Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν ἀδελφὴν Γοργονίαν

Γρηγόριος ὁ Ναζιανζηνός

Τελευτή, επιθανάτια θαύματα και επίλογος

Η προετοιμασία για την εκδημία, οι ύστατες συμβουλές, το θαύμα της εξόδιου ψαλμωδίας, η ουράνια μακαριότητα και ο τελικός δοξολογικός επίλογος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 5 από 5

ΙΘʹ. Τὰ μὲν δὴ τοῦ βίου τοιαῦτα· καὶ τὰ πλείω παραλελοίπαμεν διὰ τὴν συμμετρίαν τοῦ λόγου, καὶ τοῦ μὴ δοκεῖν ἀπλήστως ἔχειν περὶ τὴν εὐφημίαν· τάχα δ᾽ ἂν ἀδικοίημεν τελευτὴν ὁσίαν καὶ περιβόητον, εἰ μὴ καὶ τῶν ταύτης καλῶν ἐπιμνησθείημεν· καὶ ταῦτα οὕτως ἐκείνης ποθουμένης τε καὶ ζητουμένης.

Μνησθήσομαι δὲ, ὡς ἂν οἷόν τε ᾖ συντομώτατα. Ἐπόθει μὲν τὴν ἀνάλυσιν (καὶ γὰρ εἶχε πολλὴν πρὸς τὸν καλοῦντα τὴν παῤῥησίαν), καὶ τὸ σὺν Χριστῷ εἶναι πάντων προετίθει τῶν ὑπὲρ γῆς· καὶ οὐδεὶς οὕτως ἐρᾷ σώματος τῶν λίαν ἐρωτικῶν τε καὶ δυσκαθέκτων, ὡς ἐκείνη τὰς πέδας ἀποῤῥίψασα ταύτας, καὶ τὴν ἰλὺν ὑπερβᾶσα, μεθ᾽ ἧς βιωτεύομεν, μετὰ τοῦ καλοῦ καθαρῶς γενέσθαι, καὶ τὸν ἐρώμενον ἀπολαβεῖν ὅλον, προσθήσω δ᾽ ὅτι καὶ τὸν ἐραστὴν, οὗ νῦν μικραῖς ἐλλαμπόμεθα ταῖς αὐγαῖς, καὶ ὅσον γινώσκειν, οὗ κεχωρίσμεθα. Διαμαρτάνει δὲ οὐδὲ ταύτης τῆς ἐπιθυμίας, οὕτως οὔσης ἐνθέου καὶ ὑψηλῆς, καὶ ὃ τούτου μεῖζόν ἐστι, προαπολαύει τοῦ καλοῦ διὰ τῆς προγνώσεως καὶ τῆς πολλῆς ἀγρυπνίας.

Ταύτην εἷς ὕπνος τῶν ἡδίστων ἀμείβεται, καὶ ὄψις μία προθεσμίᾳ περιλαβοῦσα τὴν ἐκδημίαν, καὶ τὴν ἡμέραν ταύτην γνωρίσασα, ὡς ἂν τὸ ἑτοιμασθῆναι καὶ μὴ ταραχθῆναι τοῦ Θεοῦ πρυτανεύοντος. Κʹ. Αὐτῇ μὲν οὖν ὑπόγυιον τὸ τῆς καθάρσεως καὶ τελειώσεως ἦν ἀγαθὸν, ἣν κοινὴν δωρεὰν, καὶ δευτέρου βίου κρηπῖδα παρὰ Θεοῦ πάντες λαβόντες ἔχομεν. Μᾶλλον δὲ πᾶς ὁ βίος κάθαρσις ἦν αὐτῇ καὶ τελείωσις· καὶ τὸ μὲν τῆς ἀναγεννήσεως εἶχεν ἐκ τοῦ Πνεύματος, τὸ δ᾽ ἀσφαλὲς ταύτης ἐκ τῶν προβεβιωμένων. Καὶ μόνῃ σχεδὸν, ἵν᾽ εἴπω τολμήσας, σφραγὶς, ἀλλ᾽ οὐ χάρισμα ἦν τὸ μυστήριον.

Ἓν δὲ τοῖς πᾶσι προστεθῆναι ζητοῦσα τὴν τοῦ ἀνδρὸς τελείωσιν (βούλεσθε γράψω τὸν ἄνδρα συντόμως; ἀνδρὸς ἐκείνης, καὶ οὐκ οἶδ᾽ ὅ τι χρὴ πλέον εἰπεῖν), ἵν᾽ ὅλῳ τῷ σώματι Θεῷ καθιερωθῇ, καὶ μὴ ἐξ ἡμισείας ἀπέλθῃ τετελεσμένη, μηδ᾽ ὑπολείπηταί τι τῶν ἑαυτῆς ἀτελὲς, οὐδὲ ταύτης διαμαρτάνει τῆς δεήσεως παρὰ τοῦ θέλημα τῶν φοβουμένων αὐτὸν ποιοῦντος, καὶ εἰς πέρας ἄγοντος τὰ αἰτήματα.

ΚΑʹ. Ὡς δὲ ἅπαντα εἶχεν αὐτῇ κατὰ νοῦν, καὶ οὐδὲν ἐνέδει τῶν ποθουμένων, καὶ ἡ κυρία πλησίον, οὕτως ἤδη τῷ θανάτῳ συσκευάζεται καὶ τῇ ἐκδημίᾳ, καὶ πληροῖ τὸν περὶ ταῦτα νόμον διὰ τῆς κατακλίσεως. Ἐπισκήψασα δὲ καὶ ἀνδρὶ, καὶ τέκνοις, καὶ φίλοις, ὅσα εἰκὸς τὴν φίλανδρον, καὶ φιλότεκνον, καὶ φιλάδελφον, καὶ λαμπρῶς περὶ τῶν ἐκεῖθεν φιλοσοφήσασα, καὶ πανηγύρεως ἡμέραν ποιησαμένη τὴν τελευταίαν, κοιμᾶται, πλήρης μὲν οὐ τῶν κατὰ ἄνθρωπον ἡμερῶν, ὅ τι μηδὲ συνηύχετο, ταύτας ἑαυτῇ πονηρὰς εἰδυῖα, καὶ τὰ πολλὰ μετὰ τοῦ χοὸς καὶ τῆς πλάνης, τῶν δὲ κατὰ Θεὸν καὶ λίαν πλήρης, ὡς οὐκ οἶδ᾽ εἴ τις ῥᾳδίως τῶν ἐν πλουσίᾳ τῇ πολιᾷ καταλυσάντων, καὶ πολλὰς ἐτῶν περιόδους ἀριθμησάντων. Οὕτως ἐκείνη λύεται, ἢ προσλαμβάνεται, κρεῖσσον εἰπεῖν, ἢ ἀφίπταται, ἢ μετοικίζεται, ἢ μικρὸν προαποδημεῖ τοῦ σώματος.

ΚΒʹ. Ἀλλ᾽ οἷόν με μικρὸν τῶν ἐκείνης παρέδραμεν! τάχα δ᾽ ἂν οὐ συνεχώρησας, ὦ σὺ πάτερ ἐκείνης πνευματικὲ, ὁ καὶ τηρήσας ἀκριβῶς τὸ θαῦμα, καὶ ἡμῖν γνωρίσας· μέγα μὲν εἰς φιλοτιμίαν ἐκείνῃ, μέγα δὲ ἡμῖν εἰς ὑπόμνησιν ἀρετῆς, καὶ πόθον τῆς αὐτῆς ἀναλύσεως. Καί με φρίκη τις ὑποτρέχει, καὶ δάκρυον ὁμοῦ, μεμνημένον τοῦ θαύματος.

Ἐλύετο μὲν ἤδη καὶ ἀνέπνει τὰ τελευταῖα, καὶ χορὸς περὶ αὐτὴν οἰκείων τε καὶ ξένων χαριζομένων τὰ προπεμπτήρια· καὶ μητρὸς γηραιᾶς ἐπίνευσις, καὶ ψυχῆς σπαραγμὸς ζηλοτυπούσης τὴν ἐκδημίαν, καὶ φίλτρον ἁπάντων ἀγωνίᾳ σύγκρατον, τῶν μὲν ὅ τι ἀκούσωσι ποθούντων, μνήμης ἐμπύρευμα, τῶν δὲ ὅ τι φθέγξονται, τολμῶντος δὲ οὐδενός.

Καὶ κωφὰ τὰ δάκρυα, καὶ ἡ τῆς λύπης ὠδὶν ἀθεράπευτος (οὐδὲ γὰρ ὅσιον ἐδόκει θρήνοις τιμᾷν τὴν οὕτω χωριζομένην), σιγὴ δὲ βαθεῖα, καὶ τελετή τις ὁ θάνατος. Ἡ δὲ ἄπνους τε καὶ ἀκίνητος, καὶ ἄφθογγος, τὸ φαινόμενυν, καὶ ἡ σιωπὴ τοῦ σώματος ἐδόκει παράλυσις, οἷον ἤδη τῶν φωνητικῶν ὀργάνων νενεκρωμένων, διὰ τὴν τοῦ κινοῦντος ἐγχώρησιν.

Ἠρέμα δὲ τῶν χειλέων κινουμένων αἰσθόμενος ὁ πάντα τηρῶν τὰ ἐκείνης ἐπιμελῶς ποιμὴν, διὰ τὸ ἐν πᾶσι θαῦμα, καὶ παραθεὶς τὰ ὦτα τοῖς χείλεσι (τὸ γὰρ θαῤῥεῖν εἶχε καὶ παρὰ τοῦ τρόπου καὶ παρὰ τῆς συμπαθείας), αὐτὸς διήγησαι τὸ τῆς ἡσυχίας μυστήριον, ὅ τί ποτε ἦν καὶ οἷον· οὐδεὶς ἀπιστήσει σοῦ λέγοντος. Ψαλμῳδία τὸ ὑπολαλούμενον ἦν, καὶ ψαλμῳδίας τὰ ἐξόδια ῥήματα· εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, μαρτυρία τῆς παῤῥησίας, μεθ᾽ ἧς ἡ ἔξοδος. Καὶ μακάριος ὅστις μετ᾽ ἐκείνων ἀναπαύεται τῶν ῥημάτων· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. Ταῦτα καὶ ἐψάλλετό σοι, καλλίστη γυναικῶν, καὶ συνέβαινεν· καὶ ἡ ψαλμῳδία τὸ γινόμενον ἦν, καὶ μετὰ τῆς ἐκδημίας ὁ ἐπιτάφιος· ὦ καλῶς ἀπὸ τῶν παθῶν εἰρηνεύσασα σὺ, καὶ τὸν ὀφειλόμενον τοῖς ἀγαπητοῖς ὕπνον ἀπολαβοῦσα πρὸς τῷ κοινῷ τῆς κοιμήσεως, ὡς εἰκὸς τὴν καὶ ζήσασαν καὶ ἀπελθοῦσαν ἐν τοῖς τῆς εὐσεβείας ῥήμασιν.

ΚΓʹ. Κρείσσω μὲν οὖν εὖ οἶδα καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία, τῆς τε ἄλλης καὶ τῆς ἀνωτάτω Τριάδος ἔλλαμψις καθαρωτέρα τε καὶ τελεωτέρα, μηκέτι ὑποφευγούσης τὸν δέσμιον νοῦν καὶ διαχεόμενον ταῖς αἰσθήσεσιν, ἀλλ᾽ ὅλης ὅλῳ νοῒ θεωρουμένης τε καὶ κρατουμένης, καὶ προσαστραπτούσης ταῖς ἡμετέραις ψυχαῖς ὅλῳ τῷ φωτὶ τῆς θεότητος. Πάντων ἀπολαύοις, ὧν ἔτι ὑπὲρ γῆς εἶχες τὰς ἀποῤῥοίας διὰ τὸ γνήσιον τῆς πρὸς αὐτὰ νεύσεως. Εἰ δέ τίς σοι καὶ τῶν ἡμετέρων ἐστὶ λόγος, καὶ τοῦτο ταῖς ὁσίαις ψυχαῖς ἐκ Θεοῦ γέρας, τῶν τοιούτων ἐπαισθάνεσθαι, δέχοιο καὶ τὸν ἡμέτερον λόγον ἀντὶ πολλῶν καὶ πρὸ πολλῶν ἐνταφίων, ὃν Καισαρίῳ μὲν πρὸ σοῦ, καὶ σοὶ μετ᾽ ἐκεῖνον ἀποδεδώκαμεν, ἐπειδή γε ἀδελφῶν ἐπιταφίοις ἐταμιεύθημεν.

Εἰ δὲ καὶ ἡμᾶς τιμήσειέ τις μεθ᾽ ὑμᾶς τοῖς ἴσοις, οὐκ ἔχω λέγειν· πλὴν τιμηθείημέν γε μόνον τὴν ἐν Θεῷ τιμὴν, καὶ παροικοῦντες καὶ κατοικοῦντες ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.

Ἀμήν.