ΙΗʹ. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴσθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Δέδεσαι γάμῳ; Καὶ τῇ σφραγῖδι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφροσύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύχθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ, καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμήσομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμφίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἓν αἰτῶ μόνον· λάβε παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προθεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομοθετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον.