Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ἅγιον βάπτισμα

Γρηγόριος ὁ Ναζιανζηνός

Ορθόδοξη ομολογία, δογματική κατήχηση και εσχατολογική προοπτική

Συνοπτική έκθεση της πίστεως στην άκτιστη Αγία Τριάδα, προϋποθέσεις για την ορθή αποδοχή του μυστηρίου και εσχατολογικός συμβολισμός των τελετών που έπονται του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 8

ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ᾽ ἧς καὶ ἀλγεινὰ πάντα φέρω, καὶ τερπνὸν ἅπαν διαπτύω, τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν.

Ταύτην πιστεύω σοι σήμερον· ταύτῃ καὶ συμβαπτίσω καὶ συνανάξω σε. Ταύτην δίδωμι παντὸς τοῦ βίου κοινωνὸν καὶ προστάτιν, τὴν μίαν θεότητά τε καὶ δύναμιν ἐν τοῖς τρισὶν εὑρισκομένην ἑνικῶς, καὶ τὰ τρία συλλαμβάνουσαν μεριστῶς· οὔτε ἀνώμαλον οὐσίαις ἢ φύσεσιν, οὔτε αὐξομένην, ἢ μειουμένην ὑπερβολαῖς καὶ ὑφέσεσι, πάντοθεν ἴσην, τὴν αὐτὴν πάντοθεν, ὡς ἓν οὐρανοῦ κάλλος καὶ μέγεθος· τριῶν ἀπείρων ἄπειρον συμφυΐαν, Θεὸν ἕκαστον καθ᾽ ἑαυτὸ θεωρούμενον, ὡς Πατέρα καὶ Υἱὸν, ὡς Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, φυλασσομένης ἑκάστῳ τῆς ἰδιότητος. Θεὸν τὰ τρία σὺν ἀλλήλοις νοούμενα, ἐκεῖνο διὰ τὴν ὁμοουσιότητα, τοῦτο διὰ τὴν μοναρχίαν.

Οὐ φθάνω τὸ ἓν νοῆσαι, καὶ τοῖς τρισὶ περιλάμπομαι· οὐ φθάνω τὰ τρία διελεῖν, καὶ εἰς τὸ ἓν ἀναφέρομαι. Ὅταν ἕν τι τῶν τριῶν φαντασθῶ, τοῦτο νομίζω τὸ πᾶν, καὶ τὴν ὄψιν πεπλήρωμαι, καὶ τὸ πλεῖον διέφυγεν. Οὐκ ἔχω τὸ μέγεθος τούτου καταλαβεῖν, ἵνα δῶ τὸ πλεῖον τῷ λειπομένῳ.

Ὅταν τὰ τρία συνέλω τῇ θεωρίᾳ, μίαν ὁρῶ λαμπάδα, οὐκ ἔχων διελεῖν ἢ μετρῆσαι τὸ φῶς ἑνιζόμενον. ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων; Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν Υἱὸν τέμνων ἀπὸ τοῦ Πατρὸς, ἢ ἀπὸ τοῦ Υἱοῦ τὴν οὐσίαν τοῦ Πνεύματος.

Τὸ γὰρ παράδοξον, ὅτι μὴ κτίσις ἐπάγεται μόνον Θεῷ παρὰ τοῖς κακῶς θεότητα ταλαντεύουσιν, ἀλλὰ καὶ αὐτὴ πάλιν ἡ κτίσις εἰς ἑαυτὴν τέμνεται. Ὥσπερ τοῦ Πατρὸς ὑποστέλλεται ὁ Υἱὸς τοῖς ταπεινοῖς καὶ κάτω κειμένοις, οὕτως ὑποστελλομένης πάλιν καὶ ἀπὸ τοῦ Υἱοῦ τῆς ἀξίας τοῦ Πνεύματος· ὡς ἂν καὶ Θεὸς, καὶ κτίσις ὑβρίζηται τῇ καινῇ ταύτῃ θεολογίᾳ. Οὐδὲν τῆς Τριάδος, ὦ οὗτοι, δοῦλον, οὐδὲ κτιστὸν, οὐδὲ ἐπείσακτον, ἤκουσα τῶν σοφῶν τινος λέγοντος. Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην, φησὶν ὁ θεῖος ἀπόστολος. Εἰ ἔτι κτίσματι προσεκύνουν, ἢ εἰς κτίσμα ἐβαπτιζόμην, οὐκ ἂν ἐθεούμην, οὐδὲ τὴν πρώτην μετεποιούμην γέννησιν.

Τί φήσω πρὸς τοὺς τὴν Ἀστάρτην προσκυνοῦντας, ἢ τὸ Χαμὼς βδέλυγμα Σιδωνίων, ἢ τοῦ ἄστρου τὸν τύπον, τοῦ μικρὸν ὑπὲρ ταῦτα Θεοῦ τοῖς εἰδωλολάτραις, πλὴν κτίσματος καὶ ποιήματος· αὐτὸς, ἢ μὴ προσκυνῶν τὰ δύο, εἰς ἃ συμβεβάπτισμαι, ἢ προσκυνῶν τὰ ὁμόδουλα; Ὁμόδουλα γὰρ, καὶ εἰ μικρὸν τιμιώτερα· ἐπεὶ καὶ ἐν ὁμοδούλοις ἐστί τις διαφορὰ καὶ προτίμησις.

ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ ἐλαττόνων ἀρχὴν ποιήσω, καὶ καθυβρίσω διὰ τῆς προτιμήσεως· οὐ γὰρ δόξα τῷ ἐξ οὗ ἡ τῶν ἐξ αὐτοῦ ταπείνωσις. Πρὸς δὲ καὶ ὑφορῶμαι τὴν σὴν ἀπληστίαν, μὴ τὸ μεῖζον λαβὼν διχοτομήσῃς τὴν φύσιν, κατὰ πάντα τῷ μείζονι χρώμενος. Οὐ γὰρ κατὰ τὴν φύσιν τὸ μεῖζον, τὴν αἰτίαν δέ. Οὐδὲν γὰρ τῶν ὁμοουσίων τῇ οὐσίᾳ μεῖζον ἢ ἔλαττον. Θέλω τὸν Υἱὸν προτιμῆσαι τοῦ Πνεύματος, ὡς Υἱόν· καὶ οὐ συγχωρεῖ τὸ βάπτισμα τελειοῦν με διὰ τοῦ Πνεύματος. Ἀλλὰ δέδοικας, μὴ τριθεΐαν ὀνειδισθῇς;

Ἔχε σὺ τὸ ἀγαθὸν, τὴν ἐν τοῖς τρισὶν ἕνωσιν· ἐμοὶ τὴν μάχην παράπεμψον. Ἔασόν με ναυπηγὸν εἶναι, σὺ χρῶ τῇ νηί. Καὶ εἰ ναυπηγός ἐστιν ἕτερος, ἐμὲ λάβε τῆς οἰκίας ἀρχιτέκτονα· σὺ ταύτην οἴκει μετὰ ἀσφαλείας, καὶ εἰ μηδὲν ἐμόχθησας. Οὐχ ἧττον εὐπλοήσεις, ἢ οἰκήσεις τὴν οἰκίαν, ἐμοῦ τοῦ ταῦτα κατασκευάσαντος, εἰ καὶ μηδὲν περὶ ταῦτα πεφιλοπόνηκας. Ὁρᾷς τὴν εὐγνωμοσύνην ὅση; ὁρᾷς τοῦ Πνεύματος τὴν χρηστότητα; Ἐμὸς ὁ πόλεμος, ἔστω σὸν τὸ ἐκνίκημα. Ἐγὼ βαλλοίμην, σὺ δὲ εἰρήνευε, τῷ προπολεμοῦντι συνευχόμενος· χεῖρα δίδου διὰ τῆς πίστεως. Ἔχω τρεῖς λίθους οἷς σφενδονήσω τὸν ἀλλόφυλον. Ἔχω τρεῖς ἐμπνεύσεις, κατὰ τοῦ υἱοῦ τῆς Σαραφθίας, αἷς ζωοποιήσω νενεκρωμένους.

Ἔχω τρεῖς ἐπικλύσεις κατὰ τῶν σχιδάκων, αἷς καθιερώσω τὴν θυσίαν, ὕδατι πῦρ ἐγείρων, τὸ παραδοξότατον· καὶ τοὺς προφήτας καταβαλῶ τῆς αἰσχύνης, μυστηρίου δυνάμει χρώμενος. ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων; Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθήσῃ τῆς πίστεως. Εἰ μὲν ἄλλως ἐγγέγραψαι, ἢ ὡς ὁ ἐμὸς ἀπαιτεῖ λόγος, δεῦρο, καὶ μετεγγράφηθι. Ἐγὼ τούτων οὐκ ἀφυὴς καλλιγράφος, γράφων ἃ γέγραμμαι, καὶ διδάσκων ἃ καὶ μεμάθηκα, καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν.

Ἐμὸς ὁ κίνδυνος, ἐμὸν καὶ τὸ γέρας, τοῦ τῆς σῆς ψυχῆς οἰκονόμου, καὶ τελειοῦντός σε διὰ τοῦ βαπτίσματος. Εἰ δὲ οὕτως ἔχεις, καὶ καλοῖς ἐνεσημάνθης τοῖς γράμμασι, φύλασσέ μοι τὰ γεγραμμένα, ἐν καιροῖς τρεπτοῖς ἄτρεπτος μένων περὶ ἀτρέπτου πράγματος. Μίμησαι τὸν Πιλᾶτον ἐπὶ τὸ κρεῖττον, κακῶς γράφοντα, καλῶς γεγραμμένος. Εἰπὲ τοῖς μεταπείθουσί σε· Ὃ γέγραφα, γέγραφα. Καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοῦ κακοῦ μένοντος ἀκλινοῦς, τὸ καλὸν ῥᾷστα μετακλίνοιτο· δέον εὐμετακινήτους μὲν εἶναι πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, ἀκινήτους δὲ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ βελτίονος.

Εἰ οὕτως βαπτίζῃ, καὶ κατὰ ταύτην τὴν μαθητείαν, Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω, ἰδοὺ κίχρημι τὰς χεῖρας τῷ Πνεύματι. Ταχύνωμεν τὴν σωτηρίαν, ἀναστῶμεν ἐπὶ τὸ βάπτισμα· σφύζει τὸ Πνεῦμα, πρόθυμος ὁ τελειωτὴς, τὸ δῶρον ἕτοιμον. Εἰ δὲ σκάζεις ἔτι, καὶ μὴ καταδέχῃ τὸ τέλειον τῆς θεότητος, ζήτει σὸν βαπτιστὴν, ἢ καταβαπτιστήν. Ἐμοὶ δὲ οὐ σχολὴ τέμνειν θεότητα, καὶ νεκρόν σε ποιεῖν ἐν καιρῷ τῆς ἀναγεννήσεως· ἵνα μήτε τὸ χάρισμα ἔχῃς, μήτε τὴν ἐλπίδα τῆς χάριτος, ἐν ὀλίγῳ ναυαγήσας τὴν σωτηρίαν.

Ὡς ὅ τι ἂν ὑφέλῃς τῶν τριῶν τῆς θεότητος, τὸ πᾶν ἔσῃ καθῃρηκὼς, καὶ σεαυτῷ τὴν τελείωσιν. ΜΕʹ. Ἀλλ᾽ οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος· σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ᾽ ἡμῶν τυπωθῆναι πρὸς τελειότητα; Εἴσω τῆς νεφέλης χωρήσωμεν· δός μοι τὰς πλάκας τῆς σῆς καρδίας· γίνομαί σοι Μωσῆς, εἰ καὶ τολμηρὸν εἰπεῖν· ἐγγράφω δακτύλῳ Θεοῦ νέαν δεκάλογον· ἐγγράφω σύντομον σωτηρίαν.

Εἰ δέ τι θηρίον αἱρετικὸν καὶ ἀλόγιστον, κάτω μεινάτω· ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. Βαπτίσω σε μαθητεύων, εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὄνομα δὲ κοινὸν τῶν τριῶν ἓν, ἡ θεότης. Γνώσῃ καὶ τοῖς σχήμασι καὶ τοῖς ῥήμασιν, ὡς ὅλην ἀποπέμπῃ τὴν ἀθεΐαν, οὕτως ὅλῃ θεότητι συντασσόμενος. Πίστευε, τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον, καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξασθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν. Πίστευε, μὴ οὐσίαν εἶναί τινα τοῦ κακοῦ, μήτε βασιλείαν, ἢ ἄναρχον, ἢ παρ᾽ ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην, ἀλλ᾽ ἡμέτερον ἔργον εἶναι τοῦτο καὶ τοῦ πονηροῦ, ἐκ τῆς ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν, ἀλλ᾽ οὐχὶ τοῦ κτίσαντος.

Πίστευε, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν προαιώνιον Λόγον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τοῦτον ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, γεγενῆσθαι διὰ σὲ καὶ Υἱὸν ἀνθρώπου, ἐκ τῆς Παρθένου προελθόντα Μαρίας, ἀῤῥήτως καὶ ἀρυπάρως (οὐδὲν γὰρ ῥυπαρὸν οὗ Θεὸς, καὶ δι᾽ οὗ σωτηρία), ὅλον ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας· ἀπαθῆ θεότητι, παθητὸν τῷ προσλήμματι· τοσοῦτον ἄνθρωπον διά σε, ὅσον σὺ γίνῃ δι᾽ ἐκεῖνον Θεός· τοῦτον ὑπὲρ τῶν ἀνομιῶν ἦχθαι εἰς θάνατον, σταυρωθέντα τε καὶ ταφέντα, ὅσον θανάτου γεύσασθαι, καὶ ἀναστάντα τριήμερον, ἀνεληλυθέναι εἰς τοὺς οὐρανοὺς, ἵνα σε συναγάγῃ κάτω κείμενον· ἥξειν τε πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς· οὐκ ἔτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς αὐτὸς οἶδε λόγοις, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος. Δέχου πρὸς τούτοις ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς. Ταύτην δὲ εἶναι φῶς τοῖς κεκαθαρμένοις τὴν διάνοιαν, τουτέστι Θεὸν ὁρώμενόν τε καὶ γινωσκόμενον, κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος, ὃ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζομεν· σκότος δὲ τοῖς τυφλώττουσι τὸ ἡγεμονικὸν, τουτέστιν ἀλλοτρίωσιν Θεοῦ κατὰ τὴν ἀναλογίαν τῆς ἐντεῦθεν ἀμβλυωπίας.

Δέκατον, ἐργάζου τὸ ἀγαθὸν ἐπὶ τούτῳ τῷ θεμελίῳ τῶν δογμάτων· ἐπειδὴ, Πίστις χωρὶς ἔργων νεκρὰ, ὡς ἔργα δίχα πίστεως. Ἔχεις τοῦ μυστηρίου τὰ ἔκφορα, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόῤῥητα. Τὰ δὲ ἄλλα εἴσω μαθήσῃ, τῆς Τριάδος χαριζομένης, ἃ καὶ κρύψεις παρὰ σεαυτῷ σφραγῖδι κρατούμενα.

ΜϚʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία, μεθ᾽ ἧς δεχθήσῃ, τῆς ἐκεῖθεν ὑμνῳδίας προοίμιον. Αἱ λαμπάδες, ἅσπερ ἀνάψεις, τῆς ἐκεῖθεν φωταγωγίας μυστήριον, μεθ᾽ ἧς ἀπαντήσομεν τῷ νυμφίῳ φαιδραὶ καὶ παρθένοι ψυχαὶ, φαιδραῖς ταῖς λαμπάσι τῆς πίστεως, μήτε καθεύδουσαι διὰ ῥᾳθυμίαν, ἵνα μὴ λάθῃ παρὼν ἀδοκήτως ὁ προσδοκώμενος, μήτε ἄτροφοι, καὶ ἀνέλαιοι, καὶ καλῶν ἔργων ἐπιδεεῖς, ἵνα μὴ τοῦ νυμφῶνος ἐκπέσωμεν. Ὁρῶ γὰρ τὸ πάθος, ὡς ἐλεεινόν. Ὁ μὲν παρέσται, ἀπαιτούσης τῆς κραυγῆς τὴν ἀπάντησιν· αἱ δὲ ἀπαντήσονται, ὅσαι φρόνιμοι, μετὰ λαμπροῦ τοῦ φωτὸς, καὶ δαψιλεστέρας τῆς τούτου τροφῆς· αἱ δὲ ταραχθήσονται ζητοῦσαι τὸ ἔλαιον οὐκ ἐν καιρῷ παρὰ τῶν ἐχόντων. Ὁ δὲ εἰσελεύσεται δρομαῖος· αἱ δὲ συνεισελεύσονται· αἱ δὲ ἀποκλεισθήσονται, τὸν τοῦ εἰσελθεῖν καιρὸν εἰς τὸ παρασκευάσασθαι δαπανήσασαι, καὶ πολλὰ μετακλαύσονται, ὀψὲ μαθοῦσαι τὴν ζημίαν τῆς ῥᾳθυμίας, ὅταν μηκέτι ὁ νυμφὼν αὐταῖς εἰσιτητὸς ᾖ, καὶ πολλὰ δεομέναις, ὃν κακῶς ἑαυταῖς ἀπέκλεισαν· ἄλλον τρόπον μιμησάμεναι τοὺς ὑστεροῦντας τοῦ γάμου, ὃν ὁ καλὸς πατὴρ ἑστιᾷ τῷ καλῷ νυμφίῳ, διὰ τὴν γυναῖκα τὴν νεόνυμφον, ἢ διὰ τὸν ἀγρὸν τὸν νεώνητον, ἢ τὸ ζεῦγος τῶν βοῶν, ἃ κακῶς ἐκτήσαντο, διὰ τῶν μικρῶν τὰ μείζονα ζημιούμενοι.

Οὐδεὶς γὰρ ἐκεῖ τῶν ὑπεροπτικῶν καὶ ῥᾳθύμων, οὐδὲ τῶν ῥυπαρῶς, ἀλλ᾽ οὐ νυμφικῶς ἐστολισμένων, κἂν ἐντεῦθεν ἑαυτὸν ἀξιώσῃ τῆς ἐκεῖθεν λαμπροφορίας, καὶ λαθὼν ἑαυτὸν παρενείρῃ, κεναῖς ἐλπίσιν ἐξαπατώμενος. Εἶτα τί; Ὅταν ἔνδον γενώμεθα, τότε οἶδεν ὁ νυμφίος ἃ διδάξει, καὶ ἃ συνέσται ταῖς συνεισελθούσαις ψυχαῖς. Συνέσται δὲ, ὡς οἶμαι, διδάσκων τὰ τελεώτερά τε καὶ καθαρώτερα· ὧν καὶ ἡμεῖς μεταλάβοιμεν, οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.

Ἀμήν.