Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ Θεοφάνια

Γρηγόριος ὁ Ναζιανζηνός

Το μυστήριο της Ενανθρωπήσεως και η ομολογία των δύο φύσεων

Η πρόσληψη της ανθρώπινης φύσεως από τον προαιώνιο Λόγο, η απολογία για τη θεία ταπείνωση και η αντίκρουση των ετεροδιδασκαλιών περί της θεότητος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 5

Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου κάλλους, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος· ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆναι)· προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύματος· ὧν, τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! ὢ τῆς παραδόξου κράσεως! ὁ ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι, καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν᾽ ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν᾽ ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον;

Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.

ΙΔʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέθανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ Πονηροῦ πλάσματα;

Τοῦτο ἐγκαλεῖς Θεῷ, τὴν εὐεργεσίαν; Διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; Ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ᾽ ὧν ἐθυσίαζες, καὶ πλανώμενον εὗρε· καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ᾽ ὧν καὶ τὸ ξύλον· καὶ λαβὼν, ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωήν· καὶ ἀναγαγὼν, τοῖς μένουσι συνηρίθμησεν; Ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἂς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο; Ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; Διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν;

Ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συνανυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελώνων ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ;

Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν· εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος, κατὰ τὸν νόμον, ἀνασώσηται.

ΙΕʹ. Ἀπεστάλη μὲν, ἀλλ᾽ ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόμῳ σώματος· εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς, ἀποστολὴν εἶναι νόμισον, ἐφ᾽ ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι πάλιν. ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ μὲν τῶν, ὡς Θεὸς, τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν, ὡς σὰρξ, ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι;

Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τούτους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαίμονες.

Ὦ δαιμόνων ἀπιστότερε, καὶ Ἰουδαίων ἀγνωμονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν, ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν θεότητα.