ΙΓʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν ἀνελπίστοις μεταβολαῖς, ὑφ᾽ ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρείαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει.