Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν Πεντηκοστήν

Γρηγόριος ὁ Ναζιανζηνός

Το μυστήριο της Πεντηκοστής και η θεολογία περί του Αγίου Πνεύματος

Εισαγωγή στην έλευση του Αγίου Πνεύματος, ποιμαντική διάκριση απέναντι στους αμφιταλαντευόμενους πιστούς και δογματική ανάπτυξη περί της ομοουσίου φύσεως και της αϊδιότητος του Παρακλήτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Τοσαῦτα περὶ τῆς ἡμέρας προδιαλεχθέντες, ἐπὶ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν. Εʹ. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμιον! Τὰ μὲν δὴ σωματικὰ τοῦ Χριστοῦ πέρας ἔχει, μᾶλλον δὲ τὰ τῆς σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος, ἕως ἂν μηδεὶς πείθῃ με λόγος, ὅτι κάλλιον ἀπεσκευάσθαι τοῦ σώματος. Τὰ δὲ τοῦ Πνεύματος ἄρχεται.

Τίνα δὲ ἦν τὰ τοῦ Χριστοῦ; Παρθένος, γέννησις, φάτνη, σπαργάνωσις, ἄγγελοι δοξάζοντες, ποιμένες προστρέχοντες, ἀστέρος δρόμος, μάγων προσκύνησις καὶ δωροφορία, Ἡρώδου παιδοφονία, φεύγων Ἰησοῦς εἰς Αἴγυπτον, ἐπανιὼν ἐξ Αἰγύπτου, περιτεμνόμενος, βαπτιζόμενος, μαρτυρούμενος ἄνωθεν, πειραζόμενος, λιθαζόμενος δι᾽ ἡμᾶς, οἷς τύπον ἔδει δοθῆναι τῆς ὑπὲρ τοῦ λόγου κακοπαθείας, προδιδόμενος, προσηλούμενος, θαπτόμενος, ἀνιστάμενος, ἀνερχόμενος, ὧν καὶ νῦν πάσχει πολλά· παρὰ μὲν τῶν μισοχρίστων, τὰ τῆς ἀτιμίας καὶ φέρει (μακρόθυμος γάρ)· παρὰ δὲ τῶν φιλοχρίστων, τὰ τῆς ἐπιτιμίας.

Καὶ ἀναβάλλεται, ὥσπερ ἐκείνοις τὴν ὀργὴν, οὕτως ἡμῖν τὴν χρηστότητα· τοῖς μὲν ἴσως μετανοίας διδοὺς καιρὸν, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσι καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν· ὥσπερ ἄνωθεν θείας οἰκονομίας λόγος, καὶ τῶν ἀνεφίκτων αὐτοῦ κριμάτων, οἷς εὐθύνει σοφῶς τὰ ἡμέτερα. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα· καὶ τὰ ἑξῆς ὀψόμεθα ἐνδοξότερα, καὶ ὀφθείημεν. Τὰ δὲ τοῦ Πνεύματος, παρέστω μοι τὸ Πνεῦμα, καὶ διδότω λόγον, ὅσον καὶ βούλομαι· εἰ δὲ μὴ τοσοῦτον, ἀλλ᾽ ὅσος γε τῷ καιρῷ σύμμετρος. Πάντως δὲ παρέσται δεσποτικῶς, ἀλλ᾽ οὐ δουλικῶς, οὐδὲ ἀναμένον ἐπίταγμα, ὥς τινες οἴονται. Πνεῖ γὰρ ὅπου θέλει, καὶ ἐφ᾽ οὓς βούλεται, καὶ ἡνίκα, καὶ ὅσον. Οὕτως ἡμεῖς καὶ νοεῖν καὶ λέγειν ἐμπνεόμεθα περὶ τοῦ Πνεύματος.

Ϛʹ. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατάγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ Θεὸν νομίζοντες, ἔνθεοι καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, εἰ μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονομικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σαθρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις· δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπροσθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ φῶς χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· διὸ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γὰρ καιρὸς), οὕτως αὐτοῖς διαλεξόμεθα.

Ζʹ. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δουλείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετέχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι.

Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας, καὶ τῆς δεσποτείας, ἵν᾽ ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλλον, ἢ φίλαυτοι. Δότε τὴν δύναμιν τῆς θεότητος, καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμολογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον· καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν· ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολογίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ τὰ γράμματα.

Ηʹ. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως· καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον· Μήτε ὑμεῖς ἡμᾶς εὐθύνητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀναβάσεως), οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέσομεν, ἕως ἂν καὶ δι᾽ ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαρασσόμεθα.

Ταῦτα ὑμῖν, παρ᾽ οἷς τι καὶ ζωτικὸν εὑρίσκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν· ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον· οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προσλάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι.

Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυχον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι· μόνον εἰ σταίητε μεθ᾽ ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαιμεν.

Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ δύναμιν, οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν;

Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν· οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε. Θʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾽ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ, ἢ Υἱὸν Πατρὶ, ἢ Πνεῦμα Υἱῷ. Τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμπλήρωσιν τελειότητος.

Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συντέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀεικίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται)· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορηγὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλεται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀληθείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι᾽ οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ᾽ ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.

Ιʹ. Ὠδίνεις τὰς ἀντιθέσεις; ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος· ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν ὁ λόγος· ταύτας αἰδέσθητι, ἢ φοβήθητι, μετὰ πυρὸς ὁρωμένας. Σήμερον δογματίσωμεν, αὔριον τεχνολογήσωμεν· σήμερον ἑορτάσωμεν, αὔριον ἀσχημονήσωμεν. Ταῦτα μυστικῶς, ἐκεῖνα θεατρικῶς· ταῦτα ταῖς ἐκκλησίαις, ἐκεῖνα ταῖς ἀγοραῖς· ταῦτα τοῖς νήφουσιν, ἐκεῖνα τοῖς μεθύουσιν· ταῦτα σπουδαζόντων, ἐκεῖνα παιζόντων κατὰ τοῦ Πνεύματος. Ἐπεὶ δὲ ἀπεσκευασάμεθα τὸ ἀλλότριον, φέρε, καταρτίσωμεν τὸ ἡμέτερον.