Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ ἅγια φῶτα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αληθής θεογνωσία, ο Τριαδικός Θεός και η θεία Οικονομία

Ανάπτυξη της χριστιανικής οδού προς την έλλαμψη μέσω της καθάρσεως. Ακολουθεί δογματική διδασκαλία για την Αγία Τριάδα, τη δημιουργία, την πτώση του ανθρώπου και το μυστήριο της Ενανθρωπήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Ηʹ. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη τὸ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην, μετὰ τῆς ἁληθείας γενέσθαι, καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τὴν κτίσιν ὑπεραναβῆναι, πάντα περάσασιν, ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν· οὕτω καὶ εἴδωμεν, καὶ φιλοσοφήσωμεν τὰ περὶ Θεοῦ καὶ τὰ θεῖα. Φιλοσοφήσωμεν δὲ, ἀρχόμενοι, ὅθεν ἄρχεσθαι ἄμεινον· ἄμεινον δὲ, ὅθεν Σολομὼν ἡμῖν ἐνομοθέτησεν· Ἀρχὴ σοφίας, φησὶ, κτῆσαι σοφίαν· τί τοῦτο λέγων ἀρχὴν σοφίας; Τὸν φόβον. Οὐ γὰρ ἀπὸ θεωρίας ἀρξαμένους. εἰς φόβον χρὴ καταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν)· ἀλλὰ φόβῳ στοιχειουμένους, καὶ καθαιρομένους, καὶ, ἵν᾽ οὕτως εἴπω, λεπτυνομένους, εἰς ὕψος αἴρεσθαι. Οὗ γὰρ φόβος, ἐντολῶν τήρησις· οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους, καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δὲ, πόθου πλήρωσις, τοῖς τῶν μεγίστων, ἢ τοῦ μεγίστου, ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις.

Θʹ. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μωσέως, καὶ διὰ τοῦτο δεομένου καλύμματος· ἢ τὸ τοῦ Μανωὲ, καὶ πείσεσθαι, καὶ λέξειν· Ἀπολώλαμεν, ὦ γῦναι. Θεὸν ἑωράκαμεν, ἐν φαντασίᾳ Θεοῦ γενομένου· ἢ, ὡς Πέτρος, τοῦ πλοίου τὸν Ἰησοῦν ἀποπέμψασθαι, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας.

Πέτρον δὲ ὅταν εἴπω, τίνα λέγω; Τὸν κατὰ κυμάτων πεζεύσαντα. Ἢ, ὡς Παῦλος, τὴν ὄψιν πληγήσεσθαι, πρὶν καθαρθῆναι τῶν διωγμῶν, τῷ διωκομένῳ προσομιλήσας, μᾶλλον δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς λαμπηδόνι· ἢ, ὡς ὁ ἐκατόνταρχος, τὴν μὲν θεραπείαν ἐπιζητήσειν, τῇ οἰκίᾳ δὲ τὸν θεραπευτὴν οὐκ εἰσδέξασθαι διὰ δειλίαν ἐπαινουμένην.

Λεγέτω τις καὶ ἡμῶν, ἕως οὔπω καθαίρεται, ἀλλ᾽ ἔστιν ἑκατόνταρχος ἔτι, πλειόνων ἐν κακίᾳ κρατῶν, καὶ στρατεύεται Καίσαρι, τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἰκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσηται, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομωραίαν ἀρθῇ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑπεραναβὰς τὸ σῶμα τῆς ταπεινώσεως, τότε καὶ εἰσδεχέσθω τὸν Λόγον, καὶ ἀκουέτω· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ, καὶ λαμβανέτω τὴν σωτηρίαν, καὶ καρποφορείτω τὰ τελεώτερα, σκορπίζων καὶ διαχέων καλῶς, ἃ κακῶς ἐτελώνησεν.

Ιʹ. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις· ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάσαντες, καὶ τὰς ἑαυτῶν ψυχὰς τῇ ἐπιγνώσει σαρώσαντες καὶ κοσμήσαντες, μηδὲ ἀργὴν, μηδὲ ἄπρακτον εἴασαν, ὥστε μετὰ πλείονος τῆς παρασκευῆς, αὖθις καταληφθῆναι ὑπὸ τῶν ἑπτὰ τῆς κακίας πνευμάτων, ὅσα καὶ τῆς ἀρετῆς ἀπηρίθμηται (τὸ γὰρ δυσμαχώτερον, περισπουδαστότερον)· ἀλλὰ πρὸς τῷ φεύγειν τὴν κακίαν, καὶ τὴν ἀρετὴν ἐργάζονται, ὅλον τὸν Χριστὸν, ἢ ὅτι μάλιστα, ἑαυτοῖς εἰσοικίσαντες, ὥστε μηδενὶ κενῷ τὴν πονηρὰν δύναμιν ὁμιλήσασαν, ἑαυτῆς πάλιν πληρῶσαι, καὶ γενέσθαι τὰ ἔσχατα χείρονα τῶν πρώτων, διὰ τὸ τῆς καταδρομῆς σφοδρότερον, καὶ τὸ τῆς φρουρᾶς ἀσφαλέστερον καὶ δυσαλωτότερον.

Ὅταν δὲ πάσῃ φυλακῇ τηρήσαντες τὴν ἑαυτῶν ψυχὴν, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενοι, καὶ νεώσαντες ἑαυτοῖς νεώματα, καὶ σπείραντες εἰς δικαιοσύνην, ὡς Σολομῶντι, καὶ Δαβὶδ, καὶ Ἱερεμίᾳ δοκεῖ, φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· τηνικαῦτα λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Τέως δὲ καθαιρώμεθα καὶ προτελώμεθα τῷ Λόγῳ, ἵν᾽ ὅτι μάλιστα αὐτοὺς ἡμᾶς εὐεργετῶμεν, θεοειδεῖς ἐργαζόμενοι, καὶ ἥκοντα τὸν Λόγον ὑποδεχόμενοι· οὐ μόνον δὲ, ἀλλὰ καὶ κρατοῦντες, καὶ τοῖς ἄλλοις προφαίνοντες.

ΙΑʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸ θέατρον, φέρε τι περὶ τῆς ἑορτῆς ἤδη φιλοσοφήσωμεν, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις καὶ φιλοθέοις ψυχαῖς. Ἐπεὶ δὲ κεφάλαιον ἑορτῆς μνήμη Θεοῦ, Θεοῦ μνημονεύσωμεν. Καὶ γὰρ τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, οὐκ ἄλλο τι ἢ τοῦτο εἶναι νομίζω, Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις. Εἰ δέ τι τῶν ἤδη προειρημένων ὁ νῦν ἕξει λόγος, θαυμαζέτω μηδείς. Οὐ γὰρ τὰ αὐτὰ καὶ φθέγξομαι μόνον, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν, φρίττων καὶ γλῶσσαν, καὶ νοῦν, καὶ διάνοιαν, ὅταν περὶ Θεοῦ φθέγγωμαι καὶ ὑμῖν ταυτὸ τοῦτο συνευχόμενος τὸ ἐπαινετὸν πάθος καὶ μακάριον. Θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισί· τρισὶ μὲν, κατὰ τὰς ἰδιότητας, εἴτουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα (οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν)· ἑνὶ δὲ, κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν᾽ οὕτως εἴπω, καὶ συνάπτεται διῃρημένως.

Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἕν. τὰ ἐν οἷς ἡ θεότης, ἢ, τό γε ἀκριβέστερον εἰπεῖν, ἂ ἡ θεότης. Τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψωμεν· οὔτε τὴν ἕνωσιν σύγχυσιν ἐργαζόμενοι, οὔτε τὴν διαίρεσιν, ἀλλοτρίωσιν· Ἀπέστω γὰρ ἡμῶν ἐξ ἴσου, καὶ ἡ Σαβελλίου συναίρεσις, καὶ ἡ Ἀρείου διαίρεσις, τὰ ἐκ διαμέτρου κακὰ, καὶ ὁμότιμα τὴν ἀσέβειαν· τί γὰρ δεῖ Θεὸν, ἢ συναλείφειν κακῶς, ἢ κατατέμνειν εἰς ἀνισότητα;

ΙΒʹ. Ἡμῖν δὲ, εἰς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα· τοῦ ἐξ οὗ, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ, μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις, ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυχύτου φύσεως ἰδιότητας. Καὶ τοῦτο δῆλον, ἐξ ὧν εἰς ἒν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ, τὸ, Ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πατὴρ ὁ πατὴρ, καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱὸς, καὶ οὐκ ἄναρχος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνοις ἀρχὴν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον. Πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ Πατρὸς, οὐχ ὑϊκῶς δὲ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς· εἰ δεῖ τι καὶ καινοτομῆσαι περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν. Οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου.

Πῶς γάρ; οὔτε τοῦ Πνεύματος, ἢ εἰς Πατέρα μεταπίπτοντος, ἢ εἰς Υἱὸν, ὅτι ἐκπεπόρευται, καὶ ὅτι Θεὸς, κἂν μὴ δοκῇ τοῖς ἀθέοις· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα;

Οἱ δὲ τὴν ἀγεννησίαν, καὶ τὴν γέννησιν φύσεις Θεῶν ὁμωνύμων τιθέμενοι, τάχα ἂν καὶ τὸν Ἀδὰμ, καὶ τὸν Σὴθ ὅτι ὁ μὲν οὐκ ἀπὸ σαρκός· πλάσμα γάρ· ὁ δὲ ἀπὸ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας) ἀλλήλων κατὰ τὴν φύσιν ἀλλοτριώσουσιν. Εἷς οὖν Θεὸς ἐν τρισὶ, καὶ τὰ τρία ἓν, ὥσπερ ἔφαμεν.

ΙΓʹ. Ἐπεὶ δὲ οὕτω ταῦτα, ἢ τοῦτο, ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ᾽ εἶναί τινας καὶ κάτω προσκυνητὰς, ἵνα πληρωθῇ τὰ πάντα δόξης Θεοῦ, ἐπεὶ καὶ Θεοῦ· καὶ διὰ τοῦτο κτίζεται ἄνθρωπος, χειρὶ Θεοῦ τιμηθεὶς καὶ εἰκόνι.

Τοῦτον δὲ φθόνῳ διαβόλου, καὶ πικρᾷ γεύσει τῆς ἁμαρτίας, Θεοῦ τοῦ πεποιηκότος ἐλεεινῶς χωριζόμενον παριδεῖν, οὐ Θεοῦ. Τί γίνεται; καὶ τί τὸ μέγα περὶ ἡμᾶς μυστήριον; Καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· καὶ ὁ ἐπιβεβηκὼς ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς τῆς ἰδίας δόξης τε καὶ λαμπρότητος, ἐπὶ δυσμῶν δοξάζεται τῆς ἡμετέρας εὐτελείας καὶ ταπεινότητος, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ δέχεται καὶ υἱὸς ἀνθρώπου γενέσθαι τε καὶ κληθῆναι· οὐχ ὃ ἦν μεταβαλὼν (ἄτρεπτον γὰρ), ἀλλ᾽ ὃ οὐκ ἦν προσλαβὼν (φιλάνθρωπος γὰρ), ἵνα χωρηθῇ ὁ ἀχώρητος, διὰ μέσης σαρκὸς, ὁμιλήσας ἡμῖν, ὡς παραπετάσματος· ἐπειδὴ καθαρὰν αὐτοῦ τὴν θεότητα φέρειν, οὐ τῆς ἐν γενέσει καὶ φθορᾷ φύσεως. Διὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον Θεὸς, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον· ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθὲς, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. Ἐπειδὴ γὰρ ᾤετο ἀήττητος εἶναι τῆς κακίας ὁ σοφιστὴς, θεότητος ἐλπίδι δελεάσας ἡμᾶς, σαρκὸς προβλήματι δελεάζεται· ἵν᾽ ὡς τῷ Ἀδὰμ προσβαλὼν, τῷ Θεῷ περιπέσῃ, καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται, καὶ λυθῇ τὸ κατάκριμα τῆς σαρκὸς, σαρκὶ τοῦ θανάτου θανατωθέντος.