Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ Θεοφάνια

Γρηγόριος ὁ Ναζιανζηνός

Ανακεφαλαίωση των μυστηρίων και κατακλείδα

Σύνοψη του σωτηριώδους έργου, προτροπή προς τους πιστούς για συμπόρευση και μίμηση του πάθους του Χριστού, και τελική τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 5

Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν᾽ εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως. ΙϚʹ. Μικρὸν μὲν οὖν ὕστερον ὄψει καὶ καθαιρόμενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐμὴν κάθαρσιν· μᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα (οὐ γὰρ δὴ αὐτὸς ἐδεῖτο καθάρσεως, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου), καὶ σχιζομένους τοὺς οὐρανοὺς, καὶ ὑπὸ τοῦ συγγενοῦς Πνεύματος μαρτυρούμενον, καὶ πειραζόμενον, καὶ νικῶντα, καὶ ὑπὸ ἀγγέλων ὑπηρετούμενον, καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ζωοποιοῦντα νεκροὺς (ὡς ὄφελόν γε καὶ σὲ τῇ κακοδοξίᾳ νενεκρωμένον), καὶ δαίμονας ἀπελαύνοντα, τὰ μὲν δι᾽ ἑαυτοῦ, τὰ δὲ διὰ τῶν μαθητῶν, καὶ ἄρτοις ὀλίγοις τρέφοντα μυριάδας, καὶ πεζεύοντα πέλαγος, καὶ προδιδόμενον, καὶ σταυρούμενον, καὶ συσταυροῦντα τὴν ἐμὴν ἁμαρτίαν· ὡς ἀμνὸν προσαγόμενον, καὶ ὡς ἱερέα προσάγοντα, ὡς ἄνθρωπον θαπτόμενον, καὶ ὡς Θεὸν ἐγειρόμενον, εἶτα καὶ ἀνερχόμενον, καὶ ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης. Πόσαι μοι πανηγύρεις καθ᾽ ἕκαστον τῶν τοῦ Χριστοῦ μυστηρίων! Ὧν ἁπάντων κεφάλαιον ἓν, ἡ ἐμὴ τελείωσις καὶ ἀνάπλασις, καὶ πρὸς τὸν πρῶτον Ἀδὰμ ἐπάνοδος.

ΙΖʹ. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προσκίρτησον· εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ᾽ ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι᾽ ἣν εἰς οὐρανοὺς ἐγράφης· καὶ τὴν γέννησιν σεβάσθητι, δι᾽ ἣν ἐλύθης τῶν δεσμῶν τῆς γεννήσεως· καὶ τὴν Βηθλεὲμ τίμησον τὴν μικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε· καὶ τὴν φάτνην προσκύνησον, δι᾽ ἣν ἄλογος ὢν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάμενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον, καὶ μηρυκισμὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπιτηδείων· εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος. Μετὰ τοῦ ἀστέρος δράμε, καὶ μετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιμένων δόξασον, μετὰ ἀγγέλων ὕμνησον, μετὰ ἀρχαγγέλων χόρευσον.

Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπιγείων δυνάμεων. Πείθομαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συμπανηγυρίζειν σήμερον· εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς Δαβὶδ εἰσάγει μετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευομένας ἀλλήλαις τὴν τῶν πυλῶν ἔπαρσιν.

ΙΗʹ. Ἓν μίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν· μᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου προθυομένην. Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύμως συμφυγαδεύθητι. Καλὸν τῷ Χριστῷ συμφεύγειν διωκομένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούμενον.

Διὰ πασῶν ὅδευσον ἀμέμπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ὡς Χριστοῦ μαθητής. Ἁγνίσθητι, περιτμήθητι, περιελοῦ τὸ ἀπὸ γενέσεως κάλυμμα. Μετὰ τοῦτο δίδαξον ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἀπέλασον· λιθάσθητι, ἂν τοῦτο δέῃ παθεῖν· λήσῃ τοὺς βάλλοντας, εὖ οἶδα, φεύξῃ καὶ διὰ μέσου αὐτῶν, ὡς Θεός. Ὁ Λόγος γὰρ οὐ λιθάζεται. Ἂν Ἡρώδῃ προσαχθῇς, μηδὲ ἀποκριθῇς τὰ πλείω.

Αἰδεσθήσεταί σου καὶ τὴν σιωπὴν πλέον ἢ ἄλλων τοὺς μακροὺς λόγους. Ἂν φραγελλωθῇς, καὶ τὰ λειπόμενα ζήτησον. Γεῦσαι χολῆς, διὰ τὴν γεῦσιν· ὄξος ποτίσθητι, ζήτησον ἐμπτύσματα, δέξαι ῥαπίσματα, κολαφίσματα· ἀκάνθαις στεφανώθητι, τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου· περιβαλοῦ τὸ κόκκινον, δέξαι κάλαμον, προσκυνήθητι παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν· τέλος συσταυρώθητι, συννεκρώθητι, συντάφηθι προθύμως, ἵνα καὶ συναναστῇς, καὶ συνδοξασθῇς, καὶ συμβασιλεύσῃς, Θεὸν ὁρῶν ὅσον ἐστὶ, καὶ ὁρώμενος, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ δοξαζόμενον, ὃν καὶ νῦν τρανοῦσθαι ἡμῖν εὐχόμεθα, ὅσον ἐφικτὸν τοῖς δεσμίοις τῆς σαρκὸς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.