Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Ναζιανζηνός

Το μυστήριο της απολυτρώσεως

Θεολογική διερεύνηση της θυσίας του Χριστού, της κατάργησης του θανάτου και προτροπή για μετάβαση στην τέλεια πνευματική θυσία της Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 11

Τοιαύτην ἑορτὴν ἑορτάζεις σήμερον· τοιοῦτον ἑστιᾷ τὸ ἐπὶ σοὶ τοῦ γεννηθέντος γενέθλιον, καὶ τοῦ παθόντος ἐπιτάφιον· τοιοῦτόν σοι τὸ τοῦ Πάσχα μυστήριον. Ταῦτα ὁ νόμος ὑπέγραψε· ταῦτα Χριστὸς ἐτελείωσεν, ὁ τοῦ γράμματος καταλυτὴς, ὁ τελειωτὴς τοῦ Πνεύματος, ὃς οἷς ἔπαθε, τὸ πάσχειν διδάσκων, οἷς ἐδοξάσθη, τὸ συνδοξασθῆναι χαρίζεται.

ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐχέθη, τὸ μέγα καὶ περιβόητον τοῦ Θεοῦ, καὶ ἀρχιερέως, καὶ θύματος; Κατειχόμεθα μὲν γὰρ ὑπὸ τοῦ πονηροῦ, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ ἀντιλαβόντες τῆς κακίας τὴν ἡδονήν. Εἰ δὲ τὸ λύτρον οὐκ ἄλλου τινὸς, ἢ τοῦ κατέχοντος γίνεται, ζητῶ τίνι τοῦτο εἰσηνέχθη, καὶ δι᾽ ἥντινα τὴν αἰτίαν; Εἰ μὲν τῷ πονηρῷ, φεῦ τῆς ὕβρεως· εἰ μὴ παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τὸν Θεὸν αὐτὸν λύτρον ὁ λῃστὴς λαμβάνει, καὶ μισθὸν οὕτως ὑπερφυῆ τῆς ἑαυτοῦ τυραννίδος, δι᾽ ὃν καὶ ἡμῶν φείδεσθαι δίκαιον ἦν· εἰ δὲ τῷ Πατρὶ, πρῶτον μὲν πῶς; Οὐχ ὑπ᾽ ἐκείνου γὰρ ἐκρατούμεθα. Δεύτερον δὲ, τίς ὁ λόγος, Μονογενοῦς αἷμα τέρπειν Πατέρα, ὃς οὐδὲ τὸν Ἰσαὰκ ἐδέξατο παρὰ τοῦ πατρὸς προσφερόμενον, ἀλλ᾽ ἀντηλλάξατο τὴν θυσίαν, κριὸν ἀντιδοὺς τοῦ λογικοῦ θύματος; Ἢ δῆλον, ὅτι λαμβάνει μὲν ὁ Πατὴρ, οὐκ αἰτήσας, οὐδὲ δεηθεὶς, ἀλλὰ διὰ τὴν οἰκονομίαν, καὶ τὸ χρῆναι ἁγιασθῆναι τῷ ἀνθρωπίνῳ τοῦ Θεοῦ τὸν ἄνθρωπον· ἵν᾽ αὐτὸς ἡμᾶς ἐξέληται, τοῦ τυράννου βίᾳ κρατήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ Υἱοῦ μεσιτεύσαντος, καὶ εἰς τιμὴν τοῦ Πατρὸς τοῦτο οἰκονομήσαντος, ᾧ τὰ πάντα παραχωρῶν φαίνεται. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα, καὶ τὰ πλείω σιγῇ σεβέσθω.

Ὁ δὲ χαλκοῦς ὄφις κρεμᾶτοι μὲν κατὰ τῶν δακνόντων ὄφεων, οὐχ ὡς τύπος δὲ τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ᾽ ὡς ἀντίτυπος· καὶ σώζει τοὺς εἰς αὐτὸν ὁρῶντας, οὐχ ὅτι ζῇ πιστευόμενος, ἀλλ᾽ ὅτι νενέκρωται, καὶ συννεκροῖ τὰς ὑπ᾽ αὐτὸν δυνάμεις, καταλυθεὶς, ὥσπερ ἦν ἄξιος. Καὶ τίς ὁ πρέπων αὐτῷ παρ᾽ ἡμῶν ἐπιτάφιος; Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Τῷ σταυρῷ βέβλησαι, τῷ ζωοποιῷ τεθανάτωσαι. Ἄπνους, νεκρὸς, ἀκίνητος, ἀνενέργητος, καὶ, εἰ τὸ σχῆμα σώζεις ὄφεως, ἐν ὕψει στηλιτευόμενος.

ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος)· μικρὸν δὲ ὕστερον, τελεώτερον καὶ καθαρώτερον, ἡνίκα ἂν αὐτὸ πίνῃ καινὸν μεθ᾽ ἡμῶν ὁ Λόγος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς, ἀποκαλύπτων καὶ διδάσκων, ἃ νῦν μετρίως παρέδειξε.

Καινὸν γάρ ἐστιν ἀεὶ τὸ νῦν γνωριζόμενον. Τίς δὲ ἡ πόσις καὶ ἡ ἀπόλαυσις, ἡμῶν μὲν τὸ μαθεῖν, ἐκείνου δὲ τὸ διδάξαι, καὶ κοινώσασθαι τοῖς ἑαυτοῦ μαθηταῖς τὸν λόγον. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις, καὶ τοῦ τρέφοντος. Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τοῦ νόμου μεταλάβωμεν εὐαγγελικῶς, ἀλλὰ μὴ γραπτῶς· τελείως, ἀλλὰ μὴ ἀτελῶς· ἀϊδίως, ἀλλὰ μὴ προσκαίρως, Ποιησώμεθα κεφαλὴν, μὴ τὴν κάτω Ἱερουσαλὴμ, ἀλλὰ τὴν ἄνω μητρόπολιν· μὴ τὴν ὑπὸ στρατοπέδων νῦν πατουμένην, ἀλλὰ τὴν ὑπ᾽ ἀγγέλων δοξαζομένην. Θύσωμεν, μὴ μόσχους νέους, μηδὲ ἀμνοὺς κέρατα ἐκφέροντας καὶ ὁπλὰς, παρ᾽ οἷς πολὺ τὸ νεκρὸν καὶ ἀναίσθητον· ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως, ἐπὶ τὸ ἄνω θυσιαστήριον, μετὰ τῆς ἄνω χοροστασίας.

Διάσχωμεν τὸ πρῶτον καταπέτασμα, τῷ δευτέρῳ προσέλθωμεν, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν. Εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ· μᾶλλον δὲ, θύωμεν καθ᾽ ἑκάστην ἡμέραν καὶ πᾶσαν κίνησιν. Πάντα ὑπὲρ τοῦ Λόγου δεχώμεθα, πάθεσι τὸ πάθος μιμώμεθα, αἵματι τὸ αἷμα σεμνύνωμεν, ἐπὶ τὸν σταυρὸν ἀνίωμεν πρόθυμοι. Γλυκεῖς οἱ ἧλοι, καὶ εἰ λίαν ὀδυνηροί. Τὸ γὰρ μετὰ Χριστοῦ πάσχειν, καὶ ὑπὲρ Χριστοῦ, τοῦ μετ᾽ ἄλλων τρυφᾷν αἱρετώτερον.