Χθὲς ἐπὶ κλίνης ἔῤῥιψο παρειμένος καὶ λελυμένος, καὶ οὐκ εἶχες ἄνθρωπον, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλλῃ σε εἰς τὴν κολυμβήθραν· σήμερον εὗρες ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, μᾶλλον δὲ, Θεὸν καὶ ἄνθρωπον. Ἤρθης ἀπὸ τοῦ κραββάτου, μᾶλλον δὲ ἦρας τὸν κράββατον, καὶ ἐστηλίτευσας τὴν εὐεργεσίαν· μὴ πάλιν ἐπὶ κραββάτου ῥιφῇς ἁμαρτήσας, τῆς κακῆς τοῦ σώματος ἀναπαύσεως παρειμένου ταῖς ἡδοναῖς· ἀλλ᾽ ὡς ἔχεις, βάδιζε μεμνημένος τῆς ἐντολῆς· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται, κακῷ φανέντι μετὰ τὴν εὐποιίαν. Λάζαρε, δεῦρο ἔξω, ἤκουσας τῆς μεγάλης φωνῆς ἐν τάφῳ κείμενος (τί γὰρ τοῦ Λόγου μεγαλοφωνότερον;) καὶ προῆλθες, οὐ τετραήμερος νεκρὸς, ἀλλὰ πολυήμερος, τῷ τριημέρῳ συναναστὰς, καὶ τῶν ἐνταφίων δεσμῶν ἐξελύθης. Μὴ νεκρωθῇς πάλιν, καὶ γένῃ μετὰ τῶν κατοικούντων ἐν τάφοις, μηδὲ κατασφιγγῇς ταῖς σειραῖς τῶν οἰκείων ἁμαρτημάτων· ἄδηλον ὂν, εἰ πάλιν ἐξαναστήσῃ τῶν τάφων, μέχρι τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως, ἣ πᾶν τὸ ποίημα ἄξει εἰς κρίσιν, οὐ θεραπευθησόμενον, ἀλλὰ κριθησόμενον, καὶ λόγον ὑφέξον, ὧν εὖ ἢ κακῶς ἐθησαύρισεν.