Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸ ῥητὸν τοῦ εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Γρηγόριος ὁ Ναζιανζηνός

Ποιμαντικές προτροπές και καταληκτήρια δοξολογία

Τελικό κάλεσμα προς τον κλήρο, τους άρχοντες και τον λαό για έμπρακτη υπεράσπιση του δόγματος, το οποίο ολοκληρώνεται με προσευχή προς την Αγία Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 7

ΚΓʹ. Ταῦτα καὶ λαϊκοῖς νομοθετῶ, ταῦτα καὶ πρεσβυτέροις ἐντέλλομαι, ταῦτα καὶ τοῖς ἄρχειν πεπιστευμένοις. Βοηθήσατε τῷ λόγῳ πάντες ὅσοις τὸ δύνασθαι βοηθεῖν ἐκ Θεοῦ. Μέγα φόνον ἐπισχεῖν, καὶ μοιχείαν κολάσαι, καὶ κλοπὴν σωφρονίσαι· πολλῷ μᾶλλον εὐσέβειαν νομοθετῆσαι, καὶ ὑγιῆ λόγον χαρίσασθαι. Οὐ τοσοῦτον ὁ ἐμὸς λόγος δυνήσεται πολεμῶν ὑπὲρ τῆς ἁγίας Τριάδος, ὅσον τὸ πρόσταγμα, ἐὰν ἐπιστομίζῃς τοὺς κακῶς ἔχοντας, ἐὰν βοηθῇς τοῖς διωκομένοις, ἐὰν τοὺς φονευτὰς ἐπέχῃς, ἐὰν κωλύῃς τὸ φονεύεσθαι. Λέγω δὲ, οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικόν. Πᾶσα γὰρ ἁμαρτία, θάνατός ἐστι ψυχῆς. Μέχρι τούτων ὁ λόγος στήτω.

ΚΔʹ. Λοιπὸν δὲ ἔστω ὑπὲρ τῶν συνεληλυθότων εὐχή. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ἀρχόμενοί τε καὶ ἄρχοντες, πρεσβῦται καὶ νεανίσκοι μετὰ παρθένων, πᾶν γένος ἠλικίας, πᾶσαν μὲν φέρετε ζημίαν, τὴν εἰς χρήματα, τὴν εἰς σώματα· ἓν δὲ μὴ δέξησθε μόνον, τὴν θεότητα ζημιούμενοι. Προσκυνῶ Πατέρα, προσκυνῶ τὸν Υἱὸν, προσκυνῶ τὸ Πνεῦμα τὸ ἅγιον· μᾶλλον δὲ προσκυνοῦμεν, ἐγὼ καὶ πρὸ πάντων, ὁ ταῦτα λέγων, ἐγὼ καὶ μετὰ πάντας καὶ σὺν πᾶσιν, ἐν αὐτῷ τῷ Κυρίῳ τῷ Χριστῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.