Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον βάπτισμα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αναγκαιότητα του άμεσου βαπτίσματος και η προστασία από τον θάνατο

Προτροπή για ταχεία προσέλευση στο ιερό λουτρό άνευ αναβολών, τονίζοντας τον κίνδυνο του αιφνίδιου θανάτου και την προστατευτική δύναμη της σφραγίδας του βαπτίσματος έναντι της δαιμονικής απάτης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 8

Τοιαῦτα τὸ λουτρὸν τοῖς ᾐσθημένοις αὐτοῦ χαρίζεται· τοιαύτην προτείνει τοῖς καλῶς πεινῶσι τὴν πανδαισίαν. ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν· μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώμεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν· μηδὲ ἀναμείνωμεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχωρηθῶμεν· μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ Χριστέμποροι· μηδὲ φορτισθῶμεν πλέον ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηὶ βαπτισθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ᾽ ὧν τὸ πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες.

Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρήματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως οὐκ ἐπ᾽ ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ᾽ αὐτὸς εἶ τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ᾽ ὁμολογούμενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ᾽ οὐκ ἀμφίβολον· καὶ τοῦ βάθους ἡ χάρις ἅπτεται, ἀλλ᾽ οὐ τὸ σῶμα ἐπιτάφια λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμενα, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλκοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτηρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θάνατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βαπτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμφότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.

ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ᾽ οὐ Θεόν; Τί καιρὸν, ἀλλ᾽ οὐ λογισμόν; Τί φίλον ἐπίβουλον, ἀλλ᾽ οὐ πόθον σωτήριον; Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τὴν βίαν; Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν; Τί παρ᾽ ἄλλου δέῃ μαθεῖν τὴν ἔξοδον, ἀλλ᾽ οὐχ ὡς ἤδη παρούσης διανοήσῃ; Τί φάρμακα ἐπιζητεῖς, τὰ μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρεστῶτος τοῦ ἐξοδίου; Σαυτὸν πρὸ τῆς ἀνάγκης ἰάτρευσον· σαυτὸν ἐλέησον, τὸν γνήσιον τῆς ἀσθενείας θεραπευτήν· σαυτῷ προσάγαγε τὸ σωτήριον ὄντως φάρμακον. Ἕως ἐξ οὐρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον· καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ βοηθῷ χρώμενος. Πανηγυρισθήτω τὸ δῶρον, ἀλλὰ μὴ θρηνηθήτω· ἐπεργασθήτω τὸ τάλαντον, ἀλλὰ μὴ συγχωσθήτω. Γενέσθω τι μέσον τῆς χάριτος καὶ τῆς ἀναλύσεως, ἵνα μὴ ἐξαλειφθῇ τὰ πονηρὰ γράμματα μόνον, ἀλλὰ καὶ μετεγγραφῇ τὰ βελτίονα· ἵνα μὴ τὸ χάρισμα μόνον ἔχῃς, ἀλλὰ καὶ τὴν ἀντίδοσιν· ἵνα μὴ τὸ πῦρ φύγῃς μόνον, ἀλλὰ καὶ τῆς δόξης κληρονομήσῃς, ἣν τὸ ἐπεργάσασθαι τῷ δώρῳ χαρίζεται. Ἔστι γὰρ τοῖς μὲν μικροψύχοις μέγα, τὸ φυγεῖν βάσανον· τοῖς δὲ μεγαλοψύχοις, τὸ καὶ τυχεῖν ἀντιδόσεως.

ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι· εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Εἰ δὲ ὑπὲρ τούτους, καὶ υἱὸς, ὡς πατέρα αἰδέσθητι. Ἔργασαι τὸ καλὸν, ὅτι καλὸν τῷ πατρὶ πείθεσθαι, κἂν εἴ σοι μηδὲν ἔσεσθαι μέλλοι.

Τοῦτο αὐτὸ μισθὸς, τὸ τῷ πατρὶ χαρίζεσθαι. Ὧν ἡμεῖς μὴ καταφρονοῦντες φαινοίμεθα. Ὡς ἔστιν ἄτοπον, χρήματα μὲν προαρπάζειν, ὑγείαν δὲ ἀναβάλλεσθαι· καὶ σώματα μὲν προκαθαίρειν, ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι· καὶ τῆς μὲν κάτω δουλείας ἐλευθερίαν ζητεῖν, τῆς ἄνω δὲ μὴ ἐφίεσθαι· καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρεπῶς, ἢ ἀμφιέσῃ, πᾶσαν ποιεῖσθαι σπουδὴν, ὅπως δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ, μηδὲν φροντίζειν· καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι, σαυτὸν δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγαθὸν, μηδενὸς ἂν φείδεσθαι χρήματος· εἰ δὲ πρόκειται τὸ φιλάνθρωπον, καταφρονεῖς τῷ ἑτοίμῳ τῆς εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως, ἐπειδὴ πᾶς ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι, τῆς μεγάλης φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρὸν, ἀλλὰ πάντα τοῦ Νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς, λύων τὴν νύκτα τῆς ἁμαρτίας· ἐπειδὴ, Ἐν νυκτὶ ἐλπὶς πονηρὰ, κατὰ τὸν Ἡσαΐαν, καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέστερον.

ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ᾽ ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θαῤῥήσας ἔαρι, καὶ ἄνελκε τὴν ναῦν, πάλιν ἀρχομένου χειμῶνος, καὶ τῆς θαλάσσης ἀγριουμένης. Καὶ πολέμου καιρὸς ἔστω σοι, καὶ εἰρήνης, καὶ γάμου, καὶ τῶν οὐ γάμου, καὶ φιλίας, καὶ διαστάσεως, ἂν ταύτης δεήσῃ, καὶ παντὸς ὅλως πράγματος, εἴ τι τῷ Σολομῶντι πειστέον. Πειστέον δέ· καὶ γὰρ ὠφέλιμος ἡ παραίνεσις. Ἀεὶ δὲ τὴν σωτηρίαν ἐργάζου, καὶ πᾶς ἔστω σοι καιρὸς τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρατρέχων, ἐπιτηρῇς τὸ εἰς αὔριον, λανθάνεις ταῖς κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμενος, ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρὸν, Θεῷ τὸ μέλλον· ἐμοὶ τὴν νεότητα, Θεῷ τὸ γῆρας· ἐμοὶ τὰς ἡδονὰς, ἐκείνῳ τὴν ἀχρηστίαν. Ὅσος ὁ περὶ σὲ κίνδυνος! ὅσα τὰ παρ᾽ ἐλπίδα συμπτώματα!

Ἢ πόλεμος παρανάλωσεν, ἢ σεισμὸς συνέχωσεν, ἢ θάλασσα ὑπεδέξατο, ἢ θηρίον ἥρπασεν, ἢ νόσος ἀπώλεσεν, ἢ ψὶξ παραδραμοῦσα, τὸ φαυλότατον (τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον εὐκολώτερον, κἂν μέγα φρονῇς τῇ εἰκόνι;), ἢ πότος πλεονάσας, ἢ ἄνεμος κρημνίσας, ἢ ἵππος συναρπάσας, ἢ φάρμακον ἐκ προνοίας ἐπιβουλεῦσαν, τυχὸν δὲ καὶ ἀντὶ σωτηρίου φανὲν δηλητήριον, ἢ δικαστὴς ἀπάνθρωπος, ἢ δήμιος ἀπαραίτητος, ἤ τι τῶν ὅσα ταχίστην ποιεῖ τὴν μετάστασιν, καὶ βοηθείας ἰσχυροτέραν.

ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρίσματι καὶ τῷ Πνεύματι, ὡς ὁ Ἰσραὴλ πάλαι τῷ νυκτερινῷ καὶ φυλακτικῷ τῶν πρωτοτόκων αἵματι· τί σοι συμβήσεται, καὶ τί σοι πεπραγμάτευται;

Τῶν Παροιμιῶν ἄκουσον· Ἐὰν γὰρ κάθῃ, φησὶν, ἄφοβος ἔσῃ· Ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις. Καὶ παρὰ τοῦ Δαβὶδ εὐαγγελίσθητι· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. Τοῦτό σοι καὶ ζῶντι μέγιστον εἰς ἀσφάλειαν. Πρόβατον γὰρ ἐσφραγισμένον οὐ ῥᾳδίως ἐπιβουλεύεται, τὸ δὲ ἀσήμαντον κλέπταις εὐάλωτον· καὶ ἀπελθόντι δεξιὸν ἐντάφιον, ἐσθῆτος λαμπρότερον, χρυσοῦ τιμιώτερον, τάφου μεγαλοπρεπέστερον, ἀγόνων χοῶν εὐσεβέστερον, ἀπαργμάτων ὡρίων καιριώτερον, ὧν τοῖς νεκροῖς οἱ νεκροὶ χαρίζονται, νόμον ποιησάμενοι τὴν συνήθειαν. Πάντα οἰχέσθω σοι, πάντα διαρπαζέσθω, χρήματα, κτήματα, θρόνοι, λαμπρότητες, ὅσα τῆς κάτω περιφορᾶς· σὺ δὲ κατάλυσον ἐν ἀσφαλείᾳ τὸν βίον, μηδὲν ζημιωθεὶς τῶν ἐκ Θεοῦ σοι δοθέντων εἰς σωτηρίαν βοηθημάτων.

ΙϚʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων; Τί δαί; Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, καὶ τὸ μέγιστον ὧν ἔχεις, ἀφαιρεθῇς Χριστόν; Ἆρ᾽ οὖν διὰ τοῦτο φεύξῃ καὶ τὸ γενέσθαι Χριστιανός;

Ἄπαγε! Οὐχ ὑγιαίνοντος ὁ φόβος, παραφρονοῦντος ὁ λογισμός. Ὢ τῆς ἀνευλαβοῦς εὐλαβείας, εἰ δεῖ τοῦτο εἰπεῖν! ὢ τῶν τοῦ πονηροῦ σοφισμάτων! Ὄντως σκότος ἐστὶ, καὶ φῶς ὑποκρίνεται. Ὅταν μηδὲν ἰσχύσῃ φανερῶς πολεμῶν, ἀφανῶς ἐπιβουλεύει.

Καὶ γίνεται σύμβουλος ὡς χρηστὸς, ὢν πονηρός· ἵν᾽ ἑνί γε τῷ τρόπῳ πάντως ἰσχύσῃ, καὶ μηδαμόθεν αὐτοῦ τὴν ἐπιβουλὴν διαφύγωμεν. Ὅπερ οὖν κἀνταῦθα σαφῶς τεχνάζεται. Τὸ γὰρ φανερῶς καταφρονεῖν τοῦ βαπτίσματος πείθειν οὐκ ἔχων, ζημιοῖ σε διὰ τῆς πλαστῆς ἀσφαλείας, ἵν᾽ ὃ φοβῇ γε, τοῦτο λάθῃς παθὼν διὰ τοῦ φόβου· καὶ τὸ φθεῖραι τὴν δωρεὰν δεδοικὼς, αὐτῷ τούτῳ τῆς δωρεᾶς ἐκπέσῃς. Ὁ μὲν οὖν τοιοῦτός ἐστι, καὶ οὔποτε παύσεται τῆς ἑαυτοῦ διπλόης, ἕως ἂν βλέπῃ πρὸς οὐρανὸν ἐπειγομένους ἡμᾶς, ὅθεν αὐτὸς ἐκπέπτωκεν. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, γνῶθι τὴν ἐπιβουλὴν τοῦ ἀντικειμένου.

Πρὸς γὰρ τὸν ἔχοντα, καὶ ὑπὲρ τῶν μεγίστων, ἡ μάχη. Μὴ λάβῃς σύμβουλον τὸν ἐχθρόν· μὴ καταφρονήσῃς τοῦ ἀκοῦσαι καὶ γενέσθαι πιστός. Ἕως εἶ κατηχούμενος, ἐν προθύροις εἶ τῆς εὐσεβείας. Εἴσω γενέσθαι σε δεῖ, τὴν αὐλὴν διαβῆναι, τὰ ἅγια κατοπτεῦσαι, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψαι, μετὰ τῆς Τριάδος γενέσθαι. Μεγάλα ἐστὶν ὑπὲρ ὧν πολεμῇ· μεγάλης δεῖ σοι καὶ τῆς ἀσφαλείας.

Προβαλοῦ τὸν θυρεὸν τῆς πίστεως. Φοβεῖταί σε μετὰ τοῦ ὅπλου μαχόμενον· καὶ διὰ τοῦτο γυμνοῖ σε τοῦ χαρίσματος, ἵνα κρατήσῃ ῥᾷόν σου ἀόπλου καὶ ἀφυλάκτου. Πάσης ἡλικίας ἅπτεται, πάσης ἰδέας βίου. Διὰ πάντων ἀποκρουσθήτω.