Ὃ δὲ οὐκ ἔτι λόγος, ἀλλ᾽ ἔργον ἐστὶν, οὐδὲ ὑπόνοιά τις ἀνεξέταστος, ἀλλὰ πίστις κεκηρυγμένη. ΙϚʹ. Τέρας τι Καππαδόκιον, ἐκ τῶν ἐσχατιῶν τῶν ἡμετέρων ὁρμώμενον, πονηρὸν τὸ γένος, πονηρότερον τὴν διάνοιαν, οὐδὲ παντελῶς ἐλεύθερον, ἀλλ᾽ ἐπίμικτον, οἷον τὸ τῶν ἡμιόνων γινώσκομεν· τὰ μὲν πρῶτα τραπέζης ἀλλοτρίας δοῦλον, καὶ μάζης ὤνιον, πάντα καὶ ποιεῖν καὶ λέγειν ἐπὶ τῇ γαστρὶ μεμαθηκός· τὰ τελευταῖα δὲ καὶ πολιτείᾳ παρεισφθαρὲν, καὶ πιστευθὲν ταύτης τὰ ἔσχατα, ὅσον ὑείων κρεῶν ὑποδοχέα γενέσθαι, οἷς τὸ στρατιωτικὸν τρέφεται· εἶτα κακὸν περὶ τὴν πίστιν γενόμενον, καὶ τῇ γαστρὶ πολιτευσάμενον, ἐπειδὴ τὸ σῶμα ὑπελείπετο μόνον, δρασμὸν ἐννοεῖ, καὶ ἄλλην ἐξ ἄλλης ἀμείβων χώραν καὶ πόλιν, οἷα τὰ τῶν φυγάδων, τέλος ἐπὶ κακῷ τοῦ κοινοῦ τῆς Ἐκκλησίας, οἷόν τις Αἰγυπτιακὴ πληγὴ, τὴν Ἀλεξανδρέων καταλαμβάνει. Ἐνταῦθα τῆς ἄλης ἵσταται, καὶ τῆς κακουργίας ἄρχεται. Καὶ ἦν τἄλλα μὲν οὐδενὸς ἄξιος, οὐ λόγων ἐλευθερίων μετεσχηκὼς, οὐ τὴν συνουσίαν στωμύλος, οὐκ εὐλαβείας σχῆμα γοῦν τι καὶ πλάσμα κενὸν περικείμενος, κακουργῆσαι δὲ, καὶ συγχέαι πράγματα πάντων δεινότατος.