Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Ναζιανζηνός

Ο πασχαλινός αμνός και οι πνευματικοί του συμβολισμοί

Τυπολογική ερμηνεία των ιδιωμάτων του προβάτου, του χρόνου και τρόπου της θυσίας, της ιερής νύχτας και της πνευματικής βρώσης του αμνού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 11

ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γραπτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σοφίας βάθος μὴ ἀγνοῇς, καὶ τὸν πλοῦτον τῶν ἀνεξιχνιάστων αὐτοῦ κριμάτων, οὐδὲ ταύτας παντελῶς ἀνιέρους ἀφῆκεν, οὐδὲ ἀσυντελεῖς, οὐδὲ μέχρι ψιλοῦ προϊούσας τοῦ αἵματος· ἀλλὰ τὸ μέγα καὶ ἄθυτον ἱερεῖον, ἵν᾽ οὕτως εἴπω, ὅσον ἐπὶ τῇ πρώτῃ φύσει, ταῖς νομικαῖς θυσίαις ἐγκαταμέμικται, καὶ οὐ μικροῦ μέρους τῆς οἰκουμένης, οὐδὲ πρὸς ὀλίγον, ἀλλὰ παντὸς τοῦ κόσμου καὶ διαιωνίζον καθάρσιον.

Διὰ τοῦτο λαμβάνεται πρόβατον μὲν, διὰ τὴν ἀκακίαν, καὶ τὸ ἔνδυμα τῆς ἀρχαίας γυμνώσεως. Τοιοῦτον γὰρ τὸ ὑπὲρ ἡμῶν σφάγιον, ἔνδυμα ἀφθαρσίας, καὶ ὂν, καὶ καλούμενον. Τέλειον δὲ, οὐ διὰ τὴν θεότητα μόνον, ἧς οὐδὲν τελεώτερον, ἀλλὰ καὶ διὰ τὴν πρόσληψιν τὴν χρισθεῖσαν θεότητι, καὶ γενομένην ὅπερ τὸ χρῖσαν, καὶ θαῤῥῶ λέγειν, ὁμόθεον. Ἄῤῥεν δὲ, ὡς ὑπὲρ τοῦ Ἀδὰμ προσαγόμενον, μᾶλλον δὲ τοῦ στεῤῥοῦ τὸ στεῤῥότερον, τοῦ πρώτου πεσόντος ὑπὸ τὴν ἁμαρτίαν, καὶ ὅτι μάλιστα μηδὲν θῆλυ, μηδὲ ἄνανδρον ἐν ἑαυτῷ φέρον· ἀλλὰ καὶ ἐκραγὲν βίᾳ δεσμῶν παρθενικῶν τε καὶ μητρικῶν, κατὰ πολλὴν ἐξουσίαν, καὶ τεχθὲν ἄρσεν ἐκ τῆς προφήτιδος, ὡς Ἡσαΐας εὐαγγελίζεται.

Ἐνιαύσιον δὲ, ὡς ἥλιον δικαιοσύνης, ἢ ἐκεῖθεν ὁρμώμενον, ἢ τῷ ὁρωμένῳ περίγραπτον, καὶ εἰς ἑαυτὸν ἐπιστρέφοντα· στέφανόν τε χρηστότητος εὐλογούμενον, καὶ πανταχόθεν ἴσον ἑαυτῷ καὶ ὅμοιον· οὐ μόνον δὲ, ἀλλὰ καὶ ὡς ζωογονοῦν τὸν τῶν ἀρετῶν κύκλον, ἠπίως ἐπιμιγνυμένων καὶ κιρναμένων ἀλλήλαις, νόμῳ φιλίας καὶ τάξεως. Ἄμωμον δὲ καὶ ἀκίβδηλον, ὡς θεραπευτικὸν μώμων, καὶ τῶν ἀπὸ κακίας ἐλαττωμάτων καὶ μολυσμάτων.

Εἰ γὰρ καὶ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, καὶ τὰς νόσους ἐβάστασεν, ἀλλ᾽ οὐκ αὐτός τι πέπονθε τῶν θεραπείας ἀξίων. Ἐπειράσθη μὲν γὰρ κατὰ πάντα, καθ᾽ ὁμοιότητα τὴν ἡμετέραν, χωρὶς ἁμαρτίας δέ. Ὁ γὰρ διώξας τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς, οὐ κατέλαβεν.

ΙΔʹ. Τί ἔτι; Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν· εἴτε τις τοῦτο παρ᾽ Ἑβραίοις ὢν ἀπ᾽ ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ παρὰ τοῦ μυστηρίου τὸ εἶναι πρῶτος λαβών. Τῇ δεκάτῃ δὲ τοῦ μηνός· οὗτος γὰρ ἀριθμῶν πληρέστατος, ἐκ μονάδων πρώτη μονὰς τελεία, καὶ γεννητικὴ τελειότητος.

Διατηρεῖται δὲ εἰς πέμπτην ἡμέραν, ἴσως ὅτι καθαρτικὸν αἰσθήσεων τὸ ἐμὸν θῦμα, ἐξ ὧν τὸ πταίειν, καὶ περὶ ἃς ὁ πόλεμος, εἰσδεχομένας τὸ κέντρον τῆς ἁμαρτίας. Ἐκλέγεται δὲ, οὐκ ἀπὸ τῶν ἀρνῶν μόνον, ἀλλὰ καὶ τοῦ χείρονος εἴδους, καὶ τῆς ἀριστερᾶς χειρὸς τῶν ἐρίφων, ὅτι μὴ ὑπὲρ τῶν δικαίων μόνον, ἀλλὰ καὶ τῶν ἁμαρτωλῶν σφαγιάζεται· τάχα δὲ ὑπὲρ τούτων καὶ πλέον, ὅσῳ καὶ μείζονος χρῄζομεν τῆς φιλανθρωπίας. Θαυμαστὸν δὲ οὐδὲν, εἰ μάλιστα μὲν κατ᾽ οἶκον ἕκαστον ἐπιζητεῖται τὸ πρόβατον, εἰ δὲ μὴ, καὶ κατ᾽ οἴκους πατριῶν, διὰ πενίαν ἐρανιζόμενον· ἐπειδὴ κράτιστον, μάλιστα μὲν αὐτὸν ἕκαστον ἀρκεῖν ἑαυτῷ πρὸς τελείωσιν, καὶ θυσίαν ζῶσαν, ἁγίαν προσάγειν τῷ καλοῦντι Θεῷ, πάντοτε καὶ διὰ πάντων καθιερούμενον· εἰ δὲ μὴ, καὶ συνεργοῖς εἰς τοῦτο κεχρῆσθαι, τοῖς κατ᾽ ἀρετὴν ὁμογενέσι καὶ ὁμοτρόποις. Τοῦτο γάρ μοι δοκεῖ βούλεσθαι, τὸ κοινωνεῖν τοῖς ἔγγιστα τοῦ θύματος, εἰ δεήσειεν.

ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ᾽ ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα, καὶ τάξιν, καὶ εἶδος ἔρχεται, καὶ κόσμον ἡ πρὶν ἀκοσμία λαμβάνει. Ἐντεῦθεν Αἴγυπτον φεύγομεν, τὴν σκυθρωπὴν καὶ διώκτριαν ἁμαρτίαν, καὶ Φαραὼ τὸν ἀόρατον τύραννον, καὶ τοὺς πικροὺς ἐργοδότας, πρὸς τὸν ἄνω μετασκευαζόμενοι κόσμον· καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἐλευθερούμεθα, τῆς τε τοῦ ἀχύρου καὶ σφαλερᾶς τοῦ σαρκίου τοῦδε συστάσεως, καὶ μηδ᾽ ὅσον ἀχυρώδεσι λογισμοῖς ἐπὶ τῶν πολλῶν κρατουμένης. Ἐντεῦθεν ὁ ἀμνὸς σφαγιάζεται, καὶ σφραγίζονται τῷ τιμίῳ αἵματι πρᾶξις καὶ λόγος, εἴτουν ἕξις καὶ ἐνέργεια, αἱ τῶν ἡμετέρων θυρῶν παραστάτιδες, λέγω δὴ τῶν τοῦ νοῦ κινημάτων τε καὶ δογμάτων, καλῶς ἀνοιγομένων καὶ κλειομένων ἐκ θεωρίας, ἐπειδὴ μέτρον ἐστί τι καὶ καταλήψεων. Ἐντεῦθεν ἡ τελευταία καὶ βαρυτάτη τοῖς διώκταις πληγὴ, καὶ νυκτὸς ὄντως ἀξία· καὶ θρηνεῖ τὰ πρωτότοκα τῶν οἰκείων λογισμῶν καὶ πράξεων Αἴγυπτος (ὃ καὶ σπέρμα Χαλδαϊκὸν ἐξαιρόμενον τῇ Γραφῇ καλεῖται, καὶ νήπια Βαβυλώνια τῇ πέτρᾳ προσκροτούμενα καὶ λυόμενα), καὶ βοῆς πάντα μεστὰ καὶ κραυγῆς Αἰγυπτίοις· καὶ ἡμῶν ἀποχωρήσει τηνικαῦτα ὁ ἐκείνων ὀλοθρευτὴς, αἰδοῖ καὶ φόβῳ τοῦ χρίσματος.

Ἐντεῦθεν ἄρσις τῆς ζύμης ἑπταήμερος (οὗτος γὰρ μυστικώτατος ἀριθμῶν, καὶ τῷ κόσμῳ τούτῳ σύστοιχος, τῆς παλαιᾶς καὶ ὀξώδους κακίας (οὐ γὰρ τῆς ἀρτοποιοῦ τε καὶ ζωτικῆς)· ἵνα μηδὲν Αἰγύπτιον ἐπισιτιζώμεθα φύραμα, καὶ λείψανον Φαρισαϊκῆς καὶ ἀθέου διδασκαλίας.

ΙϚʹ. Καὶ οἱ μὲν θρηνείτωσαν· ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται· τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος· ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυστηρίου τοῖς μαθηταῖς ἐν ἑσπέρᾳ, λύων τὸν σκότον τῆς ἁμαρτίας. Οὐχ ἑψόμενος δὲ, ἀλλ᾽ ὀπτώμενος· ὡς ἂν μηδὲν ἀθεώρητον, μηδ᾽ ὑδαρὲς ὁ λόγος ἡμῖν ἂν ἔχῃ, μηδ᾽ εὐδιάλυτον, ἀλλ᾽ ὅλος συνεστὼς ᾖ, καὶ στεῤῥὸς, καὶ τῷ καθαρτικῷ πυρὶ δεδοκιμασμένος, καὶ παντὸς ὑλώδους ἐλεύθερος, καὶ ἀπέριττος, καὶ τοῖς καλοῖς ἄνθραξι βοηθώμεθα, τὸ διανοητικὸν ἡμῶν ἀνάπτουσι καὶ καθαίρουσι, παρὰ τοῦ πῦρ ἐλθόντος βαλεῖν ἐπὶ τῆς γῆς, τὸ τῶν μοχθηρῶν ἕξεων ἀναλωτικὸν, καὶ τὴν ἄναψιν ἐπισπεύδοντος. Ὅσον μὲν οὖν σαρκῶδες τοῦ λόγου καὶ τρόφιμον, μετὰ τῶν ἐντοσθίων καὶ τῶν κρυφίων τοῦ νοῦ βρωθήσεται καὶ ἀναλωθήσεται, καὶ εἰς πέψιν πνευματικὴν ἀναδοθήσεται, ἄχρι κεφαλῆς καὶ ποδῶν, τῶν τε πρώτων περὶ θεότητος θεωρημάτων, καὶ τῶν τελευταίων τῆς σαρκώσεως φροντισμάτων.

Οὐκ ἐξοίσομεν δὲ οὐδὲν, οὐδὲ εἰς τὸ πρωὶ καταλείψομεν· ὅτι μηδὲ ἐκφορὰ τοῖς ἔξω τὰ πολλὰ τῶν ἡμετέρων μυστηρίων, μηδὲ ὑπὲρ τὴν νύκτα ταύτην ἔστι τις κάθαρσις, καὶ τὸ τῆς ἀναβολῆς οὐκ ἐπαινετὸν τοῖς τοῦ Λόγου μεταλαμβάνουσιν.

Ὥσπερ γὰρ τὴν ὀργὴν μὴ διημερεύειν, ἀλλὰ προκαταλύειν ἡλίου καλὸν, καὶ τῷ Θεῷ φίλον, χρονικῶς τε καὶ ἀναγωγικῶς (ἐπιδύεσθαι γὰρ ὀργιζομένοις ἡμῖν οὐκ ἀσφαλὲς τὸν τῆς δικαιοσύνης ἥλιον)· οὕτω τὴν τοιαύτην βρῶσιν μὴ διανυκτερεύειν, μηδὲ εἰς τὴν ἑξῆς ἀποτίθεσθαι. Ὅσον δὲ ὀστῶδες καὶ ἄβρωτον, καὶ ἡμῖν δυσθεώρητον, οὐδὲ συντριβήσεται, κακῶς διαιρούμενον καὶ νοούμενον (ἐῶ γὰρ λέγειν, ὅτι μηδὲ, κατὰ τὴν ἱστορίαν, τοῦ Ἰησοῦ συνετρίβη, καί τοί γε τοῦ θανάτου τοῖς σταυρωταῖς ἐπισπευδομένου, διὰ τὸ Σάββατον)· οὐδὲ ἀποῤῥιφήσεται καὶ περισυρήσεται· ἵνα μὴ δοθῇ τὰ ἅγια τοῖς κυσὶ καὶ κακοῖς τοῦ Λόγου σπαράκταις, ὥσπερ οὐδὲ τοῖς χοίροις τὸ λαμπρὸν τοῦ Λόγου καὶ μαργαρῶδες· ἀλλὰ πυρὶ καταναλωθήσεται, τῷ καὶ τὰ ὁλοκαυτώματα, τὰ πάντα ἐρευνῶντι καὶ εἰδότι Πνεύματι λεπτυνόμενα καὶ σωζόμενα, οὐκ ἀπολλύμενα καθ᾽ ὑδάτων, οὐδὲ σπειρόμενα· ὥσπερ ἡ κεφαλὴ τοῦ μόσχου παρὰ Μωϋσέως, ἡ σχεδιασθεῖσα τῷ Ἰσραὴλ, εἰς ὀνειδισμὸν τῆς σκληρότητος.