Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον βάπτισμα

Γρηγόριος ὁ Ναζιανζηνός

Κλήση προς όλες τις τάξεις και απόρριψη των κοσμικών προφάσεων

Πρόσκληση προς κάθε ηλικία και κοινωνική κατάσταση για τη λήψη του βαπτίσματος, με παράλληλη αναίρεση των δισταγμών που πηγάζουν από τις βιοτικές μέριμνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 8

ΙΖʹ. Νέος εἶ; Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπόλαυσον· ἀλλὰ μὴ ἀνάσχῃ μαρανθῆναί σου τὴν νεότητα, τῷ ἀτελεῖ τῆς πίστεως νεκρωθεῖσαν. Γηραιὸς εἶ, καὶ τῆς ἀναγκαίας ἐγγὺς προθεσμίας; τὴν πολιὰν αἰδέσθητι· δὸς ἣν ἀπαιτῇ φρόνησιν, ἀνθ᾽ ἧς νῦν ἔχεις ἀσθενείας· ταῖς ὀλίγαις ἡμέραις βοήθησον· πίστευσον τῷ γήρᾳ τὴν κάθαρσιν. Τί φοβῇ τὰ νεότητος ἐν βαθεῖ γήρᾳ, καὶ ταῖς ἐσχάταις ἀναπνοαῖς; Ἢ καὶ σὺ μένεις, νεκρὸς λουθῆναι, οὐ μᾶλλον ἐλεούμενος, ἢ μισούμενος;

Ἢ ποθεῖς τῶν ἡδονῶν τὰ λείψανα, βίου λείψανον ὤν; Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι, μὴ παρακμάσαι δὲ τὴν ἀσέλγειαν· ἀλλ᾽ ἢ πάσχειν τοῦτο, ἢ δοκεῖν, διαμέλλοντα πρὸς τὴν κάθαρσιν. Νήπιον ἔστι σοι; Μὴ λαβέτω καιρὸν ἡ κακία· ἐκ βρέφους ἁγιασθήτω, ἐξ ὀνύχων καθιερωθήτω τῷ Πνεύματι. Σὺ δέδοικας τὴν σφραγῖδα διὰ τὸ τῆς φύσεως ἀσθενές· ὡς μικρόψυχος ἡ μήτηρ, καὶ ὀλιγόπιστος! Ἡ Ἄννα δὲ, καὶ πρὶν ἢ γεννηθῆναι τὸν Σαμουὴλ, καθυπέσχετο τῷ Θεῷ, καὶ γεννηθέντα, ἱερὸν εὐθὺς ποιεῖ, καὶ τῇ ἱερατικῇ στολῇ συνανέτρεψεν, οὐ τὸ ἀνθρώπινον φοβηθεῖσα, τῷ δὲ Θεῷ πιστεύσασα. Οὐδὲν δεῖ σοι περιαμμάτων καὶ ἐπᾳσμάτων, οἷς ὁ πονηρὸς συνεισέρχεται, κλέπτων εἰς ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας, ἐν τοῖς κουφοτέροις. Δὸς αὐτῷ τὴν Τριάδα, τὸ μέγα καὶ καλὸν φυλακτήριον.

ΙΗʹ. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴσθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Δέδεσαι γάμῳ; Καὶ τῇ σφραγῖδι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφροσύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύχθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ, καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμήσομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμφίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἓν αἰτῶ μόνον· λάβε παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προθεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομοθετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον.

Δέξαι, ὁ ἐν ἐξουσίᾳ, τὸν χαλινόν· ὁ ἐν δουλείᾳ, τὴν ἰσοτιμίαν· ὁ ἀθυμῶν, τὴν παραμυθίαν· ὁ ἐν εὐθυμίᾳ, τὴν παιδαγωγίαν, ὁ πένης, τὸν ἄσυλον πλοῦτον· ὁ εὐπορῶν, τὴν καλὴν ὧν ἔχεις οἰκονομίαν. Μηδὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σεαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ᾽ ἑαυτοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον.

ΙΘʹ. Ἀλλ᾽ ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις· καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον; Ἁπλοῦς ὁ λόγος· Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγορὰν μετὰ τῆς καλῆς συνοδίας, πτέρυγας ἀετοῦ σεαυτῷ περιθεὶς, ἢ περιστερᾶς, ἵν᾽ οἰκειότερον εἴπω (τί γάρ σοι καὶ Καίσαρι, ἢ τοῖς Καίσαρος;).

Ἕως οὗ καταπαύσῃς, οὗ μὴ ἔστιν ἁμαρτία, μηδὲ μελάνωσις, μηδὲ δάκνων ὄφις ἐφ᾽ ὁδοῦ, κωλύων σου τὰ κατὰ Θεὸν διαβήματα. Ἅρπασον τὴν σεαυτοῦ ψυχὴν ἐκ τοῦ κόσμου· φύγε Σόδομα· φύγε τὸν ἐμπρησμόν· ὅδευσον ἀμεταστρεπτὶ, μὴ παγῇς λίθος ἁλός· εἰς τὸ ὄρος σώζου, μὴ συμπαραληφθῇς.

Εἰ δὲ προκατέχῃ, καὶ δέδεσαι δεσμοῖς ἀναγκαίοις, ἐκεῖνο σεαυτῷ διαλέχθητι, μᾶλλον δὲ σοὶ αὐτὸς διαλεχθήσομαι· Κρεῖσσον μὲν καὶ τυχεῖν τοῦ ἀγαθοῦ, καὶ φυλάσσειν τὴν κάθαρσιν· εἰ δὲ ἀμφότερα μὲν ἐνδέχεται, κρεῖσσόν ποτε μικρὰ μολυνθῆναι τοῖς σοῖς δημοσίοις, ἢ παντάπασιν ἐκπεσεῖν τῆς χάριτος· ὥσπερ, οἶμαι, κρεῖσσον ἐπιτιμηθῆναί τι παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι· καὶ μικρὸν αὐγάζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι. Σωφρόνων δὲ, ὥσπερ τῶν ἀγαθῶν τὰ μείζω καὶ τελεώτερα, οὕτω καὶ τῶν κακῶν αἱρεῖσθαι τὰ ἐλάττω τε καὶ κουφότερα. Διὰ τοῦτο μὴ λίαν φοβηθῇς τὴν κάθαρσιν.

Κρίνεται γὰρ ἀεὶ μετὰ τῶν ἐπιτηδευμάτων τὸ κατορθούμενον, παρὰ τοῦ δικαίου καὶ φιλανθρώπου τῶν ἡμετέρων κριτοῦ. Καὶ μικρὸν κατορθώσας πολλάκις ὁ ἐν τῷ μέσῳ, πλέον ἔσχε τοῦ ἐν ἐλευθερίᾳ μὴ τὸ πᾶν κατορθώσαντος· ὥσπερ, οἶμαι, παραδοξότερον ἐν πέδαις μικρὰ προβαίνειν, ἢ τρέχειν μηδενὶ βαρούμενον· καὶ διὰ βορβόρου μικρὰ ῥαντίζεσθαι, ἢ καθαρὸν εἶναι διὰ καθαρᾶς ὁδοῦ φερόμενον. Τεκμήριον δὲ τοῦ λόγου, καὶ Ῥαὰβ τὴν πόρνην ἓν ἐδικαίωσε μόνον, ἡ φιλοξενία, τἄλλα οὐκ ἐπαινουμένην· καὶ τὸν τελώνην ἓν ὕψωσεν, ἡ ταπείνωσις, οὐδὲν ἄλλο μαρτυρηθέντα· ἵνα σὺ μάθῃς, σεαυτοῦ μὴ ῥᾳδίως ἀπογινώσκειν.

Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς, καὶ τηνικαῦτα τυχεῖν τῆς χάριτος; Οὐδὲ γὰρ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ὑπῆρξέ τι πλέον, ἴσου τοῦ μισθοῦ δοθέντος καὶ τοῖς τελευταίοις.

Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον· καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρμηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους καιροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰσερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ᾽ ἧς γὰρ ἡμέρας καὶ ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ᾽ ἐκείνης καὶ ἀπαιτεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόντες, ἀλλ᾽ οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως· καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφορον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προσῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύσεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς, τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες, εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ᾽ ἂν καὶ αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ μισθοῦ δηλονότι.

Πῶς οὖν αἰτιῶνται τὸν ἐργοδότην, ὡς διὰ τὸ τῆς ἰσότητος ἄνισον; Ταῦτα πάντα τὴν τοῦ ἱδρῶτος ὑφαιρεῖ χάριν τοῖς πρώτοις, καὶ εἰ προκεκμήκασιν.

Ἐξ ὧν συμβαίνει καὶ δικαίαν εἶναι τὴν τοῦ ἴσου διανομὴν, ἀντιμετρουμένης τῷ πόνῳ τῆς προαιρέσεως. ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν᾽ αὐτῷ τούτῳ πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χάριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπελῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆλον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑποκρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ παρακερδαίνειν τι βουλομένῳ τῆς τοῦ Δεσπότου φιλανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντελῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πείσθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ λάθῃς τὰ τοιαῦτα σοφιζόμενος.