Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεία συγκατάβαση και το μυστήριο της ενσαρκώσεως

Θεολογική προσέγγιση της θείας κενώσεως, της ενώσεως των δύο φύσεων στο πρόσωπο του Χριστού και της προσιτότητάς Του προς την ανθρωπότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 7

ΛΟΓΟΣ ΛΖʹ. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· «Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» καὶ τὰ ἑξῆς. Αʹ. Ὁ τοὺς ἁλιεῖς προελόμενος Ἰησοῦς, καὶ αὐτὸς σαγηνεύει, καὶ τόπους ἐκ τόπων ἀμείβει. Τίνος ἕνεκεν; Οὐ μόνον ἵνα κερδάνῃ πλείονας τῶν φιλοθέων διὰ τῆς ἐπιφοιτήσεως, ἀλλ᾽ ἔμοιγε δοκεῖ, ἵνα καὶ τόπους ἁγιάσῃ πλείονας. Γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδάνῃ· τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· τοῖς ἀσθενέσιν, ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς σώσῃ. Γίνεται πάντα πᾶσιν, ἵνα τοὺς πάντας κερδάνῃ. Τί δὲ λέγω, τοῖς πᾶσι πάντα; Ὃ μηδὲ Παῦλος περὶ ἑαυτοῦ ἠνέσχετο εἰπεῖν, τοῦτο εὑρίσκω τὸν Σωτῆρα πάσχοντα.

Οὐ γὰρ Ἰουδαῖος γίνεται μόνον, οὐδ᾽ ὅσα τῶν ἀτόπων καὶ μοχθηρῶν ὀνομάτων εἰς ἑαυτὸν ἀναδέχεται, ἀλλὰ καὶ ὃ τούτων πάντων ἀτοπώτερον, καὶ αὐτοαμαρτία καὶ αὐτοκατάρα· οὐκ ἔστι μὲν, ἀκούει δέ. Πῶς γὰρ ἁμαρτία, ὁ καὶ ἡμᾶς τῆς ἁμαρτίας ἐλευθερῶν; πῶς δὲ κατάρα, ὁ ἐξαγοράζων ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου; Ἀλλ᾽ ἵνα καὶ μέχρι τούτων τὸ ταπεινὸν ἐπιδείξηται, τυπῶν ἡμᾶς εἰς ταπείνωσιν τὴν ὕψους πρόξενον. Ὅπερ οὖν εἶπον, ἁλιεὺς γίνεται, πᾶσι συγκαταβαίνει, σαγηνεύει, πάντα στέγει, ἵν᾽ ἐκ βάθους τὸν ἰχθὺν ἀνενέγκῃ, τὸν νηχόμενον ἐν τοῖς ἀστάτοις καὶ ἁλμυροῖς τοῦ βίου κύμασιν ἄνθρωπον.

Βʹ. Διὰ τοῦτο καὶ νῦν, ὅτε ἐτέλεσε τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Γαλιλαίας ἐπιδημεῖ καλῶς, ἵνα ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει, ἵδῃ φῶς μέγα. Εἰς τὴν Ἰουδαίαν μεθίσταται, ἵνα πείσῃ τοῦ γράμματος ἐξαναστάντας, ἀκολουθῆσαι τῷ πνεύματι. Νῦν μὲν ἐπ᾽ ὄρους διδάσκει, νῦν δὲ ἐν πεδίοις διαλέγεται, νῦν δὲ εἰς πλοῖον μεταβαίνει, νῦν δὲ ἐπιτιμᾷ ζάλαις. Τάχα καὶ ὕπνον δέχεται, ἵνα καὶ ὕπνον εὐλογήσῃ· τάχα καὶ κοπιᾷ, ἵνα καὶ τὸν τόπον ἁγιάσῃ· τάχα καὶ δακρύει, ἵνα τὸ δάκρυον ἐπαινετὸν ἀπεργάσηται. Μεταβαίνει τόπον ἐκ τόπου ὁ μηδενὶ τόπῳ χωρούμενος, ὁ ἄχρονος, ὁ ἀσώματος, ὁ ἀπερίληπτος. Ὁ αὐτὸς, καὶ ἦν, καὶ γίνεται· καὶ ὑπὲρ χρόνον ἦν, καὶ ὑπὸ χρόνον ἔρχεται· καὶ ἀόρατος ἦν, καὶ ὁρᾶται.

Ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τρίτον τὸ, ἦν, τῷ ἀριθμῷ βεβαιούμενον. Ὃ ἦν ἐκένωσε, καὶ ὃ μὴ ἦν προσέλαβεν· οὐ δύο γενόμενος, ἀλλ᾽ ἓν ἐκ τῶν δύο γενέσθαι ἀνασχόμενος. Θεὸς γὰρ ἀμφότερα, τό τε προσλαβὸν, καὶ τὸ προσληφθέν· δύο φύσεις εἰς ἓν συνδραμοῦσαι, οὐχ υἱοὶ δύο· μὴ καταψευδέσθω ἡ σύγκρασις.

Οὗτος ὁ τηλικοῦτος, ὁ τοσοῦτος· ἀλλὰ τί πέπονθα; Πάλιν ἐμπέπτωκα εἰς ἀνθρώπινα ῥήματα. Πῶς γὰρ τὸ ἁπλοῦν τοσοῦτον; πῶς δὲ τὸ ἄποσον τηλικοῦτον; Ἀλλὰ δότε συγγνώμην τῷ λόγῳ· ὀργάνῳ βραχεῖ περὶ τῶν μεγίστων φθέγγομαι. Καὶ τοῦτο οἴσει ὁ πολὺς, ὁ μακρόθυμος, ἡ ἀνείδεος φύσις καὶ ἀσώματος, τοὺς ὡς περὶ σώματος καὶ τῆς ἀληθείας λόγους ἀσθενεστέρους. Εἰ γὰρ σάρκα ἐδέξατο, καὶ τὸν τοιοῦτον φέρεται λόγον.

Γʹ. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ, ἔνθα πλείων ἡ ἐρημία. Εἰ ἐπὶ τῆς ἰδίας ἔμεινε περιωπῆς, εἰ μὴ συγκατέβη τῇ ἀσθενείᾳ, εἰ ὅπερ ἦν ἔμεινεν, ἀπρόσιτον ἑαυτὸν φυλάττων καὶ ἀπερίληπτον, ὀλίγοι ἂν ἠκολούθησαν τυχόν· οὐκ οἶδα δὲ, εἰ καὶ ὀλίγοι, τάχα μόνος Μωϋτῆς, καὶ οὗτος τοσοῦτον, ὥστε μόλις ἰδεῖν Θεοῦ τὰ ὀπίσθια. Τὴν μὲν γὰρ νεφέλην διέσχεν, ἔξω τοῦ σωματικοῦ βάρους γενόμενος, ἢ συσταλεὶς ἀπὸ τῶν αἰσθήσεων· Θεοῦ δὲ λεπτότητα, ἢ ἀσωματότητα, ἢ οὐκ οἶδα ὅπως ἄν τις ὀνομάσειε, πῶς ἂν ἐθεάσατο σῶμά τε ὢν, καὶ αἰσθητοῖς ὀφθαλμοῖς προσβάλλων;

Ἀλλ᾽ ἐπειδὴ κενοῦται δι᾽ ἡμᾶς, ἐπειδὴ κατέρχεται (κένωσιν δὲ λέγω τὴν τῆς δόξης οἷον ὕφεσίν τε καὶ ἐλάττωσιν), διὰ τοῦτο χωρητὸς γίνεται. Δʹ. Δότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πληροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν ἴδω διὰ τοῦτο ἀτιμαζόμενόν μου τὸν Χριστὸν, δι᾽ ὃ μάλιστα τιμᾶσθαι δίκαιος ἦν.

Διὰ τοῦτο γὰρ ἄτιμος, εἰπέ μοι, ὅτι διὰ σὲ ταπεινός; Διὰ τοῦτο κτίσμα, ὅτι τοῦ κτίσματος κήδεται; Διὰ τοῦτο ὑπὸ χρόνον, ὅτι τοὺς ὑπὸ χρόνον ἐπισκέπτεται; Πλὴν πάντα φέρει, πάντα δέχεται. Καὶ τί θαυμαστόν; Ῥαπίσματα ἤνεγκεν, ἐμπτυσμάτων ἠνέσχετο, χολῆς ἐγεύσατο διὰ τὴν ἐμὴν γεῦσιν. Φέρει καὶ νῦν λιθαζόμενος, οὐ μόνον ὑπὸ τῶν ἐμπηρεαζόντων, ἀλλὰ καὶ ὑφ᾽ ἡμῶν αὐτῶν τῶν εὐσεβεῖν δοκούντων. Τὸ γὰρ περὶ ἀσωμάτου διαλεγόμενον, σωματικοῖς κεχρῆσθαι ὀνόμασι, τυχὸν ἐπηρεαζόντων ἐστὶ καὶ λιθαζόντων· ἀλλὰ συγγνώμη, πάλιν λέγω, τῇ ἀσθενείᾳ. Λιθάζομεν γὰρ οὐχ ἑκόντες, ἀλλὰ τὸ φθέγγεσθαι ἄλλως οὐκ ἔχοντες, ᾧ δὲ ἔχομεν χρώμενοι. Λόγος ἀκούεις, καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ φῶς εἶ, καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις, οὐκ αἰσθητὸς ὢν, ἀλλ᾽ ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνακαθαίρεις ὕλην· μάχαιρα, ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον, ὅτι ἀνακαθαίρεις τὴν ἅλω, καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος, ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη, ὅτι τὴν ἄκαρπον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας, ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα, διὰ τὴν εἰσαγωγήν· ὁδὸς, ὅτι εὐθυποροῦμεν· πρόβατον, ὅτι θῦμα· ἀρχιερεὺς, ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς, ὅτι Πατρός.

Πάλιν κινῶ τὰς γλώσσας· πάλιν κατὰ Χριστοῦ τινες μαίνονται, μᾶλλον δὲ, κατ᾽ ἐμοῦ, ὃς ἠξιώθην τοῦ Λόγου γενέσθαι κῆρυξ. Ὡς Ἰωάννης γίνομαι· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἐρήμῳ ποτὲ καὶ ἀνύδρῳ, νῦν δὲ καὶ λίαν οἰκουμένῃ.