Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν καινὴν Κυριακήν

Γρηγόριος ὁ Ναζιανζηνός

Ηθική και ασκητική ανανέωση του ανθρώπου

Προτροπές για τον εξαγνισμό των αισθήσεων, την ιεράρχηση των παθών, την πρακτική άσκηση των αρετών και την εσωτερική μεταβολή της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Ϛʹ. Ἔχετε τῶν Ἐγκαινίων τὸν λόγον. Ἀλλ᾽ ἐγκαινίζεσθε, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποῤῥίψαντες, ἐν καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινὸν ἐπιθέντες, ἐξ ὧν ὁ θάνατος, πάντα τὰ μέλη παιδαγωγήσαντες, πᾶσαν τὴν πονηρὰν τοῦ ξύλου βρῶσιν μισήσαντες, ἢ ἐμέσαντες, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν, ἵνα φύγωμεν. Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· φεύγωμεν τὰς εὐχροίας, εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν. Μή σε νικησάτω κάλλους ἐπιθυμία, μηδὲ συναρπασθῇς σοῖς βλεφάροις, εἰ δυνατὸν, μέχρι καὶ παροράματος, τὴν Εὖαν ἐνθυμηθεὶς, τὸ γλυκὺ δέλεαρ, τὸ τιμώμενον φάρμακον. Πῶς γὰρ σώσει ῥᾳδίως ἡ ἀλλοτρία, ὃν ἀπώλεσεν ἡ ἰδία; Μὴ γλυκανθήτω σοι φάρυγξ, οὗ κατασύρεται πᾶν τὸ διδόμενον· καὶ πρὶν ληφθῆναι, τιμώμενον, μετὰ τὸ λαβεῖν ἀτιμάζεται. Ἡ ὄσφρησις ἐθήλυνέ σε; Φεῦγε τὰς εὐωδίας. Τῇ ἁφῇ κατεμαλακίσθης;

Ἀπόταξαι ταῖς λειότησι, καὶ ταῖς ἁπαλότησιν. Ἡ ἀκοὴ παρέπεισε; Θὲς θύραν τοῖς ἀπατηλοῖς λόγοις καὶ περιέργοις. Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, ἵν᾽ ἑλκύσῃς Πνεῦμα, μὴ σπάσῃς θάνατον. Ὅταν τί σε δελεάζῃ τῶν ἀπειρημένων, μνήσθητι ὅστις ἦς, καὶ ὅθεν ἀπόλωλας. Ἐὰν μικρόν τι τοῦ λόγου παρεκτραπῇς, πρὸς ἑαυτὸν ἐπανάγου, πρὶν παντελῶς ἔξω πεσεῖν, καὶ κατενεχθῆναι πρὸς θάνατον, καὶ γενοῦ καινὸς ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ Ἐγκαίνια.

Ζʹ. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως, δι᾽ ὃν ἐξέπεσες. Τὸ ἐπιθυμητικὸν τετάσθω σοι πᾶν πρὸς Θεὸν, μὴ πρὸς ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν. Ὁ λογισμὸς πᾶσιν ἐπιστατείτω, καὶ μὴ καθελκέσθω τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. Μὴ μισήσῃς σου τὸν ἀδελφὸν, καὶ ταῦτα δωρεὰν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε, καὶ σὸς ἀδελφὸς ἐγένετο, Θεὸς ὢν καὶ Δεσπότης.

Μὴ φθονήσῃς τῷ κατορθοῦντι, ὁ φθονηθεὶς, καὶ φθονεῖσθαι πεισθεὶς, καὶ διὰ τοῦτο κατενεχθείς. Μὴ ἀτιμάσῃς δάκρυον, ὁ πολλῶν ἄξια δακρύων πεπονθὼς, εἶτα ἠλεημένος. Μὴ ἀπώσῃ πένητα, ὁ πλουτήσας θεότητα· εἰ δ᾽ οὖν, ἀλλὰ μὴ πλουτήσῃς κατὰ τοῦ πένητος. Καὶ τοῦτο γὰρ πολὺ παρὰ τῶν ἀκορέστων. Μὴ ἀτιμάσῃς ξένον, ὑπὲρ οὗ Χριστὸς ἐξενίτευσεν, οὗ πάντες ἡμεῖς ξένοι καὶ πάροικοι, μὴ ἀποξενωθῇς τοῦ παραδείσου καθὼς τὸ πρότερον. Μετάδος τῷ δεομένῳ στέγης, σκέπης, τροφῆς, ὁ τούτοις ἐντρυφῶν, καὶ ὑπὲρ τὴν χρείαν. Μὴ ἀγαπήσῃς τὸν πλοῦτον, εἰ μὴ βοηθῇ πένησιν. Ἄφες, ὁ ἀφεθείς· ἐλέησον, ὁ ἠλεημένος· κτῆσαι τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον, ἕως καιρός· πᾶς ὁ βίος ἐγκαινιζέσθω σοι, πᾶσα πολιτείας ὁδός.

Ηʹ. Αἱ ὑπὸ ζυγὸν, δότε τι καὶ Θεῷ· προσείληφθε γάρ. Αἱ παρθένοι, τὸ πᾶν Θεῷ· λέλυσθε γάρ. Μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, φυγοῦσαι τὴν ἐλευθερίαν, ἐκ τοῦ συνοικεῖν, οὐκ ἀνδράσι μὲν, ἀνδράσι δ᾽ ὅμως. Οὐ δέχομαι κάμνειν ἀεὶ τοῖς τῆς ἡδονῆς ὑπομνήμασι· μισῶ καὶ τὴν δι᾽ ἀέρος συνήθειαν. Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον· οἱ τῶν ὑψηλῶν θρόνων, τὸν ὑψηλότερον. Μὴ θαυμάσῃς μηδὲν, ὃ μὴ παραμένει· μὴ παρίδῃς, ὃ μένει· μηδὲ περισφίγξῃς μηδὲν, ὃ διαῤῥεῖ κρατούμενον· μὴ ζηλώσῃς τι τῶν οὐ φθονουμένων, ἀλλὰ μισουμένων· μὴ ἐπαρθῇς μέγα, ἵνα μὴ μεῖζον κατενεχθῇς· μὴ φρόνει τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ, τῶν ἀγαθῶν ἡττώμενος· μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Μήτε ἀθυμῶν, ἀπελπίσῃς εὐημερίαν· μήτε πράττων καλῶς, ἀθυμίαν.

Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ, πολλὰς πραγμάτων μεταβολάς. Ἐπικοπτέτω σοι, μέριμνα μὲν ἡδονὴν, λύπην δὲ ἡ κρείττων ἐλπίς. Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτως τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα, τοιαύτῃ τρυφῇ, τοιούτοις ἐδέσμασιν. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου· ἀλλ᾽ εἴ τι καλὸν, μετὰ σεαυτοῦ φέρων.

Νῦν δὲ ὄφθητι καινὸς, τρόπον ἕτερος, ὅλως ἠλλοιωμένος. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφόρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιώθητι· καὶ μηδὲ οὕτω μέγα φρονήσῃς, ἀλλὰ φθέγξαι τὸ τοῦ Δαβίδ.

Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, παρ᾽ οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Οὐ βούλεταί σε ὁ λόγος ποτὲ ἐν ταυτῷ μένειν, ἀλλὰ ἀεικίνητον εἶναι, εὐκίνητον, πάντως νεόκτιστον· ἂν ἀμαρτάνῃς, ἐπιστρέφοντα· εἰ κατορθοῖς, ἐπιτείνοντα.

Θʹ Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον τὴν τοῦ Θεοῦ γνώρισον· μέχρι τίνος ἐπ᾽ ἀμφοτέραις χωλανεῖς ταῖς ἰγνύαις; μέχρι τίνος οἰκονομήσεις; Καὶ οἰκοδομῆσαί ποτε προθυμήθητι· χθὲς τὸ δοκεῖν τις ἐτίμας, σήμερον τὸ εἶναι προτίμησον· Μέχρι ποῦ τὰ ἐνύπνια; καὶ ἡ ἀλήθειά ποτε σπουδασθήτω σοι. Χθὲς ἦσθα θεατρικὸς, σήμερον φάνηθι θεωρητικός· χθὲς λοίδορος, ἰταμὸς, σήμερον εὔφημος, ἥμερος· χθὲς κωμαστὴς, σήμερον σωφρονιστής. Σήμερον οἰνοπότης, αὔριον ὑδροπότης. Σήμερον κατασπαταλῶν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τὰ πρῶτα μύρα χριόμενος, αὔριον χαμεύνης καὶ ἄγρυπνος· ἀντὶ γελοιαστοῦ, σύννους· ἀντὶ καλλωπιστοῦ, δυσείμων· ἀντὶ γαύρου καὶ ἀλαζόνος, εὐτελὴς τὸ φαινόμενον· ἀντὶ χρυσορόφου, στενόχωρος· κάτω νεύων, ἀντὶ ὑψαύχενος. Ἐὰν οὕτω διανοῇ, καὶ οὕτω ποιῇς, ἔσται σοι ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, τά τε ἄλλα καὶ τὸν τούτων Ιʹ. Ἀλλ᾽ ἀπίωμεν ἤδη, καὶ τῷ καιρῷ τὰ εἰκότα συνεορτάσοντες.