Ἦν οὖν ἀεὶ μεταληπτὸν, οὐ μεταληπτικόν· τελειοῦν, οὐ τελειούμενον· πληροῦν, οὐ πληρούμενον· ἁγιάζον, οὐχ ἁγιαζόμενον· θεοῦν, οὐ θεούμενον· αὐτὸ ἑαυτῷ ταυτὸν ἀεὶ, καὶ οἷς συντέτακται· ἀόρατον, ἄχρονον, ἀχώρητον, ἀναλλοίωτον, ἄποιον, ἄποσον, ἀνείδεον, ἀναφὲς, αὐτοκίνητον, ἀεικίνητον, αὐτεξούσιον, αὐτοδύναμον, παντοδύναμον (εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται)· ζωὴ, καὶ ζωοποιόν· φῶς, καὶ χορηγὸν φωτός· αὐτοαγαθὸν, καὶ πηγὴ ἀγαθότητος· Πνεῦμα εὐθὲς, ἡγεμονικὸν, κύριον, ἀποστέλλον, ἀφορίζον, ναοποιοῦν ἑαυτῷ, ὁδηγοῦν, ἐνεργοῦν ὡς βούλεται, διαιροῦν χαρίσματα· Πνεῦμα υἱοθεσίας, ἀληθείας, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, τῶν ἀπηριθμημένων· δι᾽ οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ᾽ ὧν μόνων γινώσκεται, μία σύνταξις, λατρεία μία, προσκύνησις, δύναμις, τελειότης, ἁγιασμός. Τί μοι μακρολογεῖν; Πάντα ὅσα ὁ Πατὴρ, τοῦ Υἱοῦ, πλὴν τῆς ἀγεννησίας. Πάντα ὅσα ὁ Υἱὸς, τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως. Ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, κατά γε τὸν ἐμὸν λόγον, περὶ οὐσίαν δὲ ἀφορίζεται.