ΙΖʹ. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσοποταμίταις τε καὶ τοῖς ἐμοῖς Καππαδόκαις, ἐλάλουν αἱ γλῶσσαι, καὶ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν Ἰουδαίοις (εἴ τῳ φίλον οὕτω νοεῖν), ἐκεῖσε συνειλεγμένοις, ἄξιον ἰδεῖν, τίνες ἦσαν οὗτοι, καὶ τῆς ποίας αἰχμαλωσίας. Ἡ μὲν γὰρ εἰς Αἴγυπτον καὶ Βαβυλῶνα περίγραπτός τε ἦν, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυτο. Ἡ δὲ ὑπὸ Ῥωμαίων οὔπω γεγένητο, ἔμελλε δὲ, εἴσπραξις οὖσα τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. Λείπεται δὴ τὴν ὑπ᾽ Ἀντιόχου ταύτην ὑπολαμβάνειν, οὐ πολὺ τούτων οὖσαν τῶν καιρῶν πρεσβυτέραν. Εἰ δέ τις ταύτην μὲν οὐ προσίεται τὴν ἐξήγησιν, ὡς περιεργοτέραν (οὔτε γὰρ παλαιὰν εἶναι τὴν αἰχμαλωσίαν, οὔτ᾽ ἐπὶ πολὺ τῆς οἰκουμένης χεθεῖσαν), ζητεῖ δὲ τὴν πιθανωτέραν, ἐκεῖνο ἴσως ὑπολαβεῖν ἄμεινον, ὅτι πολλάκις, καὶ ὑπὸ πλειόνων, τοῦ ἔθνους μεταναστάντος, ὡς τῷ Ἔσδρᾳ ἱστόρηται, αἱ μὲν τῶν φυλῶν ἀνεσώθησαν, αἱ δὲ ὑπελείφθησαν· ὧν εἰκὸς διασπαρεισῶν εἰς ἔθνη πλείονα, τηνικαῦτα παρεῖναί τινας, καὶ μετέχειν τοῦ θαύματος.