Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν ἅγιον Ἀθανάσιον
Προοίμιο και σκοπός του εγκωμίου
Εισαγωγή στον λόγο, η πνευματική συγγένεια του Αθανασίου με τους βιβλικούς δικαίους και η ιστορική και παιδαγωγική αξία της καταγραφής του βίου του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και σκοπός του εγκωμίου
Εισαγωγή στον λόγο, η πνευματική συγγένεια του Αθανασίου με τους βιβλικούς δικαίους και η ιστορική και παιδαγωγική αξία της καταγραφής του βίου του.
ΛΟΓΟΣ ΚΑʹ. Εἰς τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας. Αʹ. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέσαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλαγῶσι.
Καθ᾽ ὃ καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσομαι, παρ᾽ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις.
Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται.
Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται.
Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις. Βʹ. ᾯτινι μὲν οὖν ἐξεγένετο, διὰ λόγου καὶ θεωρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε νέφος χρὴ λέγειν, εἴτε προκάλυμμα, Θεῷ συγγενέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθόσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος, τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως, ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς, μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳ πλέον, ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος καλοῦ, πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος, ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ ἐγνώρισεν.
Γʹ. Ταῦτα ὀλίγοις μὲν ἐφιλοσοφήθη, καὶ τῶν νῦν, καὶ τῶν πάλαι (ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντες πλάσματα), νομοθέταις, στρατηγοῖς, ἱερεῦσι, προφήταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιμέσι, διδασκάλοις, καὶ παντὶ πνευματικῷ πληρώματι καὶ συστήματι, ἐν δὲ τοῖς πᾶσι, καὶ τῷ νῦν ἐπαινουμένῳ.
Τίνας δὴ λέγω τούτους; Οἷον τὸν Ἐνὼχ ἐκεῖνον, τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺς δώδεκα πατριάρχας, τὸν Μωϋσέα, τὸν Ἀαρὼν, τὸν Ἰησοῦν, τοὺς Κριτὰς, τὸν Σαμουὴλ, τὸν Δαβὶδ, τὸν Σολομῶντα μέχρι τινὸς, τὸν Ἡλίαν, τὸν Ἐλισσαῖον, τοὺς πρὸ τῆς αἰχμαλωσίας προφήτας, τοὺς μετὰ τὴν αἰχμαλωσίαν· καὶ τὰ τελευταῖα δὴ ταῦτα τῇ τάξει, καὶ πρῶτα τῇ ἀληθείᾳ, ὅσα περὶ τὴν Χριστοῦ σάρκωσιν, ἤτοι πρόσληψιν, τὸν πρὸ τοῦ φωτὸς λύχνον, τὴν πρὸ τοῦ Λόγου φωνὴν, τὸν πρὸ τοῦ Μεσίτου μεσίτην, μεσίτην Παλαιᾶς Διαθήκης καὶ Νέας, Ἰωάννην τὸν πάνυ, τοὺς Χριστοῦ μαθητὰς, τοὺς μετὰ Χριστὸν, ἢ λαοῦ προκαθεσθέντας, ἢ διὰ λόγου φανερωθέντας, ἢ διὰ σημείων γνωρισθέντας, ἢ τελειωθέντας δι᾽ αἵματος.
Δʹ. Τούτων Ἀθανάσιος, τοῖς μὲν ἡμιλλήθη, τῶν δὲ μικρὸν ἀπελείφθη, ἔστι δὲ οὓς καὶ ὑπερέσχεν, εἰ μὴ τολμηρὸν εἰπεῖν· καὶ τῶν μὲν τὸν λόγον, τῶν δὲ τὴν πρᾶξιν, τῶν δὲ τὸ πρᾶον, τῶν δὲ τὸν ζῆλον, τῶν δὲ τοὺς κινδύνους, τῶν δὲ τὰ πλείω, τῶν δὲ τὰ ἅπαντα μιμησάμενος, καὶ ἄλλο ἀπ᾽ ἄλλου κάλλος λαβὼν, ὥσπερ οἱ τὰς μορφὰς μεθ᾽ ὑπερβολῆς γράφοντες, καὶ εἰς μίαν τὴν ἑαυτοῦ ψυχὴν συναγαγὼν, ἓν ἀρετῆς εἶδος ἐκ πάντων ἀπηκριβώσατο, τοὺς μὲν ἐν λόγῳ δεινοὺς τῇ πράξει, τοὺς πρακτικοὺς δὲ τῷ λόγῳ νικήσας· εἰ βούλει δὲ, λόγῳ μὲν τοὺς εὐδοκίμους ἐν λόγῳ, πράξει δὲ τοὺς πρακτικωτάτους ὑπερβαλών· καὶ τοὺς μὲν κατ᾽ ἀμφότερα μέσως ἔχοντας, τῷ περὶ τὸ ἕτερον ὑπερβάλλοντι· τοὺς δὲ καθ᾽ ἕτερον ἄκρους, τοῖς ἀμφοτέροις παραδραμών. Καὶ εἰ μέγα τοῖς προλαβοῦσι, τὸ παράδειγμα τούτῳ γενέσθαι τῆς ἀρετῆς, οὐχ ἧττον εἰς εὐφημίαν τῷ ἡμετέρῳ καλῷ, τὸ τοῖς μετ᾽ αὐτὸν γενέσθαι παράδειγμα.
Εʹ. Πάντα μὲν δὴ τὰ ἐκείνου λέγειν τε καὶ θαυμάζειν μακρότερον ἂν εἴη τυχὸν, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου, καὶ ἱστορίας ἔργον, οὐκ εὐφημίας· ἃ καὶ ἰδίᾳ παραδοῦναι γραφῇ παίδευμά τε καὶ ἥδυσμα τοῖς εἰς ὕστερον, εὐχῆς ἔργον ἐμοὶ, ὥσπερ ὃν ἐκεῖνος Ἀντωνίου τοῦ θείου βίον συνέγραφε, τοῦ μοναδικοῦ βίου νομοθεσίαν, ἐν πλάσματι διηγήσεως.
Ὀλίγα δὲ ἐκ πολλῶν τῶν ἐκείνου διεξελθόντες, καὶ ὅσα σχεδιάζει ἡμῖν νῦν ἡ μνήμη ὡς γνωριμώτερα, ἵνα τόν τε ἡμέτερον ἀφοσιωσώμεθα πόθον, καὶ τῇ πανηγύρει τὸ εἰκὸς ἐκπληρώσωμεν, τὰ πλείω τοῖς εἰδόσι παρήσομεν.
Οὐδὲ γὰρ ἄλλως ὅσιον, οὐδὲ ἀσφαλὲς, ἀσεβῶν μὲν βίους τιμᾶσθαι ταῖς μνήμαις, τοὺς δὲ εὐσεβείᾳ διενεγκόντας, σιωπῇ παραπέμψασθαι· καὶ ταῦτα ἐν πόλει, ἣν μόλις ἂν καὶ πολλὰ τῆς ἀρετῆς ὑποδείγματα σώσειεν, ὥσπερ τοὺς ἱππικοὺς καὶ τὰ θέατρα, οὕτω δὴ καὶ τὰ θεῖα παίζουσαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.