Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν χειροτονίαν Εὐλαλίου ἐπισκόπου Δοαρηνῶν

Γρηγόριος ὁ Ναζιανζηνός

Βιβλικά πρότυπα θείας προστασίας και ειρηνικές προθέσεις

Μέσα από παραδείγματα της Παλαιάς Διαθήκης εξαίρεται η θαυματουργική προστασία του Θεού και τονίζεται ότι η παρουσία των Ορθοδόξων σκοπεί στην ειρήνη και την οικοδομή της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Βʹ. Οὗτος ἔτεμε θάλασσαν· οὗτος ἔτρεψεν ἐν ἐρήμῳ λαὸν φυγάδα, ξένον ὑετὸν χαρισάμενος· οὗτος πέτραν ἐπήγασεν· οὗτος κατεπολέμησε τὸν Ἀμαλὴκ, χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι. Τοῦτο γὰρ ἴσχυσαν ἱερέως χεῖρες ἐπὶ τοῦ ὄρους αἰρόμεναι, καὶ εἰς εὐχὴν τυπούμεναι, ὃ πολλαὶ μυριάδες οὐκ ἴσχυσαν. Οὗτος τείχη κατέσεισεν ἀμάχως καὶ ἀπολέμως· καὶ, ἵνα τὰ τελευταῖα λέγω, οὗτος κατήνεγκε τὸν Γολιὰθ κατὰ τοῦ μεγάλου Δαβὶδ τολμήσαντα, τὸν ἐπηρμένον, καὶ ἀλαζόνα, καὶ ἀπόγονον τῶν γιγάντων. Διὰ ταῦτα οὖν ὁμοθυμαδὸν λέγωμεν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν· καὶ, Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἄλλα τε ὅσα ψυχὴ περιχαρὴς ἐπὶ Θεοῦ μεγαλοδωρεᾷ φθέγγεται. Οὐκ ἤλθομεν βάλλειν μάχαιραν, ἀλλ᾽ εἰρήνην. Οὐκ ἤλθομεν ἐπ᾽ ἀτιμίᾳ τοῦ μεγάλου ποιμένος, τοῦ τῆς λαμπρᾶς προκαθεζομένου πόλεως· τίμιον ἴσμεν, κεφαλὴν γινώσκομεν, ἅγιον καλοῦμεν, καὶ ἀδικούμενοι· μόνον ἔστω φιλότεκνος, καὶ πάσης προνοῶν Ἐκκλησίας. Προσθήκην ἱερέων ἐπραγματευσάμεθα, οὐχ ὑφαίρεσιν· αἱρετικῶν ἀνατροπὴν, οὐκ ὀρθοδόξων ἐλάττωσιν.