Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον πάσχα

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεία φύση και το τριαδικό δόγμα

Θεολογική ανάλυση της άναρχης και ακατάληπτης φύσεως του Θεού, της διαφοράς κτιστού χρόνου και άκτιστης αιωνιότητας, καθώς και παρουσίαση της ορθόδοξης τριαδικής θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 11

Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ᾽ ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν, καὶ χρόνου, καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τούτῳ λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ᾽ αὐτὸν, ἀλλ᾽ ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι φεῦγον, καὶ πρὶν νοηθῆναι διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν, ἀστραπῆς τάχος οὐχ ἱσταμένης· ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον)· τῷ δὲ ἀλήπτῳ, θαυμάζηται· θαυμαζόμενον δὲ, ποθῆται πλέον· ποθούμενον δὲ, καθαίρῃ· καθαῖρον δὲ, θεοειδεῖς ἐργάζηται· τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλῇ (τολμᾷ τι νεανικὸν ὁ λόγος)· Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος· καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους.

Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὂν ἁπλῆς ἐστι φύσεως, ἐπιζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ, ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, τὸ εἶναι μόνον συνθέτοις.

Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὸν κάτω, καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ᾽ ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα.

Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ᾽ οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἣ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἁμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἂ καὶ τοῖς σεραφὶμ συγκαταλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὅπερ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.