ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν· οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισμα, οἶμαι, σφόδρα αἰδέσιμον, ἀλλ᾽ ὄντως χάρισμα· εἰ μὲν δοθείη, στεργόμενον· εἰ δὲ μὴ δοθείη, περιφρονούμενον. Οἱ δὲ γινώσκουσι μὲν, καὶ τιμῶσι τὴν δωρεάν· ἀναβάλλονται δὲ, οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ δι᾽ ἀπληστίαν. Οἱ δὲ οὐδέ εἰσιν ἐν δυνάμει τοῦ δέξασθαι, ἢ διὰ νηπιότητα τυχὸν, ἤ τινα τελέως ἀκούσιον περιπέτειαν, ἐξ ἧς οὐδὲ βουλομένοις αὐτοῖς ὑπάρχει τυχεῖν τοῦ χαρίσματος. Ὥσπερ οὖν ἐν ἐκείνοις πλείστην διαφορὰν εὕρομεν, οὕτω κἂν τούτοις. Χείρους μὲν οἱ παντάπασι καταφρονηταὶ τῶν ἀπληστοτέρων ἢ ῥᾳθυμοτέρων· χείρους δὲ οὗτοι, τῶν ἐξ ἀγνοίας καὶ τυραννίδος ἀποπιπτόντων τῆς δωρεᾶς. Τυραννὶς γὰρ οὐκ ἄλλο τι, ἢ ἀκούσιος διαμαρτία. Καὶ ἡγοῦμαι, τοὺς μὲν καὶ δίκας ὑφέξειν, ὥσπερ καὶ τῆς ἄλλης πονηρίας, οὕτω καὶ τῆς τοῦ λουτροῦ περιφρονήσεως· τοὺς δὲ ὑφέξειν μὲν, ἧττον δὲ, ὅτι μὴ κακίᾳ μᾶλλον ἢ ἀνοίᾳ τὴν ἀποτυχίαν εἰργάσαντο· τοὺς δὲ, μήτε δοξασθήσεσθαι, μήτε κολασθήσεσθαι παρὰ τοῦ δικαίου κριτοῦ, ὡς ἀσφραγίστους μὲν, ἀπονήρους δὲ, ἀλλὰ παθόντας μᾶλλον τὴν ζημίαν, ἢ δράσαντας. Οὐ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ τιμῆς· ὥσπερ οὐδὲ ὅστις οὐ τιμῆς, ἤδη καὶ κολάσεως.