Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν καινὴν Κυριακήν

Γρηγόριος ὁ Ναζιανζηνός

Ο θεσμός των Εγκαινίων: Ιστορικοί τύποι και πνευματική θεώρηση

Εισαγωγή στην εορτή των Εγκαινίων, η προφητική και ιστορική θεμελίωση στην Παλαιά Διαθήκη και η ανάγκη του εσωτερικού εγκαινισμού των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΜΔʹ. Εἰς τὴν καινὴν Κυριακήν. Αʹ. Ἐγκαίνια τιμᾶσθαι, παλαιὸς νόμος, καὶ καλῶς ἔχων· μᾶλλον δὲ, τὰ νέα τιμᾶσθαι δι᾽ Ἐγκαινίων· καὶ τοῦτο, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ἑκάστης τοῦ ἐνιαυτοῦ περιτροπῆς τὴν αὐτὴν ἡμέραν ἐπαγούσης, ἵνα μὴ ἐξίτηλα τῷ χρόνῳ γένηται τὰ καλὰ, μηδὲ παραῤῥυῇ λήθης βυθοῖς ἀμαυρούμενα.

Ἐγκαινίζονται μὲν πρὸς Θεὸν νῆσοι, τῷ Ἠσαΐᾳ ὥσπερ ἀνέγνωμεν, ἅστινας δὴ τὰς νήσους ταύτας ὑποληπτέον· οἶμαι δὲ τὰς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας ἄρτι καθισταμένας, καὶ τῆς ἀλμυρᾶς ἀπιστίας ἀνακυπτούσας, καὶ πῆξιν λαμβανούσας, τῷ Θεῷ βάσιμον.

Ἐγκαινίζεται δὲ τεῖχος χαλκοῦν, παρ᾽ ἄλλῳ προφήτῃ· οἶμαι δὲ, ψυχὴ στεῤῥὰ, καὶ χρυσοειδὴς, καὶ ἀριπαγὴς εἰς εὐσέβειαν. ᾌδειν δὲ τῷ Κυρίῳ ᾆσμα καινὸν κελευόμεθα, εἴτε οἱ εἰς Βαβυλῶνα καὶ τὴν πονηρὰν σύγχυσιν κατασυρέντες ὑπὸ τῆς ἁμαρτίας, ἔπειτα πρὸς τὴν Ἱερουσαλὴμ ἀνασωθέντες (κακεῖ μὲν οὐ δυνάμενοι τὴν θείαν ᾄδειν ᾠδὴν, ὡς ἐπὶ γῆς ἀλλοτρίας, ἐνταῦθα δὲ νέαν ᾠδὴν καὶ πολιτείαν ἱστάμενοι)· εἴτε οἱ μείναντες ἐν τῷ καλῷ, καὶ προκόπτοντες· καὶ τὸ μὲν κατωρθωκότες ἤδη, τὸ δὲ κατορθοῦντες, παρὰ τοῦ ἁγίου καὶ καινοποιοῦ Πνεύματος.

Βʹ. Ἐγκαινίζεται δὲ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν Θεὸς παρέδειξε, καὶ Βεσελεὴλ ἐτελείωσε, καὶ Μωσῆς ἐπήξατο. Ἐγκαινίζεται δὲ ἡ βασιλεία Δαβὶδ, καὶ οὐχ ἅπαξ, ἀλλὰ χριομένου τὸ πρότερον, ἀναγορευομένου τὸ δεύτερον. Ἐγένετο δὲ τὰ Ἐγκαίνια ἐν Ἱεροσολύμοις, καὶ χειμὼν ἦν, ὁ τῆς ἀπιστίας, καὶ Ἰησοῦς παρῆν, ὁ Θεὸς καὶ ναὸς, Θεὸς αἰώνιος, ναὸς πρόσφατος, ὁ αὐθημερὸν λυόμενος, καὶ τριήμερος ἀνιστάμενος, καὶ μένων εἰς τοὺς αἰῶνας, ἵν᾽ ἐγὼ σωθῶ, καὶ τοῦ παλαιοῦ πτώματος ἀνακληθῶ, καὶ γένωμαι καινὴ κτίσις, διὰ τῆς τοιαύτης φιλανθρωπίας ἀναπλαττόμενος.

Ἐπιζητεῖ δὲ ὁ θεῖος Δαβὶδ καρδίαν καθαρὰν ἐν ἑαυτῷ κτιζομένην, καὶ πνεῦμα εὐθὲς τοῖς ἐγκάτοις ἐγκαινιζόμενον· οὐχ ὡς οὐκ ἔχων, (τίς γὰρ, εἰ μὴ Δαβὶδ ὁ τοσοῦτος;) ἀλλ᾽ ὡς καινὸν γινώσκων τὸ νῦν ἀεὶ προστιθέμενον. Καὶ τί δεῖ μοι πλειόνων Ἐγκαινίων, ἐνὸν τὰ παρόντα γνωρίσαι, καὶ ἃ σήμερον πανηγυρίζομεν, τῇ ζωῇ μετὰ θάνατον πλησιάσαντες; Ἐγκαίνια, Ἐγκαίνια ἡ πανήγυρις, ἀδελφοί. Λεγέσθω γὰρ πολλάκις ὑφ᾽ ἡδονῆς.