Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν Πεντηκοστήν

Γρηγόριος ὁ Ναζιανζηνός

Το θαύμα της γλωσσολαλίας και η κατακλείδα της εορτής

Αντιπαραβολή της ενώσεως μέσω των γλωσσών στην Πεντηκοστή με τη διαίρεση της Βαβέλ, εξέταση της προελεύσεως των παριστάμενων Ιουδαίων και επίλογος με προτροπή σε διαρκή εορτασμό και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

ΙΕʹ. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πατρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ μαθόντων λαλούμενος· καὶ τὸ σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν, ἵν᾽ ᾖ τῶν ἀπίστων κατήγορον, καθὼς γέγραπται· Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.

Ἤκουον δέ. Μικρὸν ἐνταῦθα ἐπίσχες, καὶ διαπόρησον, πῶς διαιρήσεις τὸν λόγον. Ἔχει γάρ τι ἀμφίβολον ἡ λέξις, τῇ στιγμῇ διαιρούμενον Ἆρα γὰρ ἤκουον ταῖς ἑαυτῶν διαλέκτοις ἕκαστος, ὡς φέρε εἰπεῖν, μίαν μὲν ἐξηχεῖσθαι φωνὴν, πολλὰς δὲ ἀκούεσθαι, οὕτω κτυπουμένου τοῦ ἀέρος, καὶ, ἵν᾽ εἴπω σαφέστερον, τῆς φωνῆς φωνῶν γινομένων· ἢ τὸ μὲν, Ἤκουον, ἀναπαυστέον, τὸ δὲ, Λαλούντων ταῖς ἰδίαις φωναῖς, τῷ ἑξῆς προσθετέον, ἵν᾽ ᾖ, Λαλούντων φωναῖς, ταῖς ἰδίαις τῶν ἀκουόντων, ὅπερ γίνεται, ἀλλοτρίαις· καθὰ καὶ μᾶλλον τίθεμαι.

Ἐκείνως μὲν γὰρ τῶν ἀκουόντων ἂν εἴη μᾶλλον, ἣ τῶν λεγόντων, τὸ θαῦμα· οὕτω δὲ τῶν λεγόντων· οἳ καὶ μέθην καταγινώσκονται, δῆλον ὡς αὐτοὶ θαυματουργοῦντες περὶ τὰς φωνὰς τῷ Πνεύματι. ΙϚʹ. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολμῶσί τινες)· τῇ γὰρ τῆς φωνῆς διαστάσει συνδιαλυθὲν τὸ ὁμόγνωμον, τὴν ἐγχείρησιν ἔλυσεν· ἀξιεπαινετωτέρα δὲ ἡ νῦν θαυματουργουμένη. Ἀπὸ γὰρ ἑνὸς Πνεύματος εἰς πολλοὺς χυθεῖσα, εἰς μίαν ἁρμονίαν πάλιν συνάγεται. Καὶ ἔστι διαφορὰ χαρισμάτων, ἄλλου δεομένη χαρίσματος, πρὸς διάκρισιν τοῦ βελτίονος· ἐπειδὴ πᾶσαι τὸ ἐπαινετὸν ἔχουσι. Καλὴ δ᾽ ἂν κἀκείνη λέγοιτο περὶ ἧς Δαβὶδ λέγει· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Διατί; Ὅτι ἠγάπησαν πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν· μόνον οὐχὶ φανερῶς τὰς ἐνταῦθα γλώσσας καταιτιώμενος, αἳ θεότητα τέμνουσιν. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον.

ΙΖʹ. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσοποταμίταις τε καὶ τοῖς ἐμοῖς Καππαδόκαις, ἐλάλουν αἱ γλῶσσαι, καὶ τοῖς ἐκ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν Ἰουδαίοις (εἴ τῳ φίλον οὕτω νοεῖν), ἐκεῖσε συνειλεγμένοις, ἄξιον ἰδεῖν, τίνες ἦσαν οὗτοι, καὶ τῆς ποίας αἰχμαλωσίας. Ἡ μὲν γὰρ εἰς Αἴγυπτον καὶ Βαβυλῶνα περίγραπτός τε ἦν, καὶ πάλαι τῇ ἐπανόδῳ λέλυτο. Ἡ δὲ ὑπὸ Ῥωμαίων οὔπω γεγένητο, ἔμελλε δὲ, εἴσπραξις οὖσα τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. Λείπεται δὴ τὴν ὑπ᾽ Ἀντιόχου ταύτην ὑπολαμβάνειν, οὐ πολὺ τούτων οὖσαν τῶν καιρῶν πρεσβυτέραν. Εἰ δέ τις ταύτην μὲν οὐ προσίεται τὴν ἐξήγησιν, ὡς περιεργοτέραν (οὔτε γὰρ παλαιὰν εἶναι τὴν αἰχμαλωσίαν, οὔτ᾽ ἐπὶ πολὺ τῆς οἰκουμένης χεθεῖσαν), ζητεῖ δὲ τὴν πιθανωτέραν, ἐκεῖνο ἴσως ὑπολαβεῖν ἄμεινον, ὅτι πολλάκις, καὶ ὑπὸ πλειόνων, τοῦ ἔθνους μεταναστάντος, ὡς τῷ Ἔσδρᾳ ἱστόρηται, αἱ μὲν τῶν φυλῶν ἀνεσώθησαν, αἱ δὲ ὑπελείφθησαν· ὧν εἰκὸς διασπαρεισῶν εἰς ἔθνη πλείονα, τηνικαῦτα παρεῖναί τινας, καὶ μετέχειν τοῦ θαύματος.

ΙΗʹ. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν, ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχώς. Ἡμῖν δὲ τὸν μὲν σύλλογον ἤδη διαλυτέον (ἱκανὸς γὰρ ὁ λόγος), τὴν δὲ πανήγυριν οὐδέποτε. Ἀλλ᾽ ἑορταστέον, νῦν μὲν καὶ σωματικῶς, μικρὸν δὲ ὕστερον ὅλον πνευματικῶς· ἔνθα καὶ τοὺς λόγους τούτων εἰσόμεθα καθαρώτερον καὶ σαφέστερον, ἐν αὐτῷ τῷ Λόγῳ, καὶ Θεῷ, καὶ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῇ ἀληθινῇ τῶν σωζομένων ἑορτῇ, καὶ ἀγαλλιάσει· μεθ᾽ οὗ ἡ δόξα καὶ τὸ σέβας τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.