Δʹ. Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ, τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐδὲ Κουρήτων ἦχοι, καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι, Θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι, ἵνα πατέρα λάθῃ μισότεκνον· δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι, τὸν ὡς λίθον καταποθέντα· οὐδὲ Φρυγῶν ἐκτομαὶ, καὶ αὐλοὶ, καὶ Κορύβαντες, καὶ ὅσα περὶ τὴν Ῥέαν ἄνθρωποι μαίνονται, τελοῦντες τῇ μητρὶ τῶν Θεῶν, καὶ τελούμενοι, ὅσα τῇ μητρὶ τῶν τοιούτων εἰκός· οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται, καὶ Δημήτηρ πλανᾶται, καὶ Κελεούς τινας ἐπεισάγει, καὶ Τριπτολέμους, καὶ δράκοντας, καὶ τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει. Αἰσχύνομαι γὰρ ἡμέρᾳ δοῦναι τὴν νυκτὸς τελετὴν, καὶ ποιεῖν τὴν ἀσχημοσύνην μυστήριον. Οἶδεν Ἐλευσὶς ταῦτα, καὶ οἱ τῶν σιωπωμένων, καὶ σιωπῆς ὄντως ἀξίων ἐπόπται. Οὐδὲ Διόνυσος ταῦτα, καὶ μηρὸς, ὠδίνων ἀτελὲς κύημα, ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον· καὶ Θεὸς ἀνδρόγυνος, καὶ χορὸς μεθυόντων, καὶ στρατὸς ἔκλυτος, καὶ Θηβαίων ἄνοια τοῦτον τιμῶσα, καὶ Σεμέλης κεραυνὸς προσκυνούμενος.