Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν καινὴν Κυριακήν

Γρηγόριος ὁ Ναζιανζηνός

Δημιουργία, πτώση και το μυστήριο της Ογδόης Ημέρας

Θεολογική ανάλυση της δημιουργίας του κόσμου, η διάκριση ακτίστου και κτιστού φωτός, η πτώση του ανθρώπου και η ανακαίνιση μέσω της θείας Οικονομίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Καὶ τίνα ταῦτα; Οἱ μὲν εἰδότες, διδάξατε· οἱ δὲ ἀγνοοῦντες, τὴν ἀκοὴν ἐγκαινίζεσθε. Γʹ. Φῶς ἦν ἀπρόσιτον, καὶ ἀδιάδοχον, ὁ Θεὸς, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, οὔτε μετρούμενον, ἀειλαμπὲς, τριλαμπὲς, ὀλίγοις ὅσον ἐστὶ θεωρούμενον, οἶμαι δὲ, οὐδὲ ὀλίγοις. Καὶ φῶτα δεύτερα, τοῦ πρώτου Φωτὸς ἀπαυγάσματα, αἱ περὶ αὐτὸν δυνάμεις, καὶ τὰ λειτουργικὰ πνεύματα. Τὸ δὲ παρ᾽ ἡμῖν τοῦτο φῶς, οὐχ ὕστερον ἤρξατο μόνον, ἀλλὰ καὶ νυκτὶ τέμνεται, καὶ τέμνει νύκτα ἰσομοιρίᾳ, ὄψει πιστευθὲν, καὶ ἀέρι χυθὲν, καὶ λαμβάνον ὃ δίδωσιν.

Ὁρᾷν τε γὰρ ὄψει παρέχει, καὶ πρῶτον ὁρᾶται παρὰ τῆς ὄψεως, καὶ τοῖς ὁρατοῖς περιῤῥέον, παῤῥησίαν χαρίζεται. Βουληθεὶς γὰρ ὁ Θεὸς τόνδε τὸν κόσμον συστήσασθαι, τὸν ἐξ ὁρατῶν τε καὶ ἀοράτων συνεστηκότα, τὸν μέγαν καὶ θαυμαστὸν τῆς μεγαλειότητος αὐτοῦ κήρυκα, τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς, καὶ οὐκ ἄλλο· (τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι;) τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. Καὶ γὰρ ἔπρεπε τῷ μεγάλῳ φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ᾧ λύει τὸ σκότος, καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀταξίαν.

Δʹ. Καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ᾽ ἀρχῆς ἀναδείξας, οὐδὲ ἡλιακὸν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ᾽ ἀσώματον, καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. Ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας, εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν, καὶ σχῆμα, καὶ μέγεθος περιθεὶς, ἵνα θαυματουργήσῃ τι μεῖζον, ἐνταῦθα τὸ εἶδος τῆς ὕλης προϋπεστήσατο (εἶδος γὰρ ἡλίου τὸ φῶς)· μετὰ δὲ τοῦτο τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δὴ μιουργήσας τοῦτον τὸν ἥλιον. Οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται, καὶ δεύτερον, καὶ τρίτον, καὶ τὸ ἑξῆς, ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα, λόγοις ἀῤῥήτοις τασσόμενα, καὶ οὐκ ἀθρόως ἀναδιδόμενα τῷ πάντα δυνατῷ Λόγῳ, καὶ ᾧ τὸ νοῆσαι μόνον, ἢ εἰπεῖν, ἔργον ἐστὶ παριστάμενον. Εἰ δὲ τελευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ Θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ, ὥσπερ βασιλεῖ, προϋποστῆναι τὰ βασίλεια, καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυφορούμενον.

Εἰ μὲν οὖν ἐμείναμεν, ὅπερ ἦμεν, καὶ τὴν ἐντολὴν ἐφυλάξαμεν, ἐγενόμεθα ἂν ὅπερ οὐκ ἦμεν, τῷ ξύλῳ τῆς ζωῆς προσελθόντες, μετὰ τὸ ξύλον τῆς γνώσεως. Καὶ τί γεγονότες; Ἀπαθανατισθέντες, καὶ Θεῷ πλησιάσαντες. Ἐπεὶ δὲ τῷ φθόνῳ τοῦ πονηροῦ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε, καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦτο τῷ ἡμετέρῳ πάθει πάσχει Θεὸς, γενόμενος ἄνθρωπος, καὶ πτωχεύει τῷ σὰρξ παγῆναι, ἵν᾽ ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν. Ἐντεῦθεν θάνατος, καὶ ταφὴ, καὶ ἀνάστασις. Ἐντεῦθεν ἡ καινὴ κτίσις, καὶ μεθέορτος ἑορτὴ, καὶ πάλιν ἐγὼ πανηγυριστὴς, ἐγκαινίζων τὴν ἐμαυτοῦ σωτηρίαν.

Εʹ. Τί οὖν, φησίν; Οὐχ ἡ πρώτη Κυριακὴ τὸ Ἐγκαίνιον ἦν, ἡ μετὰ τὴν ἱερὰν νύκτα καὶ δᾳδουχίαν; Ἀλλὰ τῇ σήμερον τοῦτο δίδως, ὦ φιλέορτε σὺ, καὶ πολλὰς ἐπινοῶν φαιδρότητας; Ἐκείνη τὸ σωτήριον ἦν, αὕτη δὲ τὸ τῆς σωτηρίας γενέθλιον· κἀκείνη μέν ἐστι μεθόριον τῆς ταφῆς καὶ τῆς ἀναστάσεως, αὕτη δὲ καθαρῶς τῆς δευτέρας γενέσεως· ἵν᾽, ὥσπερ ἡ πρώτη κτίσις τὴν ἀρχὴν ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ· ἀπὸ γὰρ ταύτης ἑβδόμη τὸ Σάββατον γίνεται, κατάπαυσις οὖσα τῶν ἔργων), οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρχηται, πρώτη οὖσα τῶν μετ᾽ αὐτὴν, καὶ ὀγδοὰς ἀπὸ τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα, καὶ θαυμασίας θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ, διδόναι μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, νομοθετῶν· καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι· ἐκ τῆς ἐντεῦθεν εὐπραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ μέγας Δαβὶδ τῇ αὐτῇ προσᾴδειν ἔοικε τοὺς περὶ τῆς ὀγδόης ψαλμοὺς, ὥσπερ καὶ τῇ τῶν Ἐγκαινίων ἡμέρᾳ ταύτῃ ψαλμὸν ἕτερον, οἴκου τινὰ ἐγκαινισμὸν ὀνομάζων· ὅστις ἐσμὲν ἡμεῖς, οἱ Θεοῦ ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνεσθαι.