Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρήματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως οὐκ ἐπ᾽ ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ᾽ αὐτὸς εἶ τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ᾽ ὁμολογούμενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ᾽ οὐκ ἀμφίβολον· καὶ τοῦ βάθους ἡ χάρις ἅπτεται, ἀλλ᾽ οὐ τὸ σῶμα ἐπιτάφια λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμενα, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλκοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτηρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θάνατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βαπτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμφότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.