Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ ἅγια φῶτα

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεολογία του βαπτίσματος και η αξία της μετανοίας

Παρουσίαση των πέντε ειδών βαπτίσματος και εκτενής ανασκευή των αυστηρών θέσεων του Ναυάτου, με έμφαση στη θεία φιλανθρωπία και τη δυνατότητα συγχωρήσεως μετά το βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

ΙΖʹ. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι᾽ ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορᾶς βαπτισμάτων φιλοσοφήσωμεν, ἵν᾽ ἀπέλθωμεν ἐντεῦθεν κεκαθαρμένοι. Ἐβάπτισε Μωϋσῆς, ἀλλ᾽ ἐν ὕδατι· καὶ πρὸ τούτου, ἐν νεφέλῃ καὶ ἐν θαλάσσῃ. Τυπικῶς δὲ τοῦτο ἦν, ὡς καὶ Παύλῳ δοκεῖ· ἡ θάλασσα, τοῦ ὕδατος· ἡ νεφέλη, τοῦ Πνεύματος· τὸ μάννα, τοῦ τῆς ζωῆς ἄρτου· τὸ πόμα, τοῦ θείου πόματος. Ἐβάπτισε καὶ Ἰωάννης, οὐκ ἔτι μὲν Ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν· οὔπω δὲ ὅλον πνευματικῶς· οὐ γὰρ προστίθησι τὸ, ἐν Πνεύματι. Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ᾽ ἐν Πνεύματι. Τοῦτο ἡ τελειότης. Καὶ πῶς οὐ Θεὸς, ἵνα τι παραθαῤῥήσω μικρὸν, ἐξ οὗ καὶ σὺ γίνῃ Θεός; Οἶδα καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὃ καὶ αὐτὸς Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται.

Οἶδα καὶ πέμπτον ἔτι, τὸ τῶν δακρύων· ἀλλ᾽ ἐπιπονώτερον, ὡς ὁ λούων καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ καὶ τὴν στρωμνὴν τοῖς δάκρυσιν, ᾧ τῆς κακίας προσώζεσαν καὶ οἱ μώλωπες· ὃς πενθῶν καὶ σκυθρωπάζων πορεύεται, καὶ ὃς μιμεῖται τὴν ἐπιστροφὴν Μανασσῆ, καὶ τὴν τῶν Νινευϊτῶν ἠλεημένην ταπείνωσιν· ὃς φθέγγεται τὰς τοῦ τελώνου φωνὰς ἐν τῷ ἱερῷ, καὶ δικαιοῦται παρὰ τὸν μεγάλαυχον Φαρισαῖον· ὃς συγκύπτει κατὰ τὴν Χαναναίαν, καὶ ζητεῖ φιλανθρωπίαν, καὶ ψίχας, κυνὸς τροφὴν ἄγαν λιμώττοντος.

ΙΗʹ. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ, ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεως), καὶ δέχομαι τοῦτο προθύμως, καὶ προσκυνῶ τὸν δεδωκότα, καὶ τοῖς ἄλλοις μεταδίδωμι, καὶ προεισφέρω τοῦ ἐλέου τὸν ἔλεον. Οἶδα γὰρ καὶ αὐτὸς ἀσθένειαν περικείμενος, καὶ ὡς ἂν μετρήσω, μετρηθησόμενος.

Σὺ δὲ τί λέγεις, τί νομοθετεῖς, ὦ νέε Φαρισαῖε, καὶ καθαρὲ τὴν προσηγορίαν, οὐ τὴν προαίρεσιν, καὶ φυσῶν ἡμῖν τὰ Ναυάτου μετὰ τῆς αὐτῆς ἀσθενείας; Οὐ δέχῃ μετάνοιαν; οὐ δίδως ὀδυρμοῖς χώραν; οὐ δακρύεις δάκρυον; Μὴ σύ γε τοιούτου κριτοῦ τύχοις. Οὐκ αἰδῇ τὸ Ἰησοῦ φιλάνθρωπον, τοῦ τὰς ἀσθενείας ἡμῶν λαβόντος, καὶ τὰς νόσους βαστάσαντος, τοῦ μὴ δικαίοις ἐλθόντος, ἀλλ᾽ ἁμαρτωλοῖς εἰς μετάνοιαν, τοῦ ἔλεον θέλοντος μᾶλλον ἢ θυσίαν, τοῦ ἑβδομηκοντάκις ἑπτὰ συγχωροῦντος τὰ ἁμαρτήματα; Ὡς μακάριόν σου τὸ ὑψηλὸν, εἰ καθαρότης ἦν, ἀλλὰ μὴ τῦφος, νομοθετῶν ὑπὲρ ἄνθρωπον, καὶ λύων τῇ ἀπογνώσει τὴν ἐπανόρθωσιν. Ὁμοίως γάρ ἐστι κακὸν, καὶ ἄνεσις ἀσωφρόνιστος, καὶ κατάγνωσις ἀσυγχώρητος· ἡ μὲν ὅλην ἐφιεῖσα τὴν ἡνίαν, ἡ δὲ τῷ σφοδρῷ κατάγχουσα. Δεῖξόν μοι τὴν καθαρότητα, καὶ δέχομαί σου τὴν θρασύτητα. Νῦν δὲ δέδοικα, μὴ βρύων ἕλκεσιν, εἰσάγῃς τὸ ἀνιάτρευτον.

Οὐδὲ τὸν Δαβὶδ δέχῃ μετανοοῦντα, ᾧ καὶ τὸ προφητικὸν χάρισμα ἡ μετάνοια συνετήρησεν; Οὐδὲ Πέτρον τὸν μέγαν παθόντα τι ἀνθρώπινον περὶ τὸ σωτήριον πάθος; Ἰησοῦς δὲ ἐδέξατο, καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ τῆς ὁμολογίας, τὸ τρισσὸν τῆς ἀρνήσεως ἐθεράπευσεν. Ἢ οὐδὲ τελειωθέντα δέχῃ δι᾽ αἵματος; Ἔστι γὰρ καὶ τοῦτο τῆς σῆς ἀπονοίας.

Οὐδὲ τὸν ἐν Κορίνθῳ παρανομήσαντα; Παῦλος δὲ καὶ ἀγάπην ἐκύρωσεν, ἐπειδὴ τὴν διόρθωσιν εἶδε· καὶ τὸ αἴτιον· Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, βαρηθεὶς τῇ ἀμετρίᾳ τῆς ἐπιπλήξεως. Οὐδὲ τὰς νέας γαμίζεις χήρας, διὰ τὸ τῆς ἡλικίας εὐάλωτον; Παῦλος δὲ τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος, ὡς ἐπὶ τέταρτον οὐρανὸν φθάσας, καὶ ἄλλον παράδεισον, καὶ ἀποῤῥητοτέρων ἀκούσας ῥημάτων, καὶ μείζονα κύκλον τῷ Εὐαγγελίῳ περιλαβών.

ΙΘʹ. Ἀλλ᾽ οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις; ἢ δεῖξον, ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον, νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος, φησὶν, οὐκ ἐδέξατο τοὺς ἐν τῷ διωγμῷ παραπεσόντας. Τί τοῦτο; Εἰ μὲν οὐ μεταγνόντας, δικαίως· οὐδὲ ἐγὼ δέχομαι τοὺς, ἢ μὴ καμπτομένους, ἢ μὴ ἀξίως, μηδὲ ἀντισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν· καὶ ὅταν δέξωμαι, τὴν προσήκουσαν αὐτοῖς ἀπονέμω χώραν. Εἰ δὲ τοὺς ἐκτακέντας τοῖς δάκρυσιν, οὐ μιμήσομαι.

Καὶ τίς μοι νόμος ἡ Ναυάτου μισανθρωπία, ὃς πλεονεξίαν μὲν οὐκ ἐκόλασε, τὴν δευτέραν εἰδωλολατρείαν· πορνείαν δὲ οὕτω πικρῶς κατεδίκασεν, ὡς ἄσαρκος καὶ ἀσώματος; Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις; Δεῦρο, στῆτε μεθ᾽ ἡμῶν τῶν ἀνθρώπων. Μεγαλύνωμεν ἅμα τὸν Κύριον. Μή τις ὑμῶν εἰπεῖν τολμήσῃ, μηδὲ εἰ λίαν ἑαυτῷ τεθάῤῥηκε· Μή μου ἅπτου, καθαρὸς γάρ εἰμι, καὶ τίς οὕτως ὥσπερ ἐγώ; μετάδοτε καὶ ἡμῖν τῆς λαμπρότητος. Ἀλλ᾽ οὐ πείθομεν; καὶ ὑπὲρ ὑμῶν δακρύσομεν. Οὗτοι μὲν οὖν, εἰ μὲν βούλοιντο, τὴν ἡμετέραν ὁδὸν καὶ Χριστοῦ, εἰ δὲ μὴ, τὴν ἑαυτῶν πορευέσθωσαν.