Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ Θεοφάνια

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή: Το μυστήριο της Ενσαρκώσεως και ο πνευματικός εορτασμός

Προοίμιο για τη χαρμόσυνη αγγελία της έλευσης του Χριστού, η σημασία της εορτής των Θεοφανίων και η προτροπή για πνευματική συμμετοχή έναντι της κοσμικής τρυφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΛΗʹ. Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος. Αʹ. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν᾽ ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον.

Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες. Τίς οὐ προσκυνεῖ τὸν ἀπ᾽ ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;

Βʹ. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπιγνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἡ ἀλήθεια ἐπεισέρχεται.

Ὁ Μελχισεδὲκ συνάγεται· ὁ ἀμήτωρ, ἀπάτωρ γίνεται· ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ (τῷ γὰρ σταυρῷ συνεπαίρεται), καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν· Ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται, ὁ ἀναφὴς ψηλαφᾶται, ὁ ἄχρονος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόμενον· εἰ δὲ μὴ τότε, ἀλλ᾽ ὅταν ἐξ οὐρανῶν ἐρχόμενον, καὶ ὡς κριτὴν καθεζόμενον.

Γʹ. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ μὲν ὢν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον (οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερος)· τὸ δὲ, δι᾽ ἡμᾶς γενόμενος ὕστερον, ἵν᾽ ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· μᾶλλον δὲ, ῥεύσαντας ἡμᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπαναγάγῃ διὰ σαρκώσεως. Ὄνομα δὲ, τῷ φανῆναι μὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.

Δʹ. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτάζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα· καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζήσωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστάμενοι.

Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ᾽ ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.

Εʹ. Ἔσται δὲ τοῦτο πῶς; Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν ἀγυιὰς, μὴ ὀφθαλμὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησιν ἐκθηλύνωμεν, μὴ γεῦσιν καταπορνεύσωμεν, μὴ ἁφῇ χαρισώμεθα, ταῖς προχείροις εἰς κακίαν ὁδοῖς, καὶ εἰσόδοις τῆς ἁμαρτίας, μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία, μὴ λίθων διαυγείαις, μὴ χρυσοῦ περιλάμψεσι, μὴ χρωμάτων σοφίσμασι ψευδομένων τὸ φυσικὸν κάλλος, καὶ κατὰ τῆς εἰκόνος ἐξευρημένων· μὴ κώμοις καὶ μέθαις, οἷς κοίτας καὶ ἀσελγείας οἶδα συνεζευγμένας· ἐπειδὴ κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια. Μὴ στιβάδας ὑψηλὰς πηξώμεθα σκηνοποιοῦντες τῇ γαστρὶ τὰ τῆς θρύψεως.

Μὴ τιμήσωμεν οἴνων τοὺς ἀνθοσμίας, ὀψοποιῶν μαγγανείας, μύρων πολυτελείας. Μὴ γῆ καὶ θάλασσα τὴν τιμίαν ἡμῖν κόπρον δωροφορείτωσαν· οὕτω γὰρ ἐγὼ τιμᾷν οἶδα τρυφήν. Μὴ ἄλλος ἄλλον ἀκρασίᾳ νικᾷν σπουδάζωμεν. Ἀκρασία γὰρ ἐμοὶ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν· καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος.

Ϛʹ. Ἀλλὰ ταῦτα μὲν Ἕλλησι παρῶμεν, καὶ Ἑλληνικοῖς κόμποις, καὶ πανηγύρεσιν· οἳ καὶ θεοὺς ὀνομάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γαστρὶ θεραπεύουσι, πονηροὶ πονηρῶν δαιμόνων, καὶ πλάσται, καὶ μυσταγωγοὶ, καὶ μύσται τυγχάνοντες. Ἡμεῖς δὲ, οἷς Λόγος τὸ προσκυνούμενον, κἄν τι δέῃ τρυφᾷν, ἐν λόγῳ τρυφήσωμεν, καὶ θείῳ νόμῳ, καὶ διηγήμασι, τοῖς τε ἄλλοις, καὶ ἐξ ὧν ἡ παροῦσα πανήγυρις· ἵν᾽ οἰκεῖον ᾖ τὸ τρυφᾷν, καὶ μὴ πόῤῥω τοῦ συγκαλέσαντος. Ἢ βούλεσθε (καὶ γὰρ ἐγὼ σήμερον ἑστιάτωρ ὑμῖν) ἐγὼ τὸν περὶ τούτων παραθῶ λόγον τοῖς καλοῖς ὑμῖν δαιτυμόσιν, ὡς οἷόν τε δαψιλῶς τε καὶ φιλοτίμως, ἵν᾽ εἰδῆτε, πῶς δύναται τρέφειν ὁ ξένος τοὺς ἐγχωρίους, καὶ τοὺς ἀστικοὺς ὁ ἄγροικος, καὶ τοὺς τρυφῶντας ὁ μὴ τρυφῶν, καὶ τοὺς περιουσίᾳ λαμπροὺς, ὁ πένης τε καὶ ἀνέστιος; Ἄρξομαι δὲ ἐντεῦθεν· καί μοι καθήρασθε, καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα· ἐπειδὴ περὶ Θεοῦ, καὶ θεῖος ὁ λόγος· ἵν᾽ ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος· ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.