Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν τῶν Αἰγυπτίων ἄφιξιν

Γρηγόριος ὁ Ναζιανζηνός

Η πνευματική ενότητα και η ανταλλαγή υλικής και πνευματικής τροφής

Προβάλλεται η συγγένεια που πηγάζει από την κοινή πίστη στην Τριάδα και τονίζεται η προθυμία του ποιμένα να ανταποδώσει την υλική σιτοδοσία του αιγυπτιακού στόλου με την προσφορά πνευματικής διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Ϛʹ. Διὰ ταῦτά σε περιπτύσσομαι καὶ ἀσπάζομαι, λαῶν ἄριστε, καὶ φιλοχριστότατε, καὶ θερμότατε τὴν εὐσέβειαν, καὶ τῶν ἀγόντων ἄξιε· οὐ γὰρ ἔχω τι τούτου μεῖζον εἰπεῖν, οὐδὲ ᾧ μᾶλλον ἂν ὑμᾶς ξενίσαιμι· καὶ δεξιοῦμαι, ὀλίγα μὲν γλώσσῃ, τὰ πολλὰ δὲ διανοίας κινήμασι. Λαὸς ἐμός· ἐμὸν γὰρ ὀνομάζω, τὸν ὁμόφρονα καὶ ὁμόδοξον, καὶ παρὰ τῶν αὐτῶν Πατέρων, καὶ τῆς αὐτῆς Τριάδος προσκυνητήν. Λαὸς ἐμός· ἐμὸς γὰρ, κἂν μὴ δοκῇ τοῖς βασκαίνουσι· καὶ, ἵνα πληγῶσι μᾶλλον οἱ τοῦτο πάσχοντες, ἰδοὺ δίδωμι δεξιὰς κοινωνίας ἐπὶ τοσούτων μαρτύρων, ὁρατῶν τε καὶ ἀοράτων· καὶ ἀπωθοῦμαι παλαιὰν διαβολὴν νέᾳ χρηστότητι. Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ τὸν μέγιστον ὁ μικρότατος σφετερίζομαι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· ὁμοτίμους ποιεῖ τοὺς ὁμόφρονας.

Λαὸς ἐμός· ἐμὸς γὰρ, εἰ καὶ πόῤῥωθεν· ὅτι θεϊκῶς συναπτόμεθα, καὶ τρόπον ἄλλον, ἢ ὃν αἱ παχύτητες. Τὰ μὲν γὰρ σώματα τόπῳ συνάπτεται, ψυχαὶ δὲ Πνεύματι συναρμόζονται. Λαὸς ἐμὸς, ὁ πρότερον μὲν φιλοσοφῶν τὸ πάσχειν ὑπὲρ Χριστοῦ, νῦν δὲ τὸ μὴ ποιεῖν, ἐὰν ἐμοὶ πείθησθε, ἀλλ᾽ αὔταρκες κέρδος τίθεσθαι τὴν τοῦ ποιεῖν ἐξουσίαν, καὶ ἡγεῖσθαι Χριστῷ λατρείαν εἰσφέρειν, ὥσπερ τότε τὴν καρτερίαν, οὕτως ἐν τῷ παρόντι τὴν ἐπιείκειαν.

Λαὸς, ἐφ᾽ ὃν παρατέτακται ὁ Κύριος τοῦ εὖ ποιῆσαι, ὥσπερ τοῦ κακοποιῆσαι τοὺς ἐναντίους. Λαὸς, ὃν ἐξελέξατο ἑαυτῷ Κύριος ἐκ πάντων ὧν προσεκαλέσατο. Λαὸς, ὁ ἐπὶ τῶν χειρῶν Κυρίου ἐζωγραφημένος, ᾧ, Σὺ γὰρ εἶ θέλημα ἐμὸν, λέγει Κύριος· καὶ, Αἱ πύλαι σου γλύμμα· καὶ ὅσα τοῖς σωζομένοις ὕστερον.

Λαὸς, καὶ μή με θαυμάσητε τῆς ἀπληστίας, εἰ πολλάκις ὑμᾶς ἀναστρέφω· κατατρυφῶ γὰρ ὑμῶν τῇ συνεχείᾳ τῆς κλήσεως, ὥσπερ οἱ θεαμάτων τινῶν, ἢ ἀκουσμάτων ἀπλήστως ἐμφορούμενοι. Ζʹ. Ἀλλ᾽, ὦ Θεοῦ λαὸς, καὶ ἡμέτερος, καλὴ μὲν ὑμῶν καὶ ἡ πρώην πανήγυρις, ἣν ἐπὶ τῆς θαλάσσης ἐστήσασθε, καὶ εἴπερ ἄλλη τις ὀφθαλμῶν χάρις, ἡνίκα εἶδον δενδρουμένην τὴν θάλασσαν, καὶ χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν, καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦμα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυφοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγαλοπρεπεστέρα.

Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμετρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠνέσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ᾽ ὅσον εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος, τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέψαντες, ἥκετε καὶ αὐτοὶ παρ᾽ ἡμῶν τραφησόμενοι.

Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμήσατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζεσθαι, καὶ τὸ καθ᾽ ἕκαστον σαθρὸν οἴεσθαι διορθοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοινίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συνιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεότητα.