πέφανται, Στέργειν ἐσθλὸν ἐόντα, κακῷ δ᾽ ὑπὸ χεῖρα ἐρείδειν. Οὐδὲ γὰρ ἀρτεμέουσι τὰ φάρμακα, τοῖς δ᾽ ὑπὸ νούσου Τειρομένοις ἐπάγουσιν ἀκέστορες. Οὐδέ τις ὄρνιν Ἑζόμενον κλαδεῶνι, καὶ ἠέρι ταρσὸν ἱέντα, Ἧς δ᾽ ἀπὸ τῆλε πεσόντα φίλης ἐλέηρε καλιῆς, Ἢ γναμπτοῖς ὀνύχεσσι πεπαρμένον ὠμοβόροιο Ἵρηκος, καὶ στυγνὸν ὑποτρύζοντα πόδεσσι.

Σὴ χάρις ὄντα κάκιστον ἑοῖς σπλάγχνοισι γεραίρειν· Εἰ δ᾽ ἀγαθὸν, τοῦ πατρὸς ἐμοὶ νόμος. Οἱ γὰρ ἄριστοι Καὶ ξείνοις τελέθουσι προσηνέες. Οὐδὲ Θεοῖο Ἥδε χάρις τὸν ἄριστον ἔχειν πέλας, ἀλλὰ κακίστῳ Εὐμενέειν, καὶ χερσὶν ἀπὸ χθονὸς ὑψόσ᾽ ἀείρειν.

Οὐδὲ γὰρ ἀπτώτοισι θάνεν Θεὸς, εὖτ᾽ ἐπὶ γαῖαν Ἤλυθε, καὶ θεότητι ἑὸν βροτὸν ἀμφὶς ἔπηξεν, Ἀλλὰ χαμαιπετέεσσι, καὶ οἳ θάνον ἐξ Ἀδάμοιο. Οὐκ ἀΐεις υἱῆα νεώτερον, ὡς ἀπὸ πατρὸς Πλάγχθη, μαχλοσύνῃσι πατρώϊα πάντα λαφύξας, Καί μιν λιμὸς ἔτειρεν ἀλήμονα; Ὡς δ᾽ ἐπὶ δῶμα Πατρὸς ἑοῦ παλίνορσος ἔβη, καὶ γούνασι κάμφθη, Αἶψα πατὴρ ἐλέηρε κακὸν πάϊν, αὐχένι χεῖρας Πλέξατο, δάκρυα χεῦε, καὶ εἰλαπίνῃσι γέρηρε Καὶ ποιμὴν ὀΐων τις, ἰῆς ἀπομουνωθείσης, Ἐσθλὸς, λεῖψεν ἅπαντα, μετ᾽ ἴχνια δ᾽ ἤλυθε κείνης· Ἢν δέ μιν ἢ κατὰ πρῶνας ἀπόπροθεν, ἠὲ καθ᾽ ὕλας Πλαζομένην εὕρῃσιν, ἑοῖς ὤμοισιν ἀείρας, Καγχαλόων δεκάδεσσιν ἐνηρίθμησε φίλῃσι.

Τοῖος ἐμοῦ Χριστοῖο μέγας νόμος, ὃς χθαμαλοῖσιν Εὐμενέει πάντεσσιν, ὑπερφιάλους ἀθερίζων. Πολλάκις ἐξαγόρευσις ἁμαρτάδος ἄνδρ᾽ ἐσάωσε Μούνη, καὶ δακρύοισιν ἀπέκλυσε πήματα πικροῖς, Καὶ ψυχὴν ἐκάθηρε μελαινομένην κακότητι.

Ἑπτάκι πολλάκι τόσσον Ἄναξ μειλίσσετ᾽ ἀλιτροῖς, Ὡς λογίων ἐπάκουσα Θεοῦ, καὶ Πνεῦμ᾽ ἐδίδαξε. Τίς Μανασῆ βασιλῆος ἐν ἀνθρώποισι χερείων; Τίς δ᾽ ἄρ᾽ ἐνὶ πτολίεσσι Νίνου μεγάλοιο πόληος; Τίς δὲ τελωναίης ἀμέτρου χερός; ἀλλ᾽ ἄρα καὶ τοὺς Χριστὸς ἄναξ ἐλέηρεν ὀδυρομένους κακότητα.

Ἀλλὰ τί μοι Χριστοῖο, τί δὲ βροτέοιο πόθοιο, Τόν ῥα φύσις τοκέεσσιν ἐπήξατο ἀμφὶ γενέθλην; Καὶ θῆρες φιλέουσιν ἑὸν γόνον, εἴ ποτ᾽ ἄκουσας Παρδάλιάς τε σύας τε βοῶν τ᾽ ἀγέλην ἑλικώπων, Ὥς ῥα περιτρομέουσι, καὶ ὡς περὶ δῆριν ἔχουσι, Θηρσί τε καὶ μερόπεσσιν ἀπεχθέσιν ἀντιόωντες.

Σοὶ δ᾽ ἄρ᾽ καὶ θηρῶν ὀλοώτερος ἔπλετο θυμὸς, Καὶ μερόπων. Δάμασον θυμὸν μέγαν· ἤ σέ γε πέτραι Ἠλίβατοι θρέψαντο, πάτερ φίλε, ἤ σε θάλασσα, Στεῤῥοτέρην ἀδάμαντος ἐνὶ φρεσὶ μῆνιν ἔχοντα. Ἄλλοι μὲν κτεάτεσσι τεοῖς ἔπι τέρψιν ἔχουσι, Ξεῖνοί θ᾽ ἡμεδαποί τε, θεουδέες, ἀφραδέοντες.

Ξυνὸς γὰρ πάντεσσι λιμὴν χατέουσι τέτυκται Σὸς δόμος· ἡ δὲ τράπεζα, καὶ ἄλσεος Ἀλκινόου Τερπνοτέρη, πλήθουσα φίλοις, πλήθουσα δ᾽ ἐδωδῆς Ἠερίων, χθονίων τε καὶ ὁππόσα νήχεται ὕδωρ. Ἡμεῖς δ᾽ ἦμαρ ἐπ᾽ ἦμαρ ἐπ᾽ ἀλλοτρίῃσι θύρῃσιν Αὐαλέοι, κρυεροὶ, καὶ ἀνείμονες, ἔνθα καὶ ἔνθα Πλαζόμεθ᾽, οὐδέ τίς ἐστι δύης ἄκος, οὐδὲ πρόσωπον Σεῖο, πάτερ, λεύσσοντες ἐπὶ χρόνον, εὖτ᾽ ἐχολώθης, Καὶ μάλα περ ποθέοντες, ὃ καὶ δμώεσσιν ὀπάζεις Πολλάκι, χωόμενός περ, ὃ δὴ πόνος. Ἀλλὰ τραπέζαις Ἥμεθ᾽ ἐπὶ σχεδίῃσι δυσάμμοροι, οὐδ᾽ ὀλίγας περ, Λάζαρος ὥς τις ἐκεῖνος, ὑπερφιάλοιο τραπέζης Ψῖχας ἀφαρπάζοντες, ὁμὴν κυσὶ δαῖτα φέροντες.

Πολλοὶ μὲν στυγέουσι τεὴν χάριν, οὐκ ὀλίγοι δὲ Τίουσιν. Μέγα θαῦμα, πατρὸς γέρας υἷες ἄτιμοι, Οὓς κοτύλη βαιή τις ἀναψύξει γοάοντας· Ἄλγος ἀρειοτέροις γὰρ ἀρηγόνες εἰσὶ χερείους. Ἄλλοι δ᾽ αὖ οὐδ᾽ ἴσασι τίνες, τίνος. Αἰδέομαι γὰρ Φράζειν καὶ γενετῆρα. Δύω γε μὲν εὐμενέουσιν, Ὄφρα κεν ἠὲ φύγωσι δύην, ἢ ἄλκαρ ἔχωσι Πήμασιν ἐν σφετέροισιν, ὅτ᾽ ἀντία κυμαίνῃσι Δαίμων, ἀλλοτρίῃσιν ἑὴν τίοντες ὀϊζύν.

Εἴπω μείζονα μῦθον· ἀτὰρ, πάτερ, ἵλαος εἴης. Τόσσον ἄκος παθέεσσι πόροις, μὴ μῦθον ἐρύξῃς. Ἄλλοις μὲν τεκέεσσι πατὴρ καὶ ἤπιος ἐσσὶ, Τόσσον, ὅσον τ᾽ ἐπέοικε Θεοῦ Πατρὸς ἐκγεγαῶτα. Οὐ φθόνος· οὐ γὰρ ἔοικε κασιγνήτῃσι μεγαίρειν.

Θρέψας ἐν θαλάμοισι δροσώδεας, ἔργ᾽ ἐδίδαξας Εὐγενέος παλάμῃσι, διέπλασας ἤθεα κεδνὰ, Θηλυτέρης Χείρωνος· ὑπὸ προπόδεσσι γάμοιο Ἐσθλοὺς ἄνδρας ὄπασσας· ἐνὶ πτολίεσσι γερήρας. Μοῖραν ἑῶν κτεάνων ἀπεδάσσαο χειρὶ παχείῃ.

Ἡμᾶς δ᾽, οὓς σὺ φύτευσας ἰῆς ἀπὸ μητρὸς ἀρίστης, Ἥν σ᾽ ἔτι δακρυχέοντα, πάτερ φίλε, πολλάκι λεύσσω, Εὐσεβέος, πάντεσσιν ἐπιχθονίοισιν ἀγητῆς, Πρωτογόνους υἱῆας, ὃ πατράσιν ἐστὶ μέγιστον, Τόσσον ἀπεχθαίρεις, καὶ δώματος ἐκτὸς ἐλαύνεις, Ὁσσάτιον κείνῃσιν ἐνηέα θυμὸν ἔδειξας.

Φθέγξομαι οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω, Ὄφρα με μὴ ῥήξειεν ἐεργόμενος πραπίδεσσιν. Ἦν θάλαμος, καὶ δεῖπνα γαμήλια· πάντα γεγήθει, Ἕδνα λόγοι θαλάμων καὶ ἀθύρματα τερπνὰ γάμοιο. Πολλοὶ μὲν θαλέθοντες ἀφ᾽ αἵματος, οὐκ ὀλίγοι δὲ Γείτονες, οἵ τε ἄνακτος ἐν ἕρκεσι κῦδος ἔχοντες, Δαῖτα γάμου τίεσκον, ἀγακλειτοί θ᾽ ἱερῆες Εὐχαῖς καὶ στεφέεσσιν ὁμοζυγίην συνάγοντες· Καί ῥ᾽ οἱ μὲν πάλλοντο καλὸν περὶ κοῦρον ἑταῖροι, Νυμφίον ὑμνείοντες ἐοικότα ἔρνεϊ καλῷ· Αἱ δ᾽ ἄρα παρθενικὴν ἑλικώπιδα πορσύνεσκον Ἐς γάμον ἱμερόεντα· πατὴρ δ᾽ ἐπετέρπετο παισίν· Ἡμεῖς δ᾽, ὡς θήρεσσιν ἐοικότες ἠὲ σύεσσιν, Ἢ μορφὴν ὀλέσαντες ἀπηνέϊ δαίμονος αἴσῃ, Εἰρχθέντες κατὰ δῶμα κασιγνήτης ἀπάνευθεν, Ἠρώμεσθ᾽, ὅτι λυπρὸν ἐσήλθομεν οἶδμα βίοιο· Ὡς ὄφελον μὴ μητρὸς ἐνὶ σπλάγχνοισι παγῆναι, Ἠὲ θανεῖν ἀτέλεστος ἐν ὠδίνεσσι τεκούσης, Εἰ δὲ πύλας ἐπέρησα, καὶ εἵλκυσα πνεῦμα μόροιο, Κλαυθμὸν ἐμοὶ τὸν πρῶτον ἐμοῦ θανάτοιο γενέσθαι Δάκρυον! οὐκ ἂν ἔγωγε τόσοις ἐνέκυρσα κακοῖσιν.

Ἓν δὲ τόδ᾽ αἰάζω περιώσιον. Ἦ γὰρ ἀοιδῆς Ἴδρις ἐὼν, ποθέων τε γάμον καὶ λέκτρον ἀεῖσαι Αὐτοκασιγνήτης πάντων ὀλοώτατε δαῖμον, Καὶ θαλάμου μελέεσσι πατρὸς χόλον ἐξακέσασθαι, Καὶ τοῦδ᾽, ὥς τις ἀλιτρὸς, ἀπήμπλακον. Ἄλλος ἄεισε Κάλλος ἐμὸν, ξανθοῖσιν ὑπὸ πλοκάμοισι μέλαιναν Ὀφρὺν ὑπερτέλλουσαν ὑπ᾽ ἀργυρέῃσι παρειαῖς.

Ἕσπερον εἴρυσεν ἄλλος, Ἑωσφόρον ἄλλος ἄεισεν, Οὐδ᾽ ἀγαθός τις ἀοιδός. Ἐγὼ δ᾽ ἀγέραστος, ἄναυδος, Πένθεος ἑσσάμενος κείμην νέφος. Οὐδ᾽ ὅσον Ἠχὼ, Ποιμενίας μέλποντος ἐν οὔρεσι Πανὸς ἀοιδὰς, Ἄκρων ὑστερόφωνον ἀπὸ σκοπέλων χέον αὐδήν.

Κλαύσω πρωτοτόκων ἐπέων μόρον, οὐκέτ᾽ ἀείσω. Ἔῤῥετέ μοι, βίβλοι πολυηχέες· ἔῤῥετε, Μοῦσαι. Τίς χάρις, εἰ μὴ πατρὸς ἐν οὔασι κείσετ᾽ ἀοιδὴ, Εἴ μου καὶ Ὀρφείη τις ἐν Ὀδρυσίοις σκοπέλοισι Λᾶας ἄγοι, καὶ θῆρας ἀπόπροθε, καὶ πετεηνά;

Δώσω καὶ τόδε σοι, μογερὲ φθόνε. Λήξατ᾽, ἀοιδαί. Μή σοι τοῖα, φέριστε, Θεὸς, μηδ᾽ ὅστις ἑταῖρος Ἀντιταλαντεύσειε. Δέος δέ με καὶ τόδ᾽ ὀρίνει. Οὔθ᾽ ἡμᾶς φιλέεις, μέγα φέρτατε, οὔτε θύγατρας, Τὰς νῦν ἐν παλάμῃσι φέρεις, καὶ ὑψόσ᾽ ἀείρεις.

Ἡμῖν μὲν σέο δῶμα, φίλην τ᾽ ἀπέκλεισας ὀπωπὴν, Τὰς δ᾽ ἄρα πᾶσιν ἔθηκας ἀπεχθέας. Οὐκ ἐθέλει γὰρ Χριστὸς ἄναξ, τεκέων τῷ μὲν πατέρ᾽ ἤπιον εἶναι, Τῷ δὲ βαρυφρονέοντα· καὶ ἀντιρέποντι ταλάντῳ, Πολλάκι στεργομένοισιν ἐπιβρίθει κακότητα, Ἐκ πατέρων ἐπὶ παῖδας ἄγων χόλον Υἱὸς Ἀνάρχου.

Ταῦτα μὲν ἐς πόντοιο πέσοι βυθὸν, ἡμετέρου δὲ Δώματος ἐκτὸς ἔοι, μηδ᾽ ἄλγεσιν ἄλγος ἕποιτο. Καὶ τόδ᾽ ἅλις τεκέεσσιν ἔπι πρώτοισιν Ἐριννύς. Σοὶ δὲ, πάτερ, πάντες μὲν ὅσοι τελέθουσι τοκῆες Καὶ παῖδες, κοτέουσιν ἀμείλιχον ἦτορ ἔχοντι.

Ῥῆξις γὰρ βιότοιο πατρὸς μόθος, ὃν συνέδησε Συζυγίη τε πόθος τε, κακὴ δ᾽ ἐκέδασσεν Ἐνυώ. Πάντες δὴ μέγαν οἶκτον ἐνὶ σπλάγχνοισι φέρουσι, Ἤ τι Θεοῦ ῥέξαντες ἐπάξιον, ἠὲ παθόντες· Ἔξοχα δ᾽ αὖθ᾽ ἱερῆες, ὅσους δώροισι γεραίρεις, Καὶ τίεις μεγάροισιν, ἀτιμάζεις δ᾽ ἀπεόντας, Πολλάκι καὶ παρεόντας ἐπεί σέ γε παρφασίῃσιν Οὐκ οἶον μαλακῇσι, καὶ εὐμενέεσσι προσώποις, Ἀλλ᾽ οὖν καὶ στερεοῖσιν ἐπιστύφουσι λόγοισι· Γρηγόριος πρώτιστον ὁμωνυμίῃ τε βίῳ τε, Συζυγέα στομάτεσσιν ἐρευγόμενος θεότητα· Βοσπόριος δ᾽ ἄρ᾽, ἔπειτα καὶ Ἀμφίλοχος, μεγαθύμω, Οἷς ἄρα καὶ στυγερὴ νούσων ὑποδάμνατ᾽ ἀνίη Εὐχαῖς τε Τριάδος τε σεβάσματι, καὶ θυέεσσι.

Σοὶ δ᾽ οὔτ᾽ εὐχωλὴ κάμπτει φρένας, οὔτε θυηλή· Οὐδὲ μὲν ἀθλοφόροισι δίδως χάριν, οὓς σὺ γεραίρων Εἰς ἔτος ἐξ ἔτεος μεγάλῃ καὶ ἀπείρονι χειρὶ, Βήμασι, καὶ δώροισι, καὶ εἰλαπίνῃσι χορείαις, Καὶ πολλοῖς κρητῆρσι μεθύσματος ἡδυπότοιο, Καὶ μεγάλαις στιβάδεσσι, Θεοῦ νόμον ὧδ᾽ ἀθερίζεις.