Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν χειροτονίαν Εὐλαλίου ἐπισκόπου Δοαρηνῶν

Γρηγόριος ὁ Ναζιανζηνός

Προτροπές προς τον νέο επίσκοπο και κατακλείδα

Ο νέος ποιμένας καλείται να αναλάβει το ποίμνιό του με θάρρος, να διδάσκει με ακρίβεια το ορθόδοξο τριαδικό δόγμα και να αντιμετωπίζει πνευματικά τους επερχόμενους πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Δʹ. Νῦν δὲ, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, δεῦρό μοι καὶ τὸν σὸν ἀπολάμβανε λαὸν σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν, ὃν ἐνεχείρισέ σοι τὸ Πνεῦμα τὸ ἅγιον, ὃν προσάγουσιν ἄγγελοι, ὃν ὁ βίος καὶ ὁ τρόπος ἐπίστευσεν.

Εἰ δὲ διὰ πειρασμῶν καὶ κωλυμάτων τὸν θρόνον κληρονομεῖς, μὴ θαυμάσῃς· οὐδὲν τῶν μεγάλων ἀδόκιμον, οὐδὲν ἀβασάνιστον. Ἕπεται γὰρ φύσει τοῖς μὲν ταπεινοῖς τὸ ῥᾴδιον, τοῖς δὲ ὑψηλοῖς τὸ δύσκτητον. Ἤκουσας τοῦ εἰπόντος, Ὅτι δεῖ ἡμᾶς διὰ πολλῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· εἰπὲ καὶ αὐτός· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ὢ τοῦ θαύματος! Τὸ ἑσπέρας· ηὐλίσθη κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Ἔα ληρεῖν τοὺς πολεμοῦντας καὶ περιχάσκειν, ὡς κύνας ὑλακτοῦντας διακενῆς· ἡμεῖς δὲ μὴ πολεμώμεθα. Δίδασκε προσκυνεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱὸν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τρισὶν ὑποστάσεσιν, ἐν μιᾷ δόξῃ τε καὶ λαμπρότητι. Τὸ ἀπολωλὸς ἐκζήτει· τὸ ἀσθενὲς ἐνίσχυε· τὸ ἰσχυρὸν φύλασσε. Τοσαύτην ἀπαιτοῦμέν σε τὴν ἐν τοῖς πνευματικοῖς εὐδοκίμησιν, ὅσην ἐπὶ τῶν κοσμικῶν συνέγνωμεν. Τὴν μὲν οὖν τελεωτέραν ὅπλισιν δέχοιο παρὰ τῶν μειζόνων στρατηγῶν, δι᾽ ἧς δυνήσῃ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ παραστῆσαι τῷ Κυρίῳ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.