Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον βάπτισμα

Γρηγόριος ὁ Ναζιανζηνός

Η ανεπάρκεια της απλής πρόθεσης και η ισότητα της χάριτος του μυστηρίου

Έλεγχος όσων αναβάλλουν το βάπτισμα αναμένοντας εορτές ή εκλεκτούς κληρικούς, υπογραμμίζοντας ότι η απλή επιθυμία δεν υποκαθιστά την πράξη και ότι η χάρη είναι ανεξάρτητη από τον βαπτίζοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 8

ΚΒʹ. Τί δαί; Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον; Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσματος. Αἰνίγματι λέγεις ὅμοιον, εἰ πεφωτισμένος ἐστὶ Θεῷ, διὰ τὸ φιλάνθρωπον, ὁ ἀφώτιστος, ἢ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐντὸς ὁ ταύτης τυχεῖν σπουδάζων, δίχα τοῦ πράττειν τὰ τῆς βασιλείας. Ἐγὼ δὲ, ὡς ἔχω περὶ τούτων, εἰπεῖν θαῤῥήσω· οἶμαι δὲ καὶ τῶν ἄλλων συνθήσεσθαι τοὺς νοῦν ἔχοντας. Τῶν τυχόντων τῆς δωρεᾶς, οἱ μὲν παντελῶς ἦσαν ἀλλότριοι τοῦ Θεοῦ καὶ τῆς σωτηρίας, πᾶν εἶδος κακίας διεξελθόντες, καὶ εἶναι κακοὶ σπουδάζοντες· οἱ δὲ ἡμιμόχθηροί πως, καὶ μέσως ἔχοντες ἀρετῆς καὶ κακίας· οἳ τὸ μὲν κακὸν ἔπραξαν, τῷ πραττομένῳ δὲ οὐ συνῄνεσαν, καθάπερ οἱ πυρέττοντες τῷ ἑαυτῶν ἀῤῥωστήματι. Οἱ δὲ καὶ πρὸ τῆς τελειώσεως ἦσαν ἐπαινετοί· οἱ μὲν ἐκ φύσεως, οἱ δὲ κατὰ σπουδὴν προκαθαίροντες ἑαυτοὺς τῷ βαπτίσματι· καὶ μετὰ τὴν τελειότητα πεφήνασι κρείττους καὶ ἀσφαλέστεροι· τὸ μὲν, ἵνα τύχωσι τοῦ ἀγαθοῦ, τὸ δὲ, ἵνα φυλάξωσιν. Ἐν τούτοις, βελτίους μὲν τῶν παντάπασι πονηρῶν, οἱ τῆς κακίας τι ὑφιέμενοι· βελτίους δὲ τῶν μικρόν τι ὑφιεμένων, οἱ σπουδαιότεροι καὶ προσαρώσαντες ἑαυτοὺς τοῦ βαπτίσματος· ἔχουσι γάρ τι πλέον, τὴν ἐργασίαν. Οὐ γὰρ, ὥσπερ τῶν ἁμαρτημάτων ἐξάλειψιν ἔχει τὸ λουτρὸν, οὕτω καὶ τῶν κατορθωμάτων ἀναίρεσιν.

Τούτων δὲ αὐτῶν βελτίους, οἱ καὶ γεωργοῦντες τὸ χάρισμα, καὶ ὅτι μάλιστα εἰς κάλλος ἑαυτοὺς ἀποξέοντες.

ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν· οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισμα, οἶμαι, σφόδρα αἰδέσιμον, ἀλλ᾽ ὄντως χάρισμα· εἰ μὲν δοθείη, στεργόμενον· εἰ δὲ μὴ δοθείη, περιφρονούμενον. Οἱ δὲ γινώσκουσι μὲν, καὶ τιμῶσι τὴν δωρεάν· ἀναβάλλονται δὲ, οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ δι᾽ ἀπληστίαν. Οἱ δὲ οὐδέ εἰσιν ἐν δυνάμει τοῦ δέξασθαι, ἢ διὰ νηπιότητα τυχὸν, ἤ τινα τελέως ἀκούσιον περιπέτειαν, ἐξ ἧς οὐδὲ βουλομένοις αὐτοῖς ὑπάρχει τυχεῖν τοῦ χαρίσματος. Ὥσπερ οὖν ἐν ἐκείνοις πλείστην διαφορὰν εὕρομεν, οὕτω κἂν τούτοις. Χείρους μὲν οἱ παντάπασι καταφρονηταὶ τῶν ἀπληστοτέρων ἢ ῥᾳθυμοτέρων· χείρους δὲ οὗτοι, τῶν ἐξ ἀγνοίας καὶ τυραννίδος ἀποπιπτόντων τῆς δωρεᾶς. Τυραννὶς γὰρ οὐκ ἄλλο τι, ἢ ἀκούσιος διαμαρτία. Καὶ ἡγοῦμαι, τοὺς μὲν καὶ δίκας ὑφέξειν, ὥσπερ καὶ τῆς ἄλλης πονηρίας, οὕτω καὶ τῆς τοῦ λουτροῦ περιφρονήσεως· τοὺς δὲ ὑφέξειν μὲν, ἧττον δὲ, ὅτι μὴ κακίᾳ μᾶλλον ἢ ἀνοίᾳ τὴν ἀποτυχίαν εἰργάσαντο· τοὺς δὲ, μήτε δοξασθήσεσθαι, μήτε κολασθήσεσθαι παρὰ τοῦ δικαίου κριτοῦ, ὡς ἀσφραγίστους μὲν, ἀπονήρους δὲ, ἀλλὰ παθόντας μᾶλλον τὴν ζημίαν, ἢ δράσαντας. Οὐ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ τιμῆς· ὥσπερ οὐδὲ ὅστις οὐ τιμῆς, ἤδη καὶ κολάσεως.

Σκοπῶ δὲ κἀκεῖνο· Εἰ κρίνεις φόνου τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, καὶ δίχα τοῦ φόνου, βεβαπτίσθω σοι καὶ ὁ θελήσας τὸ βάπτισμα, δίχα τοῦ βαπτίσματος· εἰ δὲ οὐκ ἐκεῖνο, πῶς τοῦτο, συνιδεῖν οὐκ ἔχω. Εἰ βούλει δὲ οὕτως· εἰ ἀρκεῖ σοι πρὸς δύναμιν τοῦ βαπτίσματος ὁ πόθος, καὶ διὰ τοῦτο δικάζῃ περὶ τῆς δόξης, ἀρκείτω σοι καὶ πρὸς δόξαν, ἡ τῆς δόξης ἐπιθυμία. Καὶ τίς σοι βλάβη, τὸ μὴ τυχεῖν ταύτης, τὴν ἔφεσιν ἔχοντι;

ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος. Καὶ δέξασθε τὸν φωτισμὸν ἕως καιρὸς, ἵνα μὴ σκοτία ὑμᾶς καταδιώξῃ, καὶ καταλάβῃ χωρίσασα τοῦ φωτίσματος· Ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι, μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Ἐκείνη Δαβὶδ ἡ φωνή· αὕτη τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Οἴεσθε δὲ καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν τοῖς ἀργοτέροις ἢ νωθεστέροις· Ἕως πότε, ὀκνηρὲ, κατάπεισαι, λέγοντα; Πότε δὲ ἐξ ὕπνου ἀναστήσῃ; Τὸ καὶ τὸ σκήπτῃ, καὶ προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις.

Μένω τὰ Φῶτα· τὸ Πάσχα μοι τιμιώτερον· τὴν Πεντηκοστὴν ἐκδέξομαι· Χριστῷ συμφωτισθῆναι βέλτιον· Χριστῷ συναναστῆναι κατὰ τὴν ἀναστάσιμον ἡμέραν· τοῦ Πνεύματος τιμῆσαι τὴν ἐπιφάνειαν. Εἶτα τί; Ἥξει τὸ τέλος ἐξαίφνης ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷς, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκεις· εἶτα παραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία τῆς χάριτος, καὶ λιμώξεις ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος· δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον τῷ ὕδατι· ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ ξηραίνεσθαι· ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ δίψῃ κολάζεσθαι. Δεινὸν παρελθεῖν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν.

Δεινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς ἐφίεσθαι. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων λαμπρότητα. Διὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν· ἀλλ᾽ ἐπείγεσθε, μὴ λῃστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ, μὴ φονεὺς προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιάζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι᾽ ἀγαθότητα.

ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος· ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸς τὸ βέλτιον. Ἐὰν ἐπὶ κῶμον κληθῇς, μὴ ταχύνῃς· ἐὰν ἐπ᾽ ἄρνησιν, ἀποπήδησον· ἐὰν εἴπῃ σοι πονηρὸν ἐργαστήριον· Ἐλθὲ μεθ᾽ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως· μηδὲ τὰς ἀκοὰς ὑπόσχῃς. Δύο γὰρ τὰ μέγιστα κερδανεῖς· ἐκείνῳ τε γνωριεῖς τὴν ἁμαρτίαν, καὶ σαυτὸν ἐξαιρήσεις πονηρᾶς κοινωνίας.

Ἂν δέ σοι λέγῃ Δαβὶδ ὁ μέγας· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· ἐὰν δὲ προφήτης ἄλλος· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· ἐὰν δὲ αὐτὸς ὁ Σωτήρ· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἢ, Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, λαμπροὶ λαμπρῶς ὑπὲρ χιόνα λάμψαντες, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· μὴ ἀντιτείνωμεν, μὴ βραδύνωμεν. Γενώμεθα Πέτρος καὶ Ἰωάννης· ὡς ἐπὶ τὸν τάφον ἐκεῖνοι καὶ τὴν ἀνάστασιν, οὕτως ἐπὶ τὸ λουτρὸν αὐτοὶ σπεύδωμεν, συντρέχοντες, ἀντιτρέχοντες, ὅπως ἂν τὸ ἀγαθὸν προλάβωμεν ἀγωνιζόμενοι. Καὶ μὴ εἴπῃς, Ἀπελθὼν ἐπάνηκε, καὶ αὔριον βαπτισθήσομαι, δυνατὸς ὢν σήμερον εὖ παθεῖν· παρέστω μοι μήτηρ, παρέστω μοι πατὴρ, ἀδελφοὶ, γυνὴ, τέκνα, φίλοι, πᾶν ὅ τί μοι τίμιον, καὶ τηνικαῦτα σωθήσομαι· νῦν δὲ οὔπω μοι καιρὸς λαμπρύνεσθαι.

Δέος γὰρ, μὴ κοινωνοὺς λάβῃς πένθους, οὓς εὐφροσύνης κοινωνοὺς ἤλπισας. Ἐὰν μὲν παρῶσιν, ἀγαπητέον· ἐὰν δὲ ἀπῶσι, μὴ ἀναμείνῃς. Αἰσχρὸν γὰρ εἰπεῖν· Ποῦ δέ μοι τὸ καρποφορούμενον ἐπὶ τῷ βαπτίσματι; Ποῦ δὲ ἡ ἐμφώτειος ἐσθὴς, ᾗ λαμπρυνθήσομαι; Ποῦ δὲ τὰ πρὸς δεξίωσιν τῶν ἐμῶν βαπτιστῶν, ἵνα κἀν τούτοις εὐδοκιμήσω;

Πάνυ γὰρ, ὡς ὁρᾷς, ἐστὶ ταῦτα τῶν ἀναγκαίων, καὶ παρὰ τοῦτο ἡ χάρις ἐλαττωθήσεται. Μὴ μικρολογοῦ περὶ τὰ μεγάλα· μηδὲν ἀγεννὲς πάθῃς. Μεῖζον τῶν ὁρωμένων ἐστὶ τὸ μυστήριον· σαυτὸν καρποφόρησον· Χριστὸν ἔνδυσαι, θρέψον με πολιτείᾳ· οὕτως ἐγὼ χαίρω φιλοφρονούμενος· οὕτω καὶ Θεὸς, ὁ τὰ μέγιστα χαριζόμενος. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ μὴ καὶ πένης δίδωσιν, ἵνα μὴ κἀνταῦθα παρωθῶνται οἱ πένητες· οὐ γὰρ ἔχουσιν, ὅπως τοῖς πλουσίοις ἁμιλληθῶσιν. Ἐν ἄλλοις μὲν, ἡ διαφορὰ τοῦ πλουτεῖν καὶ τοῦ πένεσθαι· ἐνταῦθα δὲ, ὁ προθυμότερος, πλουσιώτερος.

ΚϚʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω· μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου· ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτω, μή τι παρεμπέσῃ μέσον, καὶ διακόψῃ τὸν πόθον. Φίλιππός εἰμι· γενοῦ Κανδάκης. Εἰπὲ καὶ αὐτός· Ἰδοὺ τὸ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;

Ἅρπασον τὸν καιρόν· τῷ ἀγαθῷ περιχάρηθι· καὶ εἰπὼν, βαπτίσθητι, καὶ βαπτισθεὶς σώθητι· κἂν ᾖς Αἰθίοψ τὸ σῶμα, τὴν ψυχὴν λευκάνθητι. Τύχε τῆς σωτηρίας, ἧς οὐδὲν ὑψηλότερον, οὐδὲ τιμιώτερον τοῖς γε νοῦν ἔχουσι. Μὴ εἴπης· Ἐπίσκοπος βαπτισάτω με, καὶ οὗτος μητροπολίτης, ἢ Ἱεροσολυμίτης (οὐ γὰρ τόπων ἡ χάρις, ἀλλὰ τοῦ Πνεύματος), καὶ οὗτος τῶν εὖ γεγονότων. Δεινὸν γὰρ, εἰ τῷ βαπτιστῇ τὸ εὐγενές μου καθυβρισθήσεται· ἢ πρεσβύτερος μὲν, ἀλλὰ καὶ οὗτος τῶν ἀγάμων, καὶ οὗτος τῶν ἐγκρατῶν καὶ ἀγγελικῶν τὴν πολιτείαν· δεινὸν γὰρ, εἰ ἐν καιρῷ καθάρσεως ῥυπωθήσομαι. Μὴ ζήτει ἀξιοπιστίαν τοῦ κηρύσσοντος, μηδὲ τοῦ βαπτίζοντος.

Ἄλλος ὁ τούτων κριτὴς, καὶ τῶν ἀφανεστέρων δοκιμαστής· ἐπειδὴ, ἄνθρωπος μὲν εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. Σοὶ δὲ πᾶς ἀξιόπιστος εἰς τὴν κάθαρσιν· μόνον ἔστω τις τῶν ἐγκρίτων, καὶ μὴ τῶν προδήλως κατεγνωσμένων, μηδὲ τῆς Ἐκκλησίας ἀλλότριος. Μὴ κρῖνε τοὺς κριτὰς, ὁ χρῄζων τῆς ἰατρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σὲ καθαιρόντων, μηδὲ διακρίνου πρὸς τοὺς γεννήτορας.

Ἄλλος μὲν ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Σκόπει δὲ οὕτως· Ἔστω χρυσὸς, ἔστω σίδηρος, δακτύλιοι δὲ ἀμφότεροι, καὶ τὴν αὐτὴν ἐγκεχαράχθωσαν εἰκόνα βασιλικὴν, εἶτα κηρὸν ἐντυπούτωσαν· τί διοίσει ἡ σφραγὶς αὕτη τῆς σφραγῖδος ἐκείνης; Οὐδέν. Ἐπίγνωθι τὴν ὕλην ἐν τῷ κηρῷ, κἂν ᾖς σοφώτατος· εἰπὲ, τί μὲν τοῦ σιδήρου, τί δὲ τοῦ χρυσοῦ τὸ ἐκσφράγισμα, καὶ πῶς ἕν ἐστι· τῆς γὰρ ὕλης τὸ διάφορον, οὐ τοῦ χαρακτῆρος. Οὕτως ἔστω σοι πᾶς βαπτιστής. Κἂν τῇ πολιτείᾳ προέχῃ, ἀλλ᾽ ἥ γε τοῦ βαπτίσματος δύναμις ἴση· καὶ τελειοποιός σοι πᾶς ὁμοίως, ὁ τῇ αὐτῇ πίστει μεμορφωμένος.

ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσον Χριστὸς, ᾧ σὺ βαπτίζῃ σήμερον, ὃς διὰ σὲ καὶ δούλου μορφὴν ἐδέξατο. Ἀφ᾽ ἧς ἡμέρας μεταποιῇ, πάντες εἶξαν οἱ παλαιοὶ χαρακτῆρες· μιᾷ μορφῇ πᾶσι Χριστὸς ἐπιτέθειται. Μὴ ἀπαξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, εἰδὼς ὅπως Ἰωάννης ἐβάπτισεν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς (ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κολάσεως), καὶ δείξῃς, ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγματίσας αὐτὴν καὶ θριαμβεύσας, ὡς ἀξίαν ὕβρεως. Μὴ διαπτύσῃς ἐξορκισμοῦ θεραπείαν, μηδὲ πρὸς τὸ μῆκος ταύτης ἀπαγορεύσῃς.

Βάσανός ἐστι καὶ αὕτη τῆς περὶ τὸ χάρισμα γνησιότητος. Τί τοσοῦτον πονήσεις, οἷον ἡ τῶν Αἰθιόπων βασίλισσα, ἐκ τῶν περάτων τῆς γῆς ἀπαναστᾶσα, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος; Καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε, παρὰ τοῖς τελείως λογιζομένοις. Μὴ κατοκνήσῃς, μὴ ὁδοῦ μῆκος, μὴ μέτρα θαλάσσης, μὴ πῦρ, εἰ καὶ τοῦτο πρόκειται, μὴ ἄλλο μηδὲν, ἢ μικρὸν, ἢ μεῖζον τῶν κωλυμάτων, ὥστε τυχεῖν τοῦ χαρίσματος. Εἰ δέ σοι μηδὲν πονήσαντι, μηδὲ πραγματευσαμένῳ, τυχεῖν ἔξεστι τοῦ ποθουμένου, πόσης εὐηθείας τὴν δωρεὰν ἀναβάλλεσθαι; Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ᾽ ὕδωρ (Ἡσαΐας διακελεύεταί σοι)· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίεσθε οἶνον, ἄνευ ἀργυρίου τιμῆς. Ὢ τοῦ τάχους τῆς φιλανθρωπίας! Ὢ τῆς εὐκολίας τοῦ συναλλάγματος!

Ὤνιόν σοι τοῦτο τοῦ θελῆσαι μόνον τὸ ἀγαθόν· αὐτὴν τὴν ὁρμὴν ἀντὶ τοῦ μεγάλου τιμήματος δέχεται. Διψᾷ τὸ διψᾶσθαι· ποτίζει τοὺς πιεῖν ἐθέλοντας· εὐεργετεῖται, τὴν εὐεργεσίαν αἰτούμενος· πρόχειρός ἐστι μεγαλόδωρος· δίδωσιν ἥδιον, ἢ λαμβάνουσιν ἕτεροι. Μόνον μὴ μικρολογίαν καταγνωσθῶμεν τοῦ μικρὰ αἰτεῖν, καὶ τοῦ διδόντος ἀνάξια.

Μακάριος, ὃν αἰτεῖ πόμα Χριστὸς, ὡς τὴν Σαμαρεῖτιν ἐκείνην, Καὶ δίδωσι πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, καὶ πᾶσαν ψυχὴν, αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, χέρσον τε οὖσαν καὶ ἄνυδρον, καὶ ἀλογίᾳ πιεζομένην. Μακάριος, ὃς κἂν χειμάῤῥους ᾖ σχοίνων, ἐξ οἴκου Κυρίου ποτίζεται, καὶ γίνεται σιτοφόρος ἀντὶ σχοινοφόρου, καὶ γεωργεῖ τροφὴν ἀνθρωπίνην, ἀλλ᾽ οὐ τραχεῖάν τε καὶ ἀνόνητον. Ὑπὲρ οὗ πᾶσαν εἰσενεκτέον σπουδὴν, ὥστε μὴ διαμαρτεῖν τῆς κοινῆς χάριτος.